← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§188.15-189.31

不定名词与不定动词并非否定命题

注解亚里士多德《解释篇》20a3,论证诸如“非人”与“非正义”等不定名词和不定动词单独存在时并不具有真假,因而绝非否定命题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.41

" Αἱ δὲ κατὰ τὰ ἀόριστα ἀντικείμεναι ὀνόματα καὶ ῥήματα,1 οἷον ἐπὶ τοῦ μὴ ἄνθρωπος καὶ μὴ δίκαιος, ὥσπερ ἀποφάσεις ἄνευ ὀνόματος καὶ ῥήματος δόξαιεν ἂν εἶναι, οὐκ εἰσὶ δέ· ἀεὶ γὰρ ἀληθεύειν ἀνάγκη ἢ ψεύδεσθαι τὴν ἀπόφασιν, ὁ δ’ εἰπὼν οὐκ ἄνθρωπος οὐδὲν μᾶλλον τοῦ ἄνθρωπος2 ἀλλὰ καὶ ἧττον ἠλήθευκεν ἢ ἔψευσται, ἐὰν μή τι προστεθῇ." Πρὸς μὲν τῷ συμπεράσματι τοῦ δευτέρου κεφαλαίου παραδιδοὺς ἡμῖν τὰς ἐξ ἀορίστου τοῦ ὑποκειμένου προτάσεις ἐνεδείκνυτο, ὡς καὶ ἐν ἐκείνοις ἐπεσημηνάμεθα, ὅτι τὰ ἀόριστα ὀνόματα ὑποπτευθεῖεν μὲν ἂν ἀποφάσεις εἶναι, οὐ μέντοι καὶ οὕτως ἔχουσι, δι’ ὧν ἔλεγεν ἄνευ δὲ ῥήματος οὐδεμία κατάφασις· ἐν δέ γε τούτοις διττὴν ἡμῖν διαφορὰν τῶν προτάσεων πρότερόν τε παραδοὺς καὶ ἑξῆς ἐπάγειν μέλλων, τὴν μὲν κατὰ τὸ ὡρισμένον καὶ ἀόριστον τῶν ὑποκειμένων τὴν δὲ κατὰ τὸ ὡρισμένον καὶ ἀόριστον τῶν κατηγορουμένων, εἰκότως ηὐλαβήθη μὴ τὸ οὐ ἀποφατικὸν μόριον συντεταγμένον τοῖς τε ὀνόμασιν ἐν τοῖς ἀορίστοις ὑποκειμένοις καὶ τοῖς ῥήμασιν ἐν τοῖς ἀορίστοις κατηγορουμένοις ποιήσῃ τῶν ἁπλουστέρων τινὰς ὑπολαβεῖν ὅτι καὶ αὐτὰ καθ’ αὑτὰ λεγόμενα τὰ ἀόριστα ὀνόματα καὶ τὰ ἀόριστα ῥήματα δύνανται ποιεῖν ἀποφάσεις, καὶ τὴν γενομένην ἂν ἐντεῦθεν ἀπάτην εὐθὺς ἰάσατο ἐπιδείξας ὅσον διεστήκασι τῶν ἀποφάσεων. φησὶν οὖν αἱ δὲ κατὰ τὰ ἀόριστα ἀντικείμεναι ὀνόματα καὶ ῥήματα, ἐλλιπῶς αὐτὸ διὰ συντομίαν ἀπαγγείλας· οὔτε γὰρ τίνες αἱ ἀντικείμεναι εἴρηται οὔτε τίσιν ἀντικείμεναι. τὸ δὲ πλῆρες τῆς λέξεως εἴη ἂν ‘αἱ δὲ φωναὶ αἱ κατὰ τὰ ἀόριστα ὀνόματα καὶ ῥήματα ἀντικείμεναι ταῖς κατὰ τὰ ὡρισμένα δόξαιεν ἂν αὐτῶν ἐκείνων τῶν ὡρισμένων εἶναι ἀποφάσεις, αἱ μὲν τῶν ἀορίστων ὀνομάτων φωναὶ ἀποφάσεις οὖσαι ἄνευ ῥήματος, αἱ δὲ τῶν ἀορίστων ῥημάτων ἀποφάσεις ἄνευ ὀνόματος, ὡς τῆς ὄντως ἀποφάσεως ἐξ ἀμφοῖν συμπληροῦσθαι ὀφειλούσης, ὀνόματός τε καὶ ῥήματος’. οὐ μέντοι, φησί, καὶ ὄντως εἰσὶν ἀποφάσεις. καὶ συλλογίζεται τοῦτο ἐναργῶς ἐν δευτέρῳ σχήματι, λέγων ὅτι τὰς μὲν ἀποφάσεις λόγους οὔσας ἀποφαντικοὺς πᾶσα ἀνάγκη ἀληθεύειν ἢ ψεύδεσθαι, τὰ δὲ ἀόριστα ὀνόματα, οἷον τὸ οὐκ ἄνθρωπος, καὶ τὰ ἀόριστα ῥήματα, οἷον τὸ οὐ δίκαιος, οὔτε ἀληθὲς οὔτε ψεῦδος οὐδὲν σημαίνειν δυνατόν· οὐκ ἄρα ταῦτα ἀποφάσεις. ὅτι δὲ οὐδὲν σημαίνουσιν ἀληθὲς ἢ ψεῦδος, ἐναργῶς κατεσκεύασε παραβάλλων αὐτὰ πρὸς τὰ ὡρισμένα ὀνόματά τε καὶ ῥήματα καὶ χρώμενος τῇ ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον ἐπιχειρήσει· εἰ γὰρ τὰ ὡρισμένα φύσιν τινὰ ὡρισμένην σημαίνοντα καὶ κατ’ αὐτὸ τοῦτο τῶν ἀορίστων ἐπιτηδειότερα ὄντα πρὸς τὸ σημῆναί τι ἀληθὲς ἢ ψεῦδος, εἴπερ ἐπεφύκει ταῦτα ἐν ἁπλαῖς θεωρεῖσθαι φωναῖς, οὐδὲν ὅμως σημαίνει τοιοῦτον, ὡς εἴρηται πολλάκις ἐν τοῖς προλαβοῦσι, τὰ ἄρα ἀόριστα τὰς μὲν ὑπὸ τῶν ὡρισμένων δηλουμένας φύσεις ἀναιροῦντα οὐδεμίαν δὲ ἄλλην εἰσάγοντα, ἀλλ’ ὁμοίως πᾶσιν οὖσί τε καὶ μὴ οὖσιν ἐφαρμόττειν δυνάμενα πολλῷ ἂν μᾶλλον ἀφεστήκοι τοῦ σημαίνειν τι ἀληθὲς ἢ ψεῦδος,3 ὅπερ αὐτὸς ἐνεδείξατο· ἧττον αὐτὰ ἐκείνων ἀληθεύειν ἢ ψεύδεσθαι εἰπών, ἂν μή τι προστεθῇ· ἐὰν γὰρ ἢ τῷ ἀορίστῳ ὀνόματι ῥῆμά τι προσθῶμεν (οὐ μόνον τὸ κατὰ τὸ κατηγορεῖσθαι λεγόμενον ῥῆμα, οἷον τὸ δίκαιος, ἀλλὰ πρὸς τούτῳ καὶ τὸ χρόνον τινὰ προσσημαῖνον), ἢ τῷ κατὰ τὸ κατηγορεῖσθαι ἀορίστῳ λεγομένῳ ῥήματι, οἷον τῷ οὐ δίκαιος, ὄνομά τε καὶ τὸ κατὰ χρόνον λεγόμενον ῥῆμα, ἢ τῷ οὐ περιπατεῖ καὶ πᾶσι τοῖς κατὰ χρόνον λεγομένοις ὄνομα μόνον, τότε ποιοῦμεν αὐτοτελῆ λόγον ἀληθείας ἢ ψεύδους δεκτικόν.

“依不定名词和[不定]动词相对立者,例如在‘非人’与‘非正义’的情形中,似乎可以被看作没有名词和动词的否定,但它们并非如此;因为否定必然始终为真或为假,但说了‘非人’的人并不比[说了]‘人’的人更多地说了真话或假话,反而更少如此,除非有所增补。” 在第二章的结尾向我们传授主词为不定的命题时,正如我们在那些地方所指出的,他通过说“没有动词便没有任何肯定”,就已暗示不定名词虽可能被怀疑为否定,但实际上并非如此;而在这些论述中,他先前已向我们传授了命题的双重区分,且随后亦将引入该区分——其一依主词的确定与不定,其二依述词的确定与不定——因此,他理所当然地戒惧否定小辞“非”与不定主词中的名词以及不定述词中的动词相结合,可能会使某些质朴之人误以为即便独立表述,不定名词和不定动词自身亦能构成否定,于是他通过指明它们与否定相距何其遥远,立即纠正了由此可能产生的误解。因此他说“依不定名词和动词相对立者”,因简略而省减地表述了这一点;因为既未说明什么是相对立者,亦未说明与何者相对立。其文句的完整形式应为:“依不定名词和动词而与依确定者相对立的言语,似乎可以是那些确定者自身的否定,不定名词的言语是没有动词的否定,不定动词的言语是没有名词的否定,因为真正的否定理应由两者即名词和动词共同补足”。然而他说,它们并非真正是否定。他在第二格中清晰地推导了这一点,说作为断言性语句的否定命题全然必然为真或为假,而诸如‘非人’之类的不定名词和诸如‘非正义’之类的不定动词不可能意谓任何真或假;因此这些并非否定。至于它们绝不意谓真或假,他通过将它们与确定的名词及动词相比较,并使用从“更多与更少”出发的论证,清晰地确立了这一点:因为如果确定的词项意谓某种确定的本性,并正因这一点而在意谓某种真或假方面比不定者更为适合(若真伪本来就适于在单纯言语中被观察到的话),却仍然不意谓任何此类东西(正如在先前的内容中多次言及的那样),那么,取消由确定者所指明的本性且不引入任何其他本性、反而能够同等地适用于所有存在者与不存在者的不定者,就将远远更加不可能意谓任何真或假,这正是他自身所暗示的,即说除非有所增补,否则它们比那些确定者更少言说了真或假;因为如果我们或者给不定名词增补某个动词(不仅是依被述谓而言的动词,如‘正义’,而且在此之外还需附带共表时间的动词),或者给依被述谓而不定地言说的动词(如‘非正义’)增补名词以及依时间而言说的动词,或者给‘不散步’以及所有依时间而言说者仅增补名词,彼时我们便构成了一个能够容纳真或假的完整语句。

语法注3 条
  1. 1.41Αἱ δὲ κατὰ τὰ ἀόριστα ἀντικείμεναι ὀνόματα καὶ ῥήματα

    正如阿摩尼奥斯自身所指出的,在支配主动词 δόξαιεν ἂν εἶναι 的主语短语中,相对立的主体(言语或语词)以及对立的客体(确定的名词与动词)皆未直接言明,措辞极为省减。阿摩尼奥斯将其补足理解为“依不定名词和动词而与依确定者相对立的言语(αἱ φωναί)”。

  2. 1.41ὁ δ’ εἰπὼν οὐκ ἄνθρωπος οὐδὲν μᾶλλον τοῦ ἄνθρωπος

    属格 τοῦ ἄνθρωπος 为比较属格,省略补充了前文的 ὁ εἰπών,即与“说了‘人’的人(τοῦ εἰπόντος ἄνθρωπος)”进行比较。因此该句理解为:说了‘非人’的人,并不比说了‘人’的人更多地言说了真或假。

  3. 1.41πολλῷ ἂν μᾶλλον ἀφεστήκοι τοῦ σημαίνειν τι ἀληθὲς ἢ ψεῦδος

    该句的骨架是由条件从句 εἰ γὰρ τὰ ὡρισμένα ... οὐδὲν ὅμως σημαίνει τοιοῦτον(“因为若确定的词项……依然不意谓任何此类东西”)引导,引出“由大至小/更甚论证”(ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον)的归结主句 τὰ ἄρα ἀόριστα ... πολλῷ ἂν μᾶλλον ἀφεστήκοι(“那么不定词项……将远远更加不可能”)。ἀφεστήκοι 是带有潜在 ἄν 的希求法(完成体希求法)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:188.15-189.31