← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§193.2-194.28

词序换置与主谓项的判定准则

阿摩尼奥斯阐明了亚里士多德的归谬法论证,即如果换置词序的肯定命题相异,则同一肯定将有两个否定;随后针对全称肯定命题是否会自身换位的疑难进行辩驳,指出主词与述词的判定不取决于语序,而取决于其效能以及量词的连结项。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.43#2

ἀλλ’ ἡ ‘οὐκ ἔστιν οὐκ ἄνθρωπος λευκός’ τῆς ‘ἔστιν οὐκ ἄνθρωπος λευκός’ καταφάσεώς ἐστιν ἀπόφασις. ὡσαύτως δὲ καὶ ἣν ἂν λάβῃς ἄλλην παρὰ τὴν ‘οὐκ ἔστιν ἄνθρωπος λευκός’, ἑτέρας τινὸς καταφάσεως εὑρήσεις αὐτὴν οὖσαν ἀπόφασιν. ἀνάγκη ἄρα τὴν ‘οὐκ ἔστιν ἄνθρωπος λευκός’ τῆς ‘ἔστιν ἄνθρωπος λευκός’ καταφάσεως ἀπόφασιν εἶναι. ἀλλ’ ἡ αὐτή, ἡ ‘οὐκ ἔστιν ἄνθρωπος λευκός’, καὶ τῆς ‘ἔστι λευκὸς ἄνθρωπος’ καταφάσεώς ἐστιν ἀπόφασις, οὐχ ὅτι, ὥσπερ φασί τινες, ἀεὶ μερίζει μετ’ αὐτῆς τὸ ἀληθὲς καὶ τὸ ψεῦδος οὐ κατὰ τήνδε μόνον ἢ τήνδε τὴν ὕλην, ὡς ἐπί τινων προτάσεων γίνεσθαι συμβαίνει, οἷον τῶν ἐναντίων ἢ τῶν κατὰ μέρος, ἀλλὰ κατὰ πᾶσαν ἁπλῶς ὕλην (ταῦτα γὰρ ἐπιλελησμένων ἐστὶ τῆς περὶ τούτων τοῦ Ἀριστοτέλους διδασκαλίας),1 ἀλλ’ ὅτι διαφέρουσι μὲν αὗται τῶν προσδιωρισμένων κατὰ μόνους τοὺς προσδιορισμούς, πρὸς δὲ τὴν ‘πᾶς ἐστι λευκὸς ἄνθρωπος’ ἀντιφάσκει ὁμολογουμένως ἑκατέρα τῶν ‘οὐ πᾶς ἐστι λευκὸς ἄνθρωπος’, ‘οὐ πᾶς ἐστιν ἄνθρωπος λευκός’, καὶ ἐπὶ τῆς τίς καὶ οὐδείς ὡσαύτως. διὸ καὶ ἐπὶ τῶν ἀπροσδιορίστων τοῦτο οὕτως ἕξει, οὐ κατὰ τὸ ἀντιφάσκειν, ἀλλὰ κατὰ τὸ μηδὲν ἔλαττον ἔχειν ὁποτερανοῦν τῆς λοιπῆς πρὸς τὸ εἶναι τῆς αὐτῆς καταφάσεως ἀπόφασιν. ὥσθ’, ὅπερ ἐλέγομεν, μιᾶς καταφάσεως, τῆς ‘ἔστι λευκὸς ἄνθρωπος’, ἔσονται δύο ἀποφάσεις, ἥ τε ‘οὐκ ἔστι λευκὸς ἄνθρωπος’ καὶ ἡ ‘οὐκ ἔστιν ἄνθρωπος λευκός’. ἦν μὲν οὖν καὶ συντομώτερον τὸ αὐτὸ συλλογίσασθαι, λέγοντα ὅτι τῶν εἰρημένων δύο καταφάσεων μία ἔσται ἀπόφασις,2 ἡ ‘οὐκ ἔστι λευκὸς ἄνθρωπος’, κατὰ τὴν αὐτὴν ἔννοιαν, καθ’ ἣν τῇ μιᾷ καταφάσει τὰς δύο ἀποφάσεις μάχεσθαι λέγομεν. ἀλλ’ ἔοικεν ὁ Ἀριστοτέλης τὴν μὲν κατάφασιν ὡς ὅρον τινὰ καὶ εἶδος οὖσαν μίαν εἰληφέναι, εἰς ἄτοπον δὲ τὸν λόγον ἀπάγειν τὸ τῷ αὐτῷ οἷον εἴδει δύο μάχεσθαι στερήσεις. Ἀπορήσειε δ’ ἄν τις, ὅπερ ἤδη τις ἠπόρει πρὸς ἡμᾶς, πῶς οὖν συμβήσεται τὴν καθόλου καταφατικὴν πρότασιν ἀντιστρέφειν πρὸς ἑαυτήν, εἴπερ ἀληθὲς τὸ παραδιδόμενον ὑπὸ τοῦ Ἀριστοτέλους θεώρημα· τῇ γὰρ ‘πᾶς ἄνθρωπος ζῷον’ καταφάσει συναληθεύσει ἡ λέγουσα ‘πᾶν ζῷον ἄνθρωπος’, μόνων ἐν αὐταῖς μετατεθειμένων κατὰ τὴν τάξιν τοῦ τε ὑποκειμένου καὶ τοῦ κατηγορουμένου. πρὸς ὃν ἐροῦμεν ὅτι μάλιστα μὲν κατὰ μόνην τὴν ἐκφώνησιν ἀξιοῖ γίνεσθαι τὴν μετάθεσιν τῶν ὅρων ὁ Ἀριστοτέλης, τῆς ἑκατέρου δυνάμεως τῆς αὐτῆς φυλαττομένης, τοῦτ’ ἔστι τοῦ τε ὑποκειμένου καὶ μετὰ τὴν μετάθεσιν μένοντος ὑποκειμένου καὶ τοῦ κατηγορουμένου κατηγορουμένου· οὐ γὰρ τῷ πρῶτον ἢ δεύτερον ἐν τῇ προτάσει λέγεσθαι κρίνομεν τόν τε ὑποκείμενον καὶ τὸν κατηγορούμενον, ἀλλὰ κατὰ τοὺς παραδεδομένους περὶ αὐτῶν πάλαι διορισμοὺς τῷ τὸν μὲν εἶναι περὶ οὗ ὁ λόγος τὸν δὲ περὶ αὐτοῦ λέγεσθαι, καὶ τὸν μὲν ἢ ἔχειν ἢ δύνασθαί γε προσλαμβάνειν τὸ ἄρθρον ἤ τινα τῶν προσδιορισμῶν τὸν δὲ οὐδαμῶς. ἐν μὲν οὖν ταῖς ἐκτεθειμέναις παρὰ τοῦ Ἀριστοτέλους προτάσεσιν ὅ τε ἄνθρωπος καθ’ ἑκατέραν ὑπόκειται (περὶ αὐτοῦ γὰρ ὁ λόγος) καὶ κατηγορεῖται τὸ λευκόν, ἐν δέ γε ταῖς ‘πᾶς ἄνθρωπος ζῷον — πᾶν ζῷον ἄνθρωπος’ οὔτε ὑποκείμενος ὁ αὐτὸς οὔτε κατηγορούμενος. δηλοῖ δὲ ὁ προσδιορισμὸς ἄλλοτε ἄλλῳ συμπλεκόμενος τῶν ὅρων. ἔπειτα, ὅπερ ἐλέγομεν περὶ τοῦ ἀποφατικοῦ μορίου, ὅτι καθ’ ἑαυτὸ μὲν μετατιθέμενον ἄλλας ἐξ ἄλλων ποιεῖ τὰς προτάσεις, μετὰ δέ γε τοῦ μορίου τῆς προτάσεως, ᾧ συμπεπλεγμένον ἐξ ἀρχῆς τυγχάνει, παντοδαπῶς μεταταττόμενον τὴν αὐτὴν φυλάττει πρότασιν, τὸ αὐτὸ καὶ ἐπὶ τῶν προσδιορισμῶν γίνεσθαι συμβαίνει· καθ’ ἑαυτοὺς μὲν γὰρ μεταταττόμενοι τὰς προτάσεις ἐνίοτε ἀναστρέφουσι καὶ ψευδεῖς ἐξ ἀληθῶν ποιοῦσιν, ὥσπερ ἐπὶ τῶν εἰρημένων ἔχει παραδειγμάτων, μετὰ μέντοι τῶν ὅρων, οἷς ἐξ ἀρχῆς συμπεπλεγμένοι τυγχάνουσι, μετατιθέμενοι τὰς αὐτὰς ποιοῦσι προτάσεις, οἷον ‘πᾶς ἄνθρωπος ζῷόν ἐστιν — ἔστι πᾶς ἄνθρωπος ζῷον — ζῷον πᾶς ἄνθρωπός ἐστιν — ἔστι ζῷον πᾶς ἄνθρωπος’ καὶ ὁσαχῶς ἄλλως ἐνδέχεται αὐτὰ διαπλέκειν. δοκεῖ μὲν οὖν ἐνίοτε, ὅπερ ἔμπροσθεν ἐλέγομεν, ἐν ταῖς ἀποφάσεσιν ἡ τοῦ οὐκ ἔστι μετάθεσις ἕτερον ποιεῖν τὸ σημαινόμενον, ἀλλὰ πρῶτον μὲν ὅταν κατὰ τὴν αὐτὴν ἔννοιαν τῇ προτέρᾳ προτάσει καὶ τὴν δευτέραν λέγωμεν, οὐδεμία ἔσται περὶ τὰ σημαινόμενα διαφορά, ἔπειτα ὁ Ἀριστοτέλης ἐπὶ καταφάσεων πεποίηται τὸν λόγον, καὶ ἐν ταύταις τὸ μὲν ἔστιν ἐπὶ τῆς αὐτῆς φυλάξας χώρας, μόνον δὲ τὸ ὑποκείμενον καὶ τὸ κατηγορούμενον μεταθείς, ὡς δέον ὂν τὰ αὐτὰ καὶ ἐπὶ τῶν ἀποφάσεων ποιεῖν,3 εἰ μέλλοι μηδὲ κατὰ φαντασίαν ἑτεροιοῦσθαι ἡ πρότασις.

但‘不存在非人是白的’是肯定命题‘存在非人是白的’的否定。同样,除‘不存在人是白的’之外,无论你取哪一个别的否定,你都会发现它是某个其他肯定的否定。因此,‘不存在人是白的’必然是肯定命题‘存在人是白的’的否定。然而,同一个否定即‘不存在人是白的’,也是肯定命题‘存在白的人’的否定——这并非如某些人所言,是因为它与该肯定在任何质料中都始终平分真与假,而不仅是在此种或彼种质料中(正如在某些命题如反对或下反对命题的情形中发生的那样)(因为说这些话的人是遗忘了亚里士多德关于这些问题的教导);而是因为这些[无定命题]与有定命题的区别仅仅在于量词,且公认‘并非每个白的人存在’与‘并非每个人是白的’两者都与‘每个白的人存在’相矛盾,在‘某个’和‘没有一个’的情形中亦是如此。因此在无定命题的情形中情况亦将如此,这并非由于相矛盾,而是由于任何一者在作为同一肯定的否定方面都不比另一者处于劣势。因此,正如我们所说,对于同一个肯定‘存在白的人’,将会有两个否定,即‘不存在白的人’与‘不存在人是白的’。其实,若说对于上述两个肯定将只有一个否定即‘不存在白的人’,本也可以更简捷地推论出同一结论,这与我们说两个否定与同一个肯定相抗衡是出于完全相同的理路。但亚里士多德似乎是将肯定视为某种界限和形式而取其为一,并将论证归于这一荒谬结果:两个匮乏与所谓同一个形式相抗衡。 或许有人会提出疑问(正如曾有人向我们发问的那样):如果亚里士多德所传授的定理是真的,那么全称肯定命题自身换位的情形又怎会发生?因为对于肯定命题‘每个人是动物’,断言‘每个动物是人’的命题将与其同真,既然在它们之中仅仅是主词和述词依语序被换置了。对此我们将回答说:亚里士多德首先要求词项的换置仅仅发生在发音上,而两者的效能保持相同,即主词在换置之后仍为主词,述词仍为述词;因为我们并非依据在命题中居于首位还是第二位来判定主词和述词,而是依据自古传授的关于它们的界定,依据一者是陈述所关涉的对象而另一者是关于它而被陈述的,并且一者要么具有要么至少能够附加冠词或量词,而另一者决不能如此。因此,在亚里士多德所列举的命题中,‘人’在两者中皆为主词(因为陈述是关涉它的),而‘白’被陈述;但在‘每个人是动物——每个动物是人’中,主词不同,述词亦不同。量词时而与词项中的这一者结合、时而与另一者结合,正表明了这一点。其次,正如我们先前关于否定小词所说的那样,当它自身单独被换置时,会使命题一变而为另一命题,但若与它最初碰巧结合的命题部分一同依各种方式变换位序,则保持为同一命题;在量词的情形中碰巧亦发生同样的事情。因为当它们自身单独变换位序时,有时会颠覆命题并使之由真变假,正如在所述例证中的情形那样;然而若与它们最初碰巧结合的词项一同被换置,则构成相同的命题,例如‘每个人是动物——是,每个人动物——动物,每个人是——是,动物,每个人’,以及其他凡是能够将它们组合的方式。因此,正如我们先前所说,在否定命题中‘并非存在’的换置有时看似会造成所意谓者的不同,但首先,当我们依与前一命题相同的含义陈述后一命题时,在所意谓的事物上将毫无差异;其次,亚里士多德是针对肯定命题进行论述的,并在这些命题中将‘存在’保持在同一位置,仅换置了主词和述词,仿佛在否定命题中若要使命题连表面上都不发生变异,亦理当如此做。

语法注3 条
  1. 1.43ταῦτα γὰρ ἐπιλελησμένων ἐστὶ τῆς περὶ τούτων τοῦ Ἀριστοτέλους διδασκαλίας

    属格分词 ἐπιλελησμένων 与 ἐστί 连用,构成表特征的描述性属格(所有格的引申用法),意为“因为这属于[说这些话的人是]遗忘了亚里士多德关于这些教导的人”。

  2. 1.43ἦν μὲν οὖν καὶ συντομώτερον τὸ αὐτὸ συλλογίσασθαι, λέγοντα ὅτι τῶν εἰρημένων δύο καταφάσεων μία ἔσται ἀπόφασις

    宾格分词 λέγοντα 在非人称句 ἦν συντομώτερον(“本可以更简捷地……”)中,与不定式 συλλογίσασθαι 的逻辑主语(不定的某人 τινά)保持格的一致。

  3. 1.43ὡς δέον ὂν τὰ αὐτὰ καὶ ἐπὶ τῶν ἀποφάσεων ποιεῖν

    ὡς δέον ὄν 是由非人称动词 δεῖ 的中性单数分词 δέον(及 ὄν)构成的宾格绝对独立结构,连同表示假定或主观理由的 ὡς,意为“仿佛在否定命题中亦理当如此做一样”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:193.2-194.28