← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§17.14-19.3

事物思想声音文字四层级与真伪所在

围绕亚里士多德《解释篇》16a3的引文,阿摩尼乌斯论述了事物、思想、声音和文字的四重序列,区分了依自然与依约定的存在,并确定了真伪所在之处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#1

" Ἔστι μὲν οὖν τὰ ἐν τῇ φωνῇ τῶν ἐν τῇ ψυχῇ παθημάτων σύμβολα, καὶ τὰ γραφόμενα τῶν ἐν τῇ φωνῇ. καὶ ὥσπερ οὐδὲ γράμματα πᾶσι τὰ αὐτά, οὕτως οὐδὲ φωναὶ αἱ αὐταί· ὧν μέντοι ταῦτα σημεῖα πρώτως, ταὐτὰ πᾶσι παθήματα τῆς ψυχῆς, καὶ ὧν ταῦτα ὁμοιώματα, πράγματα ἤδη ταὐτά.1 περὶ μὲν οὖν τούτων εἴρηται ἐν τοῖς Περὶ ψυχῆς· ἄλλης γὰρ πραγματείας.2" Ἦν μὲν ἀκόλουθον κατὰ τὰ ἐπηγγελμένα τοὺς ὁρισμοὺς ἑξῆς ἀποδοῦναι τοῦ ὀνόματος καὶ τοῦ ῥήματος, ἀλλ’ ἐπεὶ οὐ πᾶσα λέξις ὄνομα ἢ ῥῆμα (ἡ γὰρ ἄσημος οἷον βλίτυρι καὶ σκινδαψὸς οὐδέτερον τούτων) καὶ διαφέρουσι τὰ ὀνόματα καὶ τὰ ῥήματα τῶν ἀσήμων φωνῶν κατὰ τὸ σημαντικά τινων εἶναι, πρότερον ἡμᾶς ὁ Ἀριστοτέλης διδάσκει διὰ τούτων, τίνα ἐστὶ τὰ προηγουμένως καὶ προσεχῶς ὑπ’ αὐτῶν σημαινόμενα, καὶ ὅτι τὰ νοήματα, διὰ δὲ τούτων μέσων τὰ πράγματα, καὶ οὐδὲν ἕτερον δεῖ παρὰ ταῦτα ἐπινοεῖν μέσον τοῦ τε νοήματος καὶ τοῦ πράγματος, ὅπερ οἱ ἀπὸ τῆς Στοᾶς ὑποτιθέμενοι λεκτὸν ἠξίουν ὀνομάζειν. ταῦτά τε οὖν παραδοθήσεται διὰ τῶν νυνὶ λεγομένων καὶ προηγουμένως ἐν τίσι τῶν ὁπωσοῦν ὄντων χρὴ ζητεῖν τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος. ὑπὲρ ὧν νῦν ἡμῖν ἡ σκέψις, πότερον ἐν τοῖς πράγμασιν ἢ ἐν τοῖς νοήμασιν ἢ ἐν ταῖς φωναῖς ἢ ἐν δύο τισὶ τούτων ἢ καὶ ἐν πᾶσι, καὶ εἰ ἐν φωναῖς, ποίαις ταύταις, πότερον τοῖς ὀνόμασι καὶ τοῖς ῥήμασιν ἢ τοῖς ἐκ τούτων συγκειμένοις λόγοις. καὶ διορισθήσεται ὅτι τὰ μὲν ὀνόματα καὶ τὰ ῥήματα φωναί εἰσιν ἁπλαῖ μήτε ἀλήθειαν μήτε ψεῦδος σημαίνουσαι, ὡς καὶ ἐν τοῖς προοιμίοις εἴρηται τῶν Κατηγοριῶν. περὶ δὲ τὸν ἐκ τῆς συμπλοκῆς αὐτῶν ἀποτελούμενον ἀποφαντικὸν λόγον θεωρεῖται τό τε ἀληθὲς καὶ τὸ ψεῦδος, καὶ ὡς πρὸ τῶν φωνῶν περὶ τὰ νοήματα θεωρεῖται ταῦτα ὡς αἴτια τῶν φωνῶν ὄντα· καὶ γὰρ τούτων τὰ μέν ἐστιν ἁπλᾶ τὰ ὑπὸ τῶν ἁπλῶν σημαινόμενα φωνῶν οὐδεμίαν οὔτε ἀλήθειαν οὔτε ψεῦδος ἐπιδεχόμενα, τὰ δὲ σύνθετα τὰ περὶ τῶν συνθέτων πραγμάτων καὶ ὑπὸ τῶν συμπεπλεγμένων δηλούμενα φωνῶν δεκτικὰ ὄντα ψεύδους τε καὶ ἀληθείας. ἐν δέ γε αὐτοῖς καθ’ αὑτὰ τοῖς πράγμασιν οὐκ ἄν τις ἔτι ταῦτα οὐδὲ τοῖς συνθέτοις ἐπινοήσειε. καὶ δῆλον ὅτι εἰκότως ἐν τούτοις ὁ Ἀριστοτέλης, πρὶν ἀποδοῦναι τοῦ ὀνόματος καὶ τοῦ ῥήματος τοὺς ὁρισμούς, περὶ τούτων διορίζεται· καὶ γὰρ ἔδει τὸν περὶ ψεύδους τε καὶ ἀληθείας ἐν τούτῳ πρῶτον τῷ βιβλίῳ θεωρῆσαι προθέμενον παραδοῦναι ἡμῖν ἐκ προοιμίων τά τε δεκτικὰ τούτων ἑκατέρου καὶ τὰ μηδέτερον αὐτῶν δέχεσθαι πεφυκότα, καὶ ὑπομνήσαντα ὅτι τὸ μὲν ἐν ταῖς συνθέτοις θεωρεῖται φωναῖς τὸ δὲ ἐν ταῖς ἁπλαῖς, ἐπὶ τούτῳ διελεῖν3 τὰς μὲν ἁπλᾶς φωνὰς καὶ ἀνεπιδέκτους ἢ ψεύδους ἢ ἀληθείας εἰς τὸ ὄνομα καὶ τὸ ῥῆμα, τὰς δὲ συνθέτους ἐκ τούτων καὶ πάντως ἢ ἀληθευούσας ἢ ψευδομένας (ταὐτὸν δὲ εἰπεῖν, τὰς κατὰ τὸν ἀποφαντικὸν λόγον) εἰς τὰ οἰκεῖα πάλιν εἴδη, τήν τε κατάφασιν καὶ τὴν ἀπόφασιν. Τούτων οὕτως ἐχόντων διαρθροῦντες ἡμεῖς τὰ ὑπὸ τοῦ φιλοσόφου παραδιδόμενα λέγομεν ὅτι τέτταρα ταῦτα παραλαμβάνει διὰ τούτων ὡς χρήσιμα πρὸς τὴν προκειμένην θεωρίαν, πράγματά τε καὶ νοήματα καὶ ἔτι φωνὰς καὶ γράμματα. ἐν οἷς πρώτην μὲν ἔχει τάξιν τὰ πράγματα δευτέραν δὲ τὰ νοήματα τρίτην αἱ φωναὶ καὶ τελευταίαν τὰ γράμματα· τὰ μὲν γὰρ νοήματα τέλος ἔχει τὴν τῶν πραγμάτων κατάληψιν, καὶ τότε ὄντως νοήματά ἐστιν, ὅταν αὐτοῖς ὥσπερ ἐφαρμοσθῇ τοῖς πράγμασιν· εἰκόνες γάρ εἰσιν ἐν τῇ ψυχῇ τῶν πραγμάτων. αἱ δὲ φωναὶ τῶν νοημάτων εἰσὶν ἐξαγγελτικαὶ καὶ διὰ τοῦτο δέδονται ἡμῖν ὑπὸ τῆς φύσεως πρὸς τὸ δι’ αὐτῶν σημαίνειν ἡμᾶς τὰς ἐννοίας τῆς ψυχῆς, ἵνα καὶ δυνώμεθα κοινωνεῖν ἀλλήλοις καὶ συμπολιτεύεσθαι· κοινωνικὸν γὰρ ζῷον ὁ ἄνθρωπος· διόπερ οἱ μὴ κεχρημένοι ταῖς αὐταῖς φωναῖς οὐδὲ κοινωνοῦσι πολιτείας ἀλλήλοις ὡς μὴ γινώσκοντες τὰς ἀλλήλων ἐννοίας. τὰ δὲ γράμματα τέλος ἔχει τὸ διαφυλάττειν τὴν μνήμην τῶν φωνῶν. τούτων δὲ τῶν τεττάρων τὰ μὲν δύο φύσει εἶναί φησιν ὁ Ἀριστοτέλης, τὰ δὲ δύο θέσει· φύσει μὲν τά τε πράγματα καὶ τὰ νοήματα, θέσει δὲ τάς τε φωνὰς καὶ τὰ γράμματα.

“因此,声音中的东西是灵魂中诸情状的符号,而写下的东西是声音中诸东西的符号。正如文字并非对所有人都是相同的,声音也同样不是相同的;然而,这些声音作为其最初标记的东西——灵魂的情状,对所有人都是相同的,而这些情状作为其相似物的东西——实际事物,便已经是相同的了。关于这些,在《论灵魂》中已有论述;因为这属于另一论著。” 按照所作的预告,顺理成章的做法本应是接着给出名词和动词的定义,但由于并非所有的言语都是名词或动词(因为像‘布利提里’和‘斯金达普索斯’这样无意义的言语两者都不是),而且名词和动词与无意义的声音的区别在于具有指称某些事物的意义,因此亚里士多德首先通过这些话教导我们,什么是由它们主要且直接指称的东西,指出它们是思想,并通过这些作为中介而指称实际事物,而在思想与事物之间无须构想任何除此以外的中介,即斯多亚派所假定并认为值得称作‘所表’的那种东西。因此,通过当下的论述将传授这些内容,并且主要传授在无论以何种方式存在的事物中,应当在何者之中探求真与假。现在我们的考察正是关于这些:究竟是在事物中,在思想中,在声音中,还是在这其中的某两者中,或者甚至是在所有这些之中;如果是在声音中,又是在怎样的声音中,是在名词和动词中,还是在由它们构成的言辞中。并且将明确指出:名词和动词是单纯的声音,既不表示真也不表示假,正如在《范畴篇》的前言中所说的那样;而在由它们的结合所产生的断言性言辞中,才考察真与假,并且在声音之前,在作为声音之原因的思想中考察它们。因为在这些思想中,有些也是单纯的,由单纯的声音所指称,不容纳任何真或假;而有些是复合的,关乎复合的事物并由结合的声音所表明,能够接纳假与真。但在事物自身之中,任何人都不可能再构想出这些,即便在复合的事物中也是如此。显而易见,亚里士多德在给出名词和动词的定义之前,合理地在这些话中对此作出了规定;因为对于打算在这部书中首先考察假与真的人来说,必须从前言起向我们传授能够接纳这两者中每一方的项,以及生来不接纳这两者中任何一方的项,并在提醒人们前者是在复合声音中考察、后者是在单纯声音中考察之后,在此基础上,将不能容纳假或真的单纯声音区分为名词和动词,而将由它们复合而成的、必然或真或假的声音(同样可以说,即依从于断言性言辞的声音),再次区分为其固有的种,即肯定与否定。 事情既然如此,我们在分疏哲学家所传授的内容时说,他通过这些话采用了这四项作为对摆在面前的考察有用的内容:事物、思想,以及声音与文字。在这些当中,事物占有第一位阶,思想占有第二位阶,声音占有第三位阶,文字占有最末位阶;因为思想以把握事物为目的,而且当思想宛如契合于事物本身时,它才是真正的思想;因为它们是事物在灵魂中的画像。而声音则是传达思想的,正因如此由自然赋予我们,以便我们通过它们来表示灵魂的概念,从而使我们能够彼此交往并过共同的城邦生活;因为人是社会性动物;因此,不使用相同声音的人甚至不能彼此共享城邦生活,因为不知道彼此的概念。而文字则以保存声音的记忆为目的。在这四者之中,亚里士多德说有两项依自然存在,有两项依约定存在:事物和思想依自然存在,而声音和文字依约定存在。

语法注3 条
  1. 1.3ὧν μέντοι ταῦτα σημεῖα πρώτως, ταὐτὰ πᾶσι παθήματα τῆς ψυχῆς, καὶ ὧν ταῦτα ὁμοιώματα, πράγματα ἤδη ταὐτά

    关系代词 ὧν 的先行词分别是其各自后置的主语(第一分句中为 παθήματα τῆς ψυχῆς,第二分句中为 πράγματα),属于前置倒装。此外,指示代词 ταῦτα 在前一处指上文提到的“声音”(φωναί),在后一处则指前述“灵魂的情状”(παθήματα τῆς ψυχῆς)。

  2. 1.3ἄλλης γὰρ πραγματείας

    属格 ἄλλης πραγματείας 为表所属的述谓性属格,省略了系动词 ἐστίν 或 οἰκεῖόν ἐστιν,意为“因为[这属于]另一论著”。

  3. 1.3καὶ ὑπομνήσαντα ὅτι τὸ μὲν ἐν ταῖς συνθέτοις θεωρεῖται φωναῖς τὸ δὲ ἐν ταῖς ἁπλαῖς, ἐπὶ τούτῳ διελεῖν

    分词 ὑπομνήσαντα 为宾格,与前文不定式的逻辑主语 τὸν... θεωρῆσαι προθέμενον(“打算考察……的人”)保持一致,在句法上连接由无人称动词 ἔδει 所统辖的一系列不定式(παραδοῦναι... διελεῖν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:17.14-19.3