← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§191.5-193.2

名词与动词语序换置下命题意义的同一性

本节针对亚里士多德《解释篇》第10章(20b1),阐释名词与动词语序的换置并不改变命题的意义与真假,并说明亚里士多德如何依据肯定与否定的一对一对应关系,通过假言三段论第二格(否定后件律)来证明两句命题相同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.43#1

" Μετατιθέμενα δὲ τὰ ὀνόματα καὶ τὰ ῥήματα ταὐτὸν σημαίνει, οἷον ἔστι λευκὸς ἄνθρωπος — ἔστιν ἄνθρωπος λευκός· εἰ γὰρ μὴ τοῦτό ἐστι, τοῦ αὐτοῦ πλείους ἔσονται ἀποφάσεις. ἀλλὰ δέδεικται ὅτι μία μιᾶς. τοῦ μὲν γὰρ ἔστι λευκὸς ἄνθρωπος ἀπόφασις τὸ οὐκ ἔστι λευκὸς ἄνθρωπος, τοῦ δὲ ἔστιν ἄνθρωπος λευκός, εἰ μὴ ἡ αὐτή ἐστι τῇ ἔστι λευκός ἄνθρωπος, ἔσται ἀπόφασις ἤτοι τὸ οὐκ ἔστιν οὐκ ἄνθρωπος λευκός ἢ τὸ οὐκ ἔστιν λευκὸς ἄνθρωπος. ἀλλ’ ἡ ἑτέρα μέν ἐστιν ἀπόφασις τοῦ ἔστιν οὐκ ἄνθρωπος λευκός, ἡ ἑτέρα δὲ τοῦ ἔστι λευκὸς ἄνθρωπος· ὥστε ἔσονται δύο μιᾶς. ὅτι μὲν οὖν μετατιθεμένου τοῦ ὀνόματος καὶ τοῦ ῥήματος ἡ αὐτὴ γίνεται κατάφασις καὶ ἀπόφασις, δῆλον." Ἀκόλουθον καὶ τοῦτο τὸ θεώρημα τοῖς πρότερον ἡμῖν παραδεδομένοις· διαλεχθεὶς γὰρ περὶ τῶν ἑπομένων, ταὐτὸν δὲ εἰπεῖν συναληθευουσῶν ἀλλήλαις προτάσεων, διδάσκει ἡμᾶς διὰ τούτων ὅτι εἰσὶ προτάσεις τινὲς δοκοῦσαι μὲν εἶναι διάφοροι καὶ συναληθεύειν ἀλλήλαις, κατ’ ἀλήθειαν μέντοι οὐδεμίαν ἔχουσαι πρὸς ἀλλήλας διαφορὰν πλὴν περὶ τὴν λέξιν. τοιαῦται δέ εἰσιν αἱ μετατιθεῖσαι, ὅπερ αὐτός φησι, τά τε ὀνόματα καὶ τὰ ῥήματα· τοῦτ’ ἔστι τά τε ὑποκείμενα καὶ τὰ κατηγορούμενα, ὡς δηλοῖ τὰ παρατεθέντα παρ’ αὐτοῦ παραδείγματα, τὸ ἔστιν ἄνθρωπος λευκός καὶ ἔστι λευκὸς ἄνθρωπος· ἐν γὰρ ταῖς τοιαύταις προτάσεσι περὶ μόνον τὸ κατηγορούμενον καὶ τὸ ὑποκείμενον τῆς μεταθέσεως γινομένης τὸ ὄνομα ἔφη καὶ τὸ ῥῆμα μετατίθεσθαι, μετάθεσιν καλῶν τὴν μετάταξιν τὴν κατὰ τὴν ἐκφώνησιν, τοῦτ’ ἔστι τὸ τόδε πρὸ τοῦδε φθέγγεσθαι ἡμᾶς ἐν τῇ προτάσει ἢ τόδε πρὸ τοῦδε· ἡ γὰρ τοιαύτη μετάθεσις τῶν ὀνομάτων καὶ τῶν ῥημάτων οὐδεμίαν ἐξαλλαγὴν ἐργάζεται περὶ τὰς προτάσεις κατὰ τὰ σημαινόμενα· περὶ μὲν γὰρ τὸ εὔρυθμον τῆς ἀπαγγελίας πλείστην ὅσην ποιεῖ διαφορὰν1 ἡ τοιάδε τάξις τῶν ὀνομάτων τε καὶ ῥημάτων· οὐ γὰρ ὁμοίως εὔηχον τῷ ‘κατέβην χθὲς εἰς Πειραιᾶ’ τὸ ‘εἰς Πειραιᾶ κατέβην χθές’. διὸ τοῖς ῥήτορσι πολὺς γίνεται λόγος οὐ μόνον τῆς ἐκλογῆς τῶν Ἑλληνικῶν ὀνομάτων τε καὶ ῥημάτων ἀλλὰ καὶ τῆς τοιᾶσδε αὐτῶν συντάξεως. περὶ μέντοι αὐτὸ τὸ σημαινόμενον, ὑπὲρ οὗ τοῖς φιλοσόφοις προηγουμένως ὁ λόγος, οὐδὲν ἐκείνου τοῦτο διαφέρει. λέγεται δέ τις καὶ ἑτέρα μετάθεσις τῶν ὀνομάτων καὶ τῶν ῥημάτων, ἡ τῶν ὡρισμένων εἰς τὰ ἀόριστα μετάβασις, ἥτις παντάπασιν ἐξαλλάττει τὰς προτάσεις. ἀλλ’ οὐδὲν τοῦτο πρὸς τὰ νῦν ὑπὸ τοῦ Ἀριστοτέλους παραδιδόμενα. πάνυ δὲ ἀκριβῶς τὴν τῶν ὀνομάτων μόνον καὶ τῶν ῥημάτων μετάθεσιν τὰς αὐτὰς φυλάττειν ἔφη προτάσεις, οἷον ‘ἄνθρωπος δίκαιός ἐστιν — ἄνθρωπός ἐστι δίκαιος — δίκαιος ἄνθρωπός ἐστι — δίκαιός ἐστιν ἄνθρωπος — ἔστιν ἄνθρωπος δίκαιος — ἔστι δίκαιος ἄνθρωπος’· τὸ γὰρ ἀποφατικὸν μόριον αὐτὸ καθ’ αὑτὸ μετατιθέμενον παντάπασιν ἐξαλλάττει τὰς προτάσεις, καὶ τῷ μὲν ὑποκειμένῳ συμπλεκόμενον ποιεῖ κατάφασιν ἐξ ἀορίστου τοῦ ὑποκειμένου, τῷ δὲ κατηγορουμένῳ κατάφασιν ἐκ μεταθέσεως, τῷ δέ γε ἔστιν ἢ ἐν ταῖς προσδιωρισμέναις προτάσεσι τῷ προσδιορισμῷ ποιεῖ ἀπόφασιν. εἰ μέντοι γε μετὰ τοῦ ὅρου, ᾧ ἐν τῇ ἐξ ἀρχῆς προτάσει τυγχάνει συντεταγμένον, μετατιθείη τις αὐτό, καὶ οὕτως μένει ἡ αὐτὴ πρότασις τῷ ῥῆμα ἀόριστον εἶναι τὸ μετατεθὲν ἀλλ’ οὐ καθ’ αὑτὸ τὸ ἀρνητικὸν μόριον,2 οἷον ‘οὐκ ἔστιν ἄνθρωπος λευκός — ἄνθρωπος οὐκ ἔστι λευκός — ἄνθρωπος λευκὸς οὐκ ἔστι’. ταῦτα μὲν οὖν δῆλα. Ποιεῖται δὲ τὴν δεῖξιν ὁ Ἀριστοτέλης τοῦ προκειμένου προβλήματος, ὅτι αἱ αὐταί εἰσιν ἥ τε ‘ἔστιν ἄνθρωπος λευκός’ καὶ ἡ ‘ἔστι λευκὸς ἄνθρωπος’, κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν τῇ ἀναιρέσει τοῦ ἑπομένου τὸ ἡγούμενον συναναιρῶν·3 εἰ γὰρ μή εἰσιν αἱ αὐταί, φησίν, αἱ εἰρημέναι προτάσεις, συμβαίνει τῆς αὐτῆς καταφάσεως πλείονας εἶναι ἀποφάσεις· ἀλλὰ μὴν τοῦτο ἀδύνατον, ὡς ἐδείκνυτο πρότερον, ἐν οἷς ἔλεγε φανερὸν δὲ ὅτι καὶ μία ἀπόφασις μιᾶς καταφάσεως· οὐκ ἄρα διαφέρουσιν αἱ εἰρημέναι προτάσεις ἀλλήλων. ἀλλὰ πόθεν δῆλον ὅτι τῷ διαφόρους εἶναι τὰς προτάσεις, περὶ ὧν ὁ λόγος, ἕπεται τὸ τῆς αὐτῆς καταφάσεως πλείονας εἶναι ἀποφάσεις; ὅτι, φησίν, εἰ ἑτέρα ἐστὶν ἡ ‘ἔστι λευκὸς ἄνθρωπος’ κατάφασις παρὰ τὴν ‘ἔστιν ἄνθρωπος λευκός’, διάφοροι αὐτῶν ἔσονται καὶ αἱ ἀποφάσεις, εἴπερ τῆς μιᾶς καταφάσεως μία ἀπόφασις· ἀλλὰ τῆς ‘ἔστι λευκὸς ἄνθρωπος’ ἀπόφασις ἡ ‘οὐκ ἔστι λευκὸς ἄνθρωπος’· τῆς ἄρα ‘ἔστιν ἄνθρωπος λευκός’ ἑτέρα τις ἔσται ἀπόφασις· οὐκοῦν ἢ τὴν ‘οὐκ ἔστιν ἄνθρωπος λευκός’ ἐρεῖς εἶναι αὐτῆς ἀπόφασιν ἢ τὴν ‘οὐκ ἔστιν οὐκ ἄνθρωπος λευκός’.

“名词和动词经换置后意谓相同的东西,例如‘存在白的人’——‘存在人是白的’;因为如果这不是真的,对于同一样事物将会有多个否定。然而已经表明,一个否定对应一个肯定。因为‘存在白的人’的否定是‘不存在白的人’,而对于‘存在人是白的’,若它不与‘存在白的人’相同,其否定就将或者是‘不存在非人是白的’,或者是‘不存在白的人’。但其中一个是‘存在非人是白的’的否定,另一个则是‘存在白的人’的否定;因此对于一个肯定将会有两个否定。由此显而易见,在名词和动词换置后,产生的是同一个肯定和否定。” 这条定理亦顺应先前向我们传授的内容;因为在讨论了相互依随的命题、换言之即彼此同真的命题之后,通过这些文句他教导我们,有些命题看似相异且彼此同真,但事实上除了言辞方面的差异外彼此毫无区别。而这类命题正是如他自己所言,换置名词和动词的命题,即换置主词和述词,正如他所列举的例证所表明的,‘存在人是白的’与‘存在白的人’;因为在此类命题中,当换置仅发生在述词和主词上时,他便说名词和动词被换置,称发音上的位序变动为换置,即我们在命题中将此说在彼之前,或将彼说在此之前;因为名词和动词的这种换置,就所意谓的事物而言并不对命题造成任何改变。因为就朗诵的韵律优美而言,名词和动词的这种排列造成极大的差异;因为‘往比雷埃夫斯我昨天下去’并不如‘我昨天往比雷埃夫斯下去’那样同等地悦耳。因此在修辞学家那里,不仅对希腊语名词和动词的选择,而且对它们的这种句法排列都有大量的论述。然而就所意谓的事物本身而言——哲学家们主要探讨的正是这一事物——此者与彼者毫无区别。此外,人们还谈到名词和动词的另一种换置,即从确定词项向不定词项的过渡,这会完全改变命题。但这与亚里士多德现在所传授的内容毫无关系。他极其严密地说,唯有名词和动词的换置保持命题相同,例如‘人正义的是——人是正义的——正义的人是——正义的是,人——是,人正义的——是,正义的人’;因为否定小词若自身单独被换置,就会完全改变命题,当它与主词结合时构成具有不定主词的肯定,与述词结合时构成依换置而来的肯定,而与‘是’结合或者在全称特称命题中与量词结合时则构成否定。然而,如果有人将它与它在最初命题中碰巧连用的词项一同换置,由于被换置的是不定动词而非否定小词自身单独[移动],即便如此命题仍保持相同,例如‘并非存在人是白的——人并非存在白的——人白的并非存在’。这些事情自然是显而易见的。 亚里士多德对于摆在我们面前的问题——即‘存在人是白的’与‘存在白的人’是相同的——是依据假言三段论的第二格来进行证明的,通过否定后件而一同否定前件。因为他说,如果上述命题不是相同的,就会得出同一肯定有多个否定的结果;但这显然是不可能的,正如先前在他所说‘显而易见,一个否定亦对应一个肯定’之处所表明的那样;因此上述命题彼此并不相异。然而,从所讨论的命题相异这一前提出发,何以显然会依随出同一肯定有多个否定呢?因为他说,如果肯定命题‘存在白的人’有别于‘存在人是白的’,既然一个否定对应一个肯定,它们的否定亦将彼此相异;但‘存在白的人’的否定是‘不存在白的人’;因此‘存在人是白的’的否定将是某种别的东西;于是你若不说它的否定是‘不存在人是白的’,就得说它是‘不存在非人是白的’。

语法注3 条
  1. 1.43πλείστην ὅσην ποιεῖ διαφορὰν

    πλείστην ὅσην 是惯用的强化结构(最高级与关系代词 ὅσος 结合),意为“极其巨大的”或“尽可能最大的”。在句法上充当定语,修饰 διαφορὰν(差异)。

  2. 1.43τῷ ῥῆμα ἀόριστον εἶναι τὸ μετατεθὲν ἀλλ’ οὐ καθ’ αὑτὸ τὸ ἀρνητικὸν μόριον

    带冠词不定式 τῷ ... εἶναι 是表示原因或理由的与格短语(“由于……事实”)。不定式 εἶναι 的逻辑主语为宾格 τὸ μετατεθέν(“被换置的事物”),ῥῆμα ἀόριστον(“不定动词”)为其宾格表语。在 ἀλλ’ οὐ 之后并列了 καθ’ αὑτὸ τὸ ἀρνητικὸν μόριον(“否定小词自身单独”),作为对比项。

  3. 1.43κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν τῇ ἀναιρέσει τοῦ ἑπομένου τὸ ἡγούμενον συναναιρῶν

    此句指假言三段论的“第二格”(即否定后件律 modus tollens)。现在分词 συναναιρῶν 以亚里士多德为主语,支配直接宾语 τὸ ἡγούμενον(前件),并与手段与格 τῇ ἀναιρέσει τοῦ ἑπομένου(通过否定后件)相连,表示逻辑上的反驳过程。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:191.5-193.2