- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:190.1-191.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在20a37中对具有不定主词命题的依随关系的讨论,阿摩尼乌梳理了该讨论在经历插叙后得以恢复的上下文脉络,并解释了支配其等值关系的规则。
" Σημαίνει δὲ τὸ ἔστι πᾶς οὐκ ἄνθρωπος δίκαιος οὐδεμιᾷ ἐκείνων ταὐτόν, οὐδὲ ἡ ἀντικειμένη ταύτῃ ἡ οὐκ ἔστι πᾶς οὐκ ἄνθρωπος δίκαιος· τὸ δὲ πᾶς οὐ δίκαιος οὐκ ἄνθρωπος τῷ οὐδεὶς δίκαιος οὐκ ἄνθρωπος ταὐτὸν σημαίνει." Συνεχῆ μὲν ἐχρῆν εἶναι1 τὰ διὰ τούτων λεγόμενα τοῖς πρότερον εἰρημένοις περὶ τῶν ἀκολουθουσῶν ἀλλήλαις προτάσεων, ἐν οἷς ἔλεγεν ἀκολουθοῦσι δὲ αὗται· παραδοὺς γὰρ ἡμῖν ἐν ἐκείνοις τὴν ἀκολουθίαν τῶν ἐξ ὡρισμένου τοῦ ὑποκειμένου προτάσεων, ἐν τούτοις παραδίδωσιν ὅπως καὶ αἱ ἀόριστον ἔχουσαι τὸν ὑποκείμενον ἀκολουθοῦσιν ἀλλήλαις. ἀλλὰ διέκοψε τὸ συνεχὲς τῆς διδασκαλίας προσεχῶς μὲν ἡ διάκρισις τῶν ἀορίστων ὀνομάτων τε καὶ ῥημάτων ἀπὸ τῶν ἀποφάσεων, πρὸ ἐκείνου δὲ ἡ διδασκαλία τοῦ πῶς τῶν καταφάσεων τῶν ἁπλῶν ψευδομένων αἱ ἀόριστον ἔχουσαι τὸν κατηγορούμενον ἐξ ἀνάγκης ἀληθεύουσιν, ὅπερ ἦν ἀντικείμενον μέν πως τοῖς περὶ τῆς ἀκολουθίας εἰρημένοις,2 συγγενὲς δὲ ὅμως πρὸς αὐτὰ καὶ παραλαμβάνον προτάσεις τὰς μὲν ἐξ ἀμφοτέρων τῶν ὅρων ὡρισμένων τὰς δὲ ἐξ ὡρισμένου μὲν τοῦ ὑποκειμένου ἀορίστου δὲ τοῦ κατηγορουμένου. μετ’ ἐκεῖνα οὖν μέλλων ἡμῖν παραδιδόναι τὴν ἀκολουθίαν, ὡς εἴρηται, τῶν ἐξ ἀορίστου τοῦ ὑποκειμένου προτάσεων, ἀναγκαίως πρός τε τὰ προλαβόντα καὶ πρὸς τὰ ἐπάγεσθαι μέλλοντα περὶ αὐτῶν τῶν ἀορίστων διείλεκται φωνῶν, ποίαν ἔχουσι δύναμιν. διὸ μετὰ ταῦτα εἰκότως τὸ ἀκόλουθον ἐκείνοις ἀποδιδοὺς προστίθησιν ὅπως ἕπονται ἀλλήλαις αἱ ἀόριστον ἔχουσαι τὸν ὑποκείμενον προτάσεις. καὶ πρῶτον μὲν ἐπισημαίνεται ὅτι ἄλλο εἶδος τῶν τοιούτων προτάσεων παρὰ τὰς ἐξ ὡρισμένου τοῦ ὑποκειμένου· τὸ γὰρ οὐδεμιᾷ ἐκείνων λέγει περὶ τῶν ὡρισμένον ἐχουσῶν τὸν ὑποκείμενον, ὧν πρότερον παραδέδωκε τὴν ἀκολουθίαν· πῶς γὰρ ταὐτὸν ἂν σημαίνοιεν αἱ ἐξ ἀορίστου τοῦ ὑποκειμένου ταῖς ἐξ ὡρισμένου; εἶτα καὶ ἐπὶ τούτων μίαν πρότασιν ἐκθέμενος ἄμφω ἔχουσαν ἀόριστα, τό τε ὑποκείμενον καὶ τὸ κατηγορούμενον, τὴν ‘πᾶς οὐκ ἄνθρωπος οὐ δίκαιός ἐστι’, καὶ ἀκολουθεῖν αὐτῇ ἀποφηνάμενος τὴν ‘οὐδεὶς οὐκ ἄνθρωπος δίκαιός ἐστι’, μεταβέβηκεν ἐπὶ ἑτέρου θεωρήματος ἐπίσκεψιν. εἰ δὲ βούλοιτό τις καὶ ἄλλῃ οἵᾳ δήποτε προτάσει τῶν ἐξ ἀορίστου τοῦ ὑποκειμένου τὴν ἀκολουθοῦσαν εὑρεῖν, ῥᾳδίαν ἕξει τὴν εὕρεσιν ἀπὸ τῶν πρότερον ἡμῖν παραδεδομένων κανόνων. φανερὸν δὲ ὅτι καὶ τὰ εἰρημένα μετὰ τὴν θεωρίαν τῆς ἀκολουθήσεως τῶν ἐξ ὡρισμένου τοῦ ὑποκειμένου προτάσεων περὶ τοῦ ψευδομένης τῆς ἁπλῆς ἐν αὐταῖς καταφάσεως τὴν ἐκ μεταθέσεως ποτὲ μὲν ἀληθῆ ποτὲ δὲ ψευδῆ καταλαμβάνεσθαι παραπλησίως ἐκείναις ἁρμόσει καὶ ἐπὶ τῶν ἀόριστον ἐχουσῶν τὸν ὑποκείμενον, ὅπερ Ἀριστοτέλης ὡς ἐναργὲς ἔοικε παραλελοιπέναι.3
“然而‘每个非人是正义的’与那些命题中的任何一个都不意谓相同的东西,与此相对立的‘并非每个非人是正义的’亦非如此;但是‘每个非人是非正义的’与‘没有非人是正义的’意谓相同的东西。” 通过这些文句所言说的内容,原本应当与先前关于相互依随的命题所言及者相连续,他在彼处曾说“而这些是相互依随的”;因为在那些地方向我们传授了主词确定的命题的依随关系之后,在此处他又传授了具有不定主词的命题如何亦相互依随。然而教学的连贯性被打断了,最近的是由不定名词和不定动词与否定的区分所打断,而在那之前,则是由关于在简单肯定为假时具有不定述词的〔肯定〕如何必然为真的教学所打断,这一点在某种程度上虽与关于依随关系所言及者相对立,但终究与它们同类,分别选取了两个词项皆确定的命题,以及主词确定而述词不定的命题。因此,正如所说,在那些内容之后他既将向我们传授主词不定的命题的依随关系,便必然地既针对先前的内容又针对即将引入的内容,讨论了这些不定言语本身具有怎样的功能。因此在此之后,他合乎情理地提供顺应那些论述的内容,补充了具有不定主词的命题如何相互依随。首先他指出,此类命题是不同于主词确定的命题的另一类种;因为他所谓“与那些命题中的任何一个”,乃是针对具有确定主词的命题而言的,他先前已传授了那些命题的依随关系;因为主词不定的命题怎能与主词确定的命题意谓相同的东西呢?接着,对于这些命题,他亦提出了一个主词和述词两者皆为不定的单一命题,即‘每个非人是非正义的’,并断言‘没有非人是正义的’依随于它,随后便转向了对另一条定理的考察。但若有人希望为具有不定主词的命题中的任何其他命题找出与其依随者,依据先前向我们传授的规则,他将容易地找到。显而易见的是,在考察了主词确定的命题的依随关系之后所言及的关于其中简单肯定为假时依换置而来的命题有时为真有时为假的内容,亦将以与那些命题极其相似的方式适用于具有不定主词的命题,这一点亚里士多德似乎因其显明而略去了。
- 1.42Συνεχῆ μὲν ἐχρῆν εἶναι
过去未完体动词 ἐχρῆν 加上现在时不定词 εἶναι 构成的句式,表示与事实相反的评述,即按理论次序原本应当直接相承,但实际上被两段插话所打断。
- 1.42ὅπερ ἦν ἀντικείμενον μέν πως τοῖς περὶ τῆς ἀκολουθίας εἰρημένοις
中性关系代名词 ὅπερ 的先行词为前面紧邻的内容(即简单肯定为假时不定述词肯定必然为真的教学),并作系动词 ἦν 及其分词补足语 ἀντικείμενον 的主语。
- 1.42ὅπερ Ἀριστοτέλης ὡς ἐναργὲς ἔοικε παραλελοιπέναι
关系代名词 ὅπερ 指代前一整句陈述的事实(即主词确定的命题中关于换置命题真伪的考察同样适用于主词不定的命题),在句中作不定词 παραλελοιπέναι 的直接宾语。
