← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§184.25-186.17

关于思想中非存在物的述谓与命题换位规则

阿摩尼奥斯阐明了关于非存在物(如鹿山羊)的述谓如何在思想对象中为真,并辨析了肯定命题与否定命题换位特性的差异,澄清了此前关于命题外延宽狭与伴随关系的讨论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.39#3

εἰ δὲ ζητοίη τῷ ποῦ ὄντι τραγελάφῳ τὸ μὴ δίκαιον ὑπάρχειν λέγοντες ἀληθεύομεν, τῷ ἐπινοουμένῳ παρ’ ἡμῶν φήσομεν, καθ’ οὗ τὸ δοξαστὸν καὶ τὸ ὀνομαστόν, καίτοι ὡρισμένα ὄντα, κατηγοροῦντες ἀληθῶς ἐροῦμεν· τὸ μὲν γὰρ μηδαμῶς ὂν οὔτε δοξαστόν ἐστιν οὔτε ὀνομαστὸν οὔτε ἄλλην τινὰ κατηγορίαν ἐπιδεχόμενον, ὡς οὔτε ἑνικῶς οὔτε κατ’ ἄλλον τινὰ ἀριθμὸν λέγεσθαι δυνάμενον, ὡς ὁ Ἐλεάτης ξένος διώρισεν· οὐ γὰρ λίνον λίνῳ συνάπτειν ἐστὶ τὸ μονάδα ἢ ἀριθμὸν τῷ μηδαμῶς ὄντι συμπλέκειν. οὐ μέντοι κατηγορεῖν τινα ἐγχειροῦμεν,1 τοῦτο προεπινενοῆσθαι παρ’ ἡμῶν ἀνάγκη καὶ ἤτοι ἐν ψιλῇ τῇ φαντασίᾳ τὴν ὅλην ἔχειν ὑπόστασιν ἢ καὶ πρὸ τῆς ἐπινοίας τῆς ἡμετέρας αὐτὸ καθ’ αὑτὸ ὑφεστάναι. ὅλως τε χρὴ μὴ ἀγνοεῖν τὰ ἐν τῷ τρίτῳ τῶν Μετὰ τὰ φυσικὰ παγκάλως εἰρημένα περὶ τοῦ θείαν ὄντως εἶναι τοῦ πρώτου ὄντος τὴν δύναμιν ἐκτεινομένην οὐ μόνον ἄχρι καὶ τῆς ἀνειδέου παντάπασιν ὕλης ἀλλὰ καὶ τῶν στερήσεων καὶ τῶν ἀποφάσεων καὶ αὐτοῦ τοῦ μὴ ὄντος, εἴπερ καὶ τὸ μὴ ὂν λέγομεν αὐτὸ τοῦτο εἶναι μὴ ὄν. Εἰ δὲ ἀπὸ τοῦ μὴ δύνασθαι τὴν ἀόριστον κατάφασιν τοῦτον τὸν τρόπον ἀντιστρέφειν ὅνπερ ἡ ἁπλῆ ἀπόφασις μηδὲ τὴν ἁπλῆν κατάφασιν ὅνπερ ἡ ἀόριστος ἀπόφασις διάφορον αὐτῶν τὴν δύναμιν ἀποφαίνειν ὑπολαμβάνοι, δικαιότερον ἂν τοῦτο αὐτόθεν ὑπώπτευσεν ἐκ τοῦ διάφορον εἶναι τῶν προτάσεων τὸ ποιόν· πῶς γὰρ ἄν ποτε ἀπαραλλάκτως ἡ αὐτὴ γένοιτο ἀπόφασις καταφάσει; ἀλλ’ οὔτε τοῦτο ἀξιώσειεν ἄν τις οὔτε τὰς ἀντιστροφὰς αὐτῶν εὔλογον ὁμοίας εἶναι διὰ τὸ ἐπὶ τῶν αὐτῶν αὐτὰς ἀληθεύειν· ἡ μὲν γὰρ καθόλου ἀπόφασις διάκρισιν παντελῆ τῶν σημαινομένων ὑπ’ αὐτῆς πραγμάτων δηλοῦσα δι’ αὐτὸ τοῦτο πρὸς ἑαυτὴν ἀντιστρέφει (τὸ γὰρ ἀπεζευγμένον ἀπεζευγμένου ἀπέζευκται, οἷον λίθου τε παντὸς τὸ δίκαιον καὶ δικαίου παντὸς ὁ λίθος), ἡ μέντοι καθόλου κατάφασις οὐκέτι τοῦτο ἐπαγγελλομένη ἀλλὰ τοὐναντίον σύνθεσίν τινα τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον ἐμφαίνουσα, κἂν ἀόριστόν τι συνδέῃ πρὸς τὸ ὑποκείμενον, ἀντιστρέφειν οὐχ οἵα τέ ἐστιν αὐτὴ πρὸς ἑαυτήν, ἐπειδὴ ἀναγκάζεται λέγειν παντὶ τῷ ἀορίστως ἐξ ἀρχῆς κατηγορηθέντι τὸ ὑποκείμενον ὑπάρχειν, μετέχον μὲν αὐτοῦ τῆς ἀοριστίας οὐ μέντοι συμπαρεκτείνεσθαι αὐτῷ δυνάμενον· οὐ γὰρ εὔλογον, ἐπειδὴ παντὶ λίθῳ τὸ μὴ δίκαιον ὑπάρχει, ἤδη καὶ παντὶ μὴ δικαίῳ τὸν λίθον ὑπάρχειν· τοῦ γὰρ λίθου τὸ μὴ δίκαιον ἐπὶ πλέον. εἰ δὲ προφέροι τὰ κατ’ ἀρχὰς τοῦ τρίτου τμήματος εἰρημένα περὶ τῆς ἀκολουθίας τῶν τε ἁπλῶν προτάσεων καὶ τῶν ἐκ μεταθέσεως καὶ ἔτι τῶν στερητικῶν, ἐν οἷς ἐδείκνυμεν τῆς ‘ἄνθρωπος οὐ δίκαιός ἐστιν’ ἀορίστου καταφάσεως ἐπὶ πλέον οὖσαν τὴν ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν’ ἁπλῆν ἀπόφασιν, ἐφιστανέτω ὅτι οὐκ αὐτὴν καθ’ αὑτὴν τὴν τοῦ ὡρισμένου κατηγορουμένου ἀπόφασιν ἀπεφαίνομεν ἐπὶ πλέον οὖσαν τῆς τοῦ ἀορίστου καταφάσεως, οἷον τὸ ‘δίκαιος οὐκ ἔστι’ τοῦ ‘οὐ δίκαιός ἐστι’ (τοῦτο γὰρ ψεῦδος), ἀλλὰ τὰς ὅλας προτάσεις κατηγορουμένας λαμβάνοντες2 τὴν εἰρημένην ἀπόφασιν τῆς καταφάσεως ἐπὶ πλέον οὖσαν κατελαμβάνομεν, διότι ἡ μὲν ἀπόφασις καὶ ἐπὶ τῶν ὅλως μὴ ὄντων ἀνθρώπων ἀληθής, οἷον ἐπὶ κυνὸς ἀποφαινομένη αὐτὸν μὴ εἶναι ἄνθρωπον δίκαιον, ἡ δὲ κατάφασις ψευδής, οὐχ ὅτι κατηγορεῖ αὐτοῦ τὸ μὴ δίκαιον, ἀλλ’ ὅτι τὰ παρὰ τὸν ἄνθρωπον ἀνθρώπους εἶναι μὴ δικαίους ἀποφαίνεται. μᾶλλον οὖν ἐχρῆν ἀπορεῖν πῶς συνάσεται ταῦτα τοῖς περὶ τὸ πέρας τοῦ πρώτου τῶν Ἀναλυτικῶν λεγομένοις ὅτι ‘τῷ μὲν ὄντι μὴ ἴσῳ ὑπόκειταί τι, καὶ τοῦτό ἐστι τὸ ἄνισον, τῷ δὲ μὴ ὄντι ἴσῳ οὐδέν’. πρὸς ὃ δηλονότι φήσομεν, ἐφ’ ὧν τὸ ἔστι καθ’ αὑτὸ κατηγορεῖται, ταῦτα διορίζεσθαι τὸν Ἀριστοτέλην. τῇ μὲν οὖν φειδοῖ τῶν διὰ νώθειαν ῥᾳδίως παραγομένων ταῦτα κεχαρίσθω· τοῖς γὰρ καὶ ὁπωσοῦν ἐφιστάνειν δυναμένοις οὐκ ἀναγκαίως δόξει διατρίβειν ὁ λόγος περί τινας μειρακιώδεις ἐνοχλήσεις. τούτων δὲ διωρισμένων φανερὸν ὅτι καὶ ἐπὶ τῶν ἀπροσδιορίστων προτάσεων οἱ εἰρημένοι κανόνες προχωρήσουσιν, εἰ μὴ τὰς ὅλας προτάσεις κατηγορουμένας λάβοιμεν, ἀλλὰ μόνην τὴν σχέσιν τῶν κατηγορουμένων πρὸς τοὺς ἐν αὐταῖς ὑποκειμένους πολυπραγμονοῖμεν· πᾶν γὰρ τὸ μὴ ὂν δίκαιον ἀνάγκη εἶναι μὴ δίκαιον, τοῦ εἶναι ὅταν ἐπὶ μὴ ὄντος λέγηται κατὰ συμβεβηκὸς κατηγορουμένου, καὶ πᾶν ὅ ἐστι μὴ δίκαιον, ἀνάγκη μὴ εἶναι δίκαιον, ἃ καὶ ὁ Ἐλεάτης σοφὸς ἐν τῷ Σοφιστῇ διαρρήδην ἀποφαίνεται.

但若他追问,当我们说‘非正义’属于鹿山羊时,究竟是属于存在于何处的鹿山羊我们才说出了真理,我们将回答说,属于由我们所构想的那只[鹿山羊],关于它,尽管‘被意想的’与‘被命名的’是确定项,我们在述说它们时亦将说出真理。因为绝不存在者既非被意想的,亦非被命名的,亦不接受任何其他述谓,如埃利亚异邦人所确定的那样,它既不能以单数形式亦不能以任何其他数目形式被述说;因为将单子或数目与绝不存在者相结合,绝非‘把亚麻线接在亚麻线上’。然而,凡是我们试图对之有所述说者,此物必然预先已被我们构想,或者在纯粹的表象中拥有其全部持存,或者亦在我们构想之前依其自身而持存。总之,决不应忽视在《形而上学》第三卷中极精妙地论述的事理,即第一存在者的力量实乃神圣,不仅延展至全然无相质料,亦延展至缺失、否定乃至非存在本身,倘若我们关于非存在亦恰恰说它‘是非存在’。 如果有人认为,从不定肯定命题无法以单纯否定命题的方式换位、单纯肯定命题亦无法以不定否定命题的方式换位这一点出发,就表明它们的力量彼此相异,那么他直接从命题的质相异这一事实来产生此种怀疑才更为正当;因为否定命题何曾能与肯定命题毫发不差地完全相同?然而既无人会作此要求,亦无理由因它们就同一事物而言皆为真就要求它们的换位相似。因为全称否定命题表明其所指称事物之间的全然分离,正因如此它自身能够相互换位(因为凡已分离者皆与已分离者相分离,例如正义与每一石头,石头与每一正义者);然而全称肯定命题不再宣称这一点,相反却展示出述词与主词的某种结合,即使它将某种不定项与主词相联结,它自身亦无法相互换位,因为它被迫断言主词属于最初被不定述说的每一事物,主词固然分有其不确定性,却无法与之一同外延相等;因为并无理由认为,由于‘非正义’属于每一石头,便由此‘石头’亦属于每一非正义者;因为‘非正义’的外延比‘石头’更广。 如果他提出第三部分开头关于单纯命题、转置命题以及缺失命题的伴随关系所论及的内容,其中我们曾表明单纯否定命题‘人不是正义的’比不定肯定命题‘人是非正义的’外延更广,那么让他注意:我们并非断言确定述词的否定自身比不定项的肯定外延更广,例如‘不是正义的’比‘是非正义的’[更广](因为这是虚妄的),而是将整个命题作为述词来选取,从而判定所言的否定命题比肯定命题外延更广,因为否定命题对于全然不是人者(例如狗)亦为真,断言它不是正义的人;而肯定命题为假,并非因为它将非正义述说于它,而是因为它断言人之外的事物是非正义的人。 因此,人们更应当疑难的是,这些说法如何能与《前分析篇》第一卷末尾所言相调和,即‘对于非等者有某种东西作为基底,这就是不等者;但对于不是相等者则无任何东西’。对此我们显然将回答,亚里士多德是在‘是’被依自身述说的情况下作出这些规定的。 那么,这些话权当是对因迟钝而易受误导之人的宽容吧;因为对于凡能稍加留意者,此论述似乎是不必要地在某些幼稚的纷扰上耗费时间。在这些事情得到规定之后,显然前述规则在不定量命题中亦将成立,只要我们不把整个命题作为述词来选取,而单单探究命题中述词与主词的关系;因为凡不是正义者,必然是非正义的——当‘是’就非存在者而言被述说时,乃是作为偶性被述说——且凡是非正义者,必然不是正义的,这些亦正如埃利亚哲人在《智者篇》中明确断言的那样。

语法注2 条
  1. 1.39οὐ μέντοι κατηγορεῖν τινα ἐγχειροῦμεν

    短语 οὐ μέντοι 在语境中常被视作关系代词 οὗ(‘凡是我们试图对之有所述说者’)的讹误,或者可视为前置倒装/提引句式,由后文的 τοῦτο 照应(‘凡是我们试图述说某物者,此物必然预先已被我们构想’)。它与后继的不定词结构 τοῦτο προεπινενοῆσθαι παρ’ ἡμῶν ἀνάγκη 相互呼应。

  2. 1.39τὰς ὅλας προτάσεις κατηγορουμένας λαμβάνοντες

    分词短语 λαμβάνοντες 与充当宾语补足语(述谓性宾格)的 κατηγορουμένας 相结合,意为‘将整个命题作为被述说的内容来选取’。这在逻辑学语境中区分了孤立述词项的比较与整个命题述谓结构的考察。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:184.25-186.17