← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§186.18-188.14

换位肯定命题的真假与依量而定的对立关系

阿摩尼奥斯阐释了为何在单纯肯定命题为假时,换位肯定命题在单称命题中必然为真,而在全称命题中因与肯定命题具有相反对立关系而同假,并进一步将此规则推广至不定量命题和特称命题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.40

" Φανερὸν δὲ καὶ ὅτι ἐπὶ μὲν τῶν καθ’ ἕκαστον, εἰ ἀληθὲς ἐρωτηθέντα ἀποφῆσαι, ὅτι καὶ καταφῆσαι ἀληθές·1 οἷον ἆρά γε Σωκράτης σοφός; οὔ· Σωκράτης ἄρα οὐ σοφός. ἐπὶ δὲ τῶν καθόλου οὐκ ἀληθὴς ἡ ὁμοίως λεγομένη, ἀληθὴς δὲ ἡ ἀπόφασις· οἷον ἆρά γε πᾶς ἄνθρωπος σοφός; οὔ· πᾶς ἄρα ἄνθρωπος οὐ σοφός· τοῦτο γὰρ ψεῦδος, ἀλλὰ τὸ οὐ πᾶς ἄρα ἄνθρωπος σοφός ἀληθές. αὕτη δέ ἐστιν ἡ ἀντικειμένη, ἐκείνη δὲ ἡ ἐναντία." Ἀκόλουθόν ἐστι τοῦτο τὸ θεώρημα τῷ προσεχῶς παραδεδομένῳ καὶ δι’ ἐκείνου λαμβάνον τὴν πίστιν· πρότερον μὲν γὰρ ἐδίδασκεν ἡμᾶς ποίᾳ ἀληθεῖ καταφάσει συναληθεύσει ἀπόφασις ὁμοίως αὐτῇ κατὰ τὸ ποσὸν ἔχουσα, νῦν δὲ διδάσκει ποίας μὲν ἁπλῆς καταφάσεως ψευδομένης τὴν ἐπὶ τῶν αὐτῶν ὅρων καὶ κατὰ τὸ αὐτὸ ποσὸν λεγομένην ἐκ μεταθέσεως κατάφασιν ἀληθεύειν ἀνάγκη, ποίας δὲ ἀδύνατον. καί φησιν ὅτι ἐπὶ μὲν τῶν καθ’ ἕκαστον ψευδομένης τῆς ἁπλῆς καταφάσεως τὴν ἐκ μεταθέσεως κατάφασιν ἀναγκαῖον ἀληθεύειν, ἐπὶ δὲ τῶν καθόλου ὡς καθόλου συμψεύδεσθαι ἀνάγκη τῇ ἁπλῇ καταφάσει τὴν ἐκ μεταθέσεως. εἶτα καὶ πρὸς τὰς διαλεκτικὰς συνουσίας χρήσιμον τὸ θεώρημα ποιῶν ἡμᾶς τε προσεκτικωτέρους πρὸς τὸ μὴ προχείρως συγχωρεῖν ἀπὸ τοῦ περί τινας τῶν προτάσεων συμβαίνοντος ὅτι καὶ ἐπὶ πασῶν τῶν ὁμοίως λεγομένων ὡσαύτως ἔχει, προάγει τὸν λόγον ὡς ἐν ἐρωτήσει λεγομένων τῶν προτάσεων καί φησιν ὡς εἴπερ πρὸς τὸν ἐρόμενον καθ’ ἕκαστά τινα κατάφασιν ἁπλῆν, οἷον τὸ ‘ἆρα Σωκράτης σοφός ἐστιν;’, ἀληθὲς εἴη καθ’ ὑπόθεσιν τὸ ἀποφῆσαι, τοῦτ’ ἔστι τὸ ἀποφατικὸν ἀποκρίνασθαι μόριον καὶ εἰπεῖν ὅτι οὔ, ἔσται πάντως ἀληθὲς ἐπ’ αὐτοῦ καὶ τὸ καταφῆσαι, τοῦτ’ ἔστι προτάξαντας τοῦ κατηγορουμένου τὴν ἄρνησιν ποιῆσαι κατάφασιν ἐκ μεταθέσεως καὶ εἰπεῖν ‘Σωκράτης ἄρα οὐ σοφός ἐστιν’ ἢ ‘οὐκ ἄδικος’ ἢ ‘οὐ πτερωτός’, ἵνα καὶ ὄντως ᾖ ἀληθὴς ὁ λόγος, πρὸς δέ γε τὸν ἐρόμενον καθόλου τινὰ κατάφασιν ἁπλῆν, οἷον τὴν ‘ἆρα πᾶς ἄνθρωπος σοφός;’, ἀληθὲς μὲν τὸ ἀποφῆσαι καὶ ἀποκρίνασθαι ὅτι οὔ, τὸ μέντοι συνθεῖναι πάλιν τὴν ἐρώτησιν καὶ τὴν ἀπόκρισιν καὶ σχηματίσαι εἰς μίαν ἐκ μεταθέσεως κατάφασιν τὴν ‘πᾶς ἄρα ἄνθρωπος οὐ σοφός ἐστιν’ οὐκέτι ἀληθές. τούτου δὲ αἴτιον τὸ ἐπὶ μὲν τῶν καθ’ ἕκαστα τῇ ἁπλῇ ἀποφάσει ταὐτὸν δύνασθαι τὴν ἐκ μεταθέσεως κατάφασιν, ὡς ἐδιδάχθημεν διὰ τῶν ἀρτίως παραδεδομένων κανόνων, ψευδομένης δὲ τῆς ἁπλῆς καταφάσεως τήν τε ἀπόφασιν αὐτῆς ἐξ ἀνάγκης ἀληθεύειν καὶ τὴν ἴσον αὐτῇ δυναμένην τὴν ἐκ μεταθέσεως κατάφασιν, ἐπὶ δὲ τῶν καθόλου τὴν ἐκ μεταθέσεως κατάφασιν μὴ ἰσοδυναμεῖν τῇ ἀντιφασκούσῃ πρὸς τὴν ἁπλῆν κατάφασιν ἀποφάσει ἀλλὰ τῇ ἐναντίᾳ πρὸς αὐτήν· ὁ γὰρ εἰπὼν ‘πᾶς ἄνθρωπος οὐ σοφός ἐστι’ ταὐτὸν φθέγγεται τῷ λέγοντι ‘οὐδεὶς ἄνθρωπος σοφός ἐστι’ χωρίζων ἀπὸ πάντων τῶν καθ’ ἕκαστα ἀνθρώπων τὸ σοφός, ἀλλ’ οὐ μόνον τὸ κατὰ πάντων κατηγορεῖσθαι τὸ σοφός ἀναιρῶν, ὅπερ ποιεῖ ὁ λέγων ‘οὐ πᾶς ἄνθρωπος σοφός ἐστιν’. ἐπεὶ οὖν τὰς ἐναντίας συμψεύδεσθαι ἀλλήλαις ἀνάγκη,2 τῇ δὲ ἐναντίᾳ πρὸς τὴν ἁπλῆν κατάφασιν ἀποφάσει ταὐτὸν ἐλέγομεν φθέγγεσθαι τὴν ἐκ μεταθέσεως κατάφασιν κατὰ τοὺς παραδεδομένους περὶ τῆς ἀκολουθίας τῶν προτάσεων κανόνας, διὰ τοῦτο καὶ ταύτην συμψεύδεσθαι αὐτῇ ἀναγκαῖον, ὅπερ οὐκ ἐνεδέχετο γίνεσθαι ἐπὶ τῶν καθ’ ἕκαστα προτάσεων· ἐπ’ ἐκείνων μὲν γὰρ τῇ καταφάσει μία μόνη ἀντίκειται ἀπόφασις, ἡ ἀντιφάσκουσα πρὸς αὐτήν, ὡς ἐναντία δὲ οὐδεμία· τῶν δὲ τῇ καθόλου καταφάσει μαχομένων δύο ἀποφάσεων ἡ μὲν ἐναντία πρὸς αὐτὴν δῆλον ὅτι συμψεύσεται αὐτῇ καὶ ἡ ἰσοδυναμοῦσα αὐτῇ ἐκ μεταθέσεως κατάφασις, ἡ δὲ ἀντιφατικῶς αὐτῇ μαχομένη ἀληθεύσει. διό φησιν ἀληθὲς εἶναι τὸ ‘οὐ πᾶς ἄρα ἄνθρωπος σοφός’. ἀλλὰ περὶ τῶν λοιπῶν καταφάσεων τί ἐροῦμεν, τῆς τε ἀπροσδιορίστου καὶ τῆς ἐπὶ μέρους; φημὶ δὴ ὅτι τῇ καθ’ ἕκαστα ὁμοίως ἔχουσι διὰ τὸ μηδὲ ταύταις εἶναί τινα συμψευδομένην, ἀλλ’ ἤτοι συναληθεύουσαν ἢ διαιροῦσαν μεθ’ ἑκατέρας αὐτῶν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. διὸ τῆς ‘ἆρά γε ἄνθρωπος πτερωτός ἐστιν;’ καὶ ‘ἆρά γε τις ἄνθρωπος πτερωτός ἐστιν;’ ἐρωτήσεως ψευδομένης οὔτε ἡ ‘ἄνθρωπος ἄρα οὐ πτερωτός ἐστιν’ οὔτε ἡ ‘τίς ἄνθρωπος ἄρα οὐ πτερωτός ἐστιν’ ἐκ μεταθέσεως κατάφασις ψευδής.

“而且显然,在单称事物的情形中,如果被询问时作出否定是真实的,那么作出肯定亦是真实的;例如,‘难道苏格拉底是智慧的吗?不’;‘因此苏格拉底是非智慧的’。但在全称事物的情形中,以同样方式表述的命题并非真实的,而否定命题则是真实的;例如,‘难道每个人都是智慧的吗?不’;‘因此每个人都是非智慧的’;因为这是虚妄的,而‘因此并非每个人都是智慧的’则是真实的。后者乃是矛盾对立者,前者则是相反对立者。” 这一定理乃是紧接先前所传授定理的推论,并借由后者获得确证。因为先前他教导我们,对于何种真实的肯定命题,在量上与之相同的否定命题会与之同真;而如今他教导我们,当何种单纯肯定命题为假时,在相同词项上且依相同之量表述的换位肯定命题必然为真,而在何种情形中则是不可能的。他说,在单称事物的情形中,当单纯肯定命题为假时,换位肯定命题必然为真;但在作为全称被选取的全称事物的情形中,换位肯定命题必然与单纯肯定命题同假。随后,为了使这一定理亦有用于辩证论谈,并使我们更加专注,以免草率地从某些命题中出现的现象就承认在所有以同样方式表述的命题中亦同样如此,他便将命题当作在问答中所表述的那样来推进论证,并说:如果对一个询问某项单称单纯肯定命题的人(例如‘难道苏格拉底是智慧的吗?’),按假设作出否定(即回答否定小辞并说‘不’)是真实的,那么就他而言作出肯定(即将否定词置于述词之前以构成换位肯定命题,并说‘因此苏格拉底是非智慧的’或‘是非不正义的’或‘是非有翼的’,以便该言明在事实上亦为真)亦将全然是真实的;然而对一个询问某项全称单纯肯定命题的人(例如‘难道每个人都是智慧的吗?’),虽然作出否定并回答‘不’是真实的,但若再次将问题与回答相结合,并塑造成一个单独的换位肯定命题‘因此每个人都是非智慧的’,则不再是真实的。其原因在于,正如我们通过方才传授的规则所领会的那样,在单称事物的情形中,换位肯定命题与单纯否定命题具有相同的效力,因而当单纯肯定命题为假时,其否定命题以及与之等效的换位肯定命题皆必然为真;但在全称事物的情形中,换位肯定命题并非等效于与单纯肯定命题相矛盾的否定命题,而是等效于与之相反对立的否定命题。因为说‘每个人都是非智慧的’的人,与说‘没有人是智慧的’的人所表达的是相同之事,即将‘智慧的’从所有单个的人中分离开来,而不仅仅是取消‘智慧的’对所有人的述谓(这正是说‘并非每个人都是智慧的’的人所做的事)。既然相反对立者必然彼此同假,且根据关于命题归结所传授的规则,我们曾说过换位肯定命题与同单纯肯定命题相反对立的否定命题表达相同之事,因此它与单纯肯定命题一同为假亦是必然的,而这在单称命题中是不可能发生的;因为在单称命题中,与肯定命题相对立的仅有一个否定命题,即与它相矛盾者,而没有任何作为相反对立者;但在与全称肯定命题相抗争的两个否定命题中,与它相反对立者显然将与它同假,且与之等效的换位肯定命题亦同假,而以矛盾方式与它相抗争者则将为真。因此他说,‘因此并非每个人都是智慧的’是真实的。但关于其余的肯定命题,即不定量肯定命题与特称肯定命题,我们该说什么呢?我正要说,它们与单称命题具有相似的状态,因为对于它们而言亦没有任何与之同假的命题,而是或者与之同真,或者与它们各自平分真与假。因此,当‘难道人是有翼的吗?’与‘难道某人是有翼的吗?’这两个疑问为假时,‘因此人是非有翼的’与‘因此某人是非有翼的’这两个换位肯定命题皆非虚妄。

语法注2 条
  1. 1.40εἰ ἀληθὲς ἐρωτηθέντα ἀποφῆσαι, ὅτι καὶ καταφῆσαι ἀληθές

    在由开头的“Φανερὸν δὲ καὶ ὅτι”所引导的从属结构中,插入了条件从句“εἰ ἀληθὲς...”,随后连词“ὅτι”在归结从句前被冗余重复(赘用ὅτι)。其句式骨架为“Φανερὸν [ἐστιν] ὅτι... εἰ ἀληθές [ἐστιν] ἐρωτηθέντα ἀποφῆσαι, [ὅτι] καὶ καταφῆσαι ἀληθές [ἐστιν]”,两处的主语分别是不定式短语ἀποφῆσαι与καταφῆσαι。此处的“καταφῆσαι(作出肯定)”特指确立换位肯定命题(带有否定述词的肯定命题)。

  2. 1.40ἐπεὶ οὖν τὰς ἐναντίας συμψεύδεσθαι ἀλλήλαις ἀνάγκη

    虽然在一般逻辑规则中,相反对立(ἐναντίαι)命题被界定为“可以同假(ἐνδέχεται συμψεύδεσθαι)”,但此处在偶性事理(即述词并不属于所有主词实例)的语境下,当全称肯定命题为假时,其相反对立的全称否定命题(以及与之等效的换位肯定命题)亦必然与之同假,故使用了“ἀνάγκη”;亦可理解为指相反命题在特定质料中必然具有“同假”之性质。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:186.18-188.14