← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§183.1-184.25

定量命题的伴随关系与非存在者疑难

阿摩尼奥斯阐明了定量命题中相互伴随关系成立的原因,随后针对该规则在鹿山羊等非存在者命题中失效的疑难,借助亚里士多德的论述以及“是”的偶性述谓用法,为该规则的有效性进行了辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.39#2

καὶ τοῦτο εἰκότως· ἐπὶ τούτων μὲν γὰρ διὰ τὸ ἀόριστον τῶν ὑποκειμένων καὶ ἐπ’ ἄλλου τινὸς παρὰ τὸ σημαινόμενον ὑπὸ τοῦ ὑποκειμένου τὴν ἀποφατικὴν ἐγχωρεῖ πρότασιν ἁρμόττειν, οἷον ‘ὁ κύων οὐκ ἔστι δίκαιος ἄνθρωπος’, ἐπὶ δὲ τῶν προσδιωρισμένων, ἐξ ὧν καὶ τὰ παραδείγματα παρέλαβεν ὁ Ἀριστοτέλης, οὐκέτι τοῦτο γίνεσθαι δυνατόν, ἐπεὶ οὐκέτι φυλάξομεν τὴν πρότασιν προσδιωρισμένην, ἀλλὰ καὶ τῷ κατηγορουμένῳ συντάξομεν τὸν προσδιορισμόν, οἷον ὅταν εἴπωμεν ‘ὁ κύων οὐδεὶς ἄνθρωπος δίκαιός ἐστιν’. ἐπὶ μόνων οὖν τῶν ὑπὸ τὸ ὑποκείμενον ἀτόμων τοῦ ἐν ταῖς προσδιωρισμέναις καθόλου κατηγορουμένου λέγεσθαι δυναμένου1 συμβαίνει τῶν λαμβανομένων κατὰ τὸν εἰρημένον τρόπον προτάσεων ἑκατέραν ἕπεσθαι τῇ λοιπῇ. ἐν δὲ τῷ τῇ δὲ ἔστι τις ἄνθρωπος δίκαιος ἡ ἀντικειμένη ὅτι οὐ πᾶς ἔστιν ἄνθρωπος οὐ δίκαιος φανερὸν ὅτι τὸ ἀντικειμένη λέγει πρὸς τὴν ἐξ ἀρχῆς κατηριθμημένην καθόλου κατάφασιν τὴν ‘πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν’, πρὸς ἣν ἀντιφατικῶς ἀντίκειται ἡ ‘οὐ πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν’. Εἰ δέ τις ἀποροίη πῶς ἐπὶ τῶν μὴ ὄντων ἁρμόσουσιν οἱ προειρημένοι περὶ τῆς ἀκολουθίας τῶν προτάσεων κανόνες, οἷον ἐπὶ τραγελάφου (τὴν μὲν γὰρ καθόλου ἀπόφασιν τὴν ἁπλῆν ἀληθεύειν ἐπ’ αὐτοῦ λέγουσαν μηδενὶ τραγελάφῳ τὸ δίκαιον τυχὸν ὑπάρχειν, τὴν δὲ καθόλου κατάφασιν τὴν ἐκ μεταθέσεως ψεύδεσθαι παντὶ αὐτῷ ὑπάρχειν τὸ μὴ δίκαιον ἀποφαινομένην, δέον καὶ ταύτην ἀληθεύειν,2 εἴπερ ἀμέμπτως εἶχον οἱ παραδεδομένοι κανόνες), πρῶτον μὲν ἀκουέτω τοῦ Ἀριστοτέλους οὐ μόνον ἐν τούτοις ἀποφαινομένου τῇ τε κατὰ μέρος ἁπλῇ καταφάσει τὴν ἐκ μεταθέσεως ἀπόφασιν τὴν κατὰ μέρος ἀκολουθεῖν καὶ ἀντιστρέφειν ἐξ ἀνάγκης πρὸς αὐτήν, δι’ ὧν φησι τῇ δὲ ἔστι τις ἄνθρωπος δίκαιος ἡ ἀντικειμένη ὅτι οὐ πᾶς ἐστιν ἄνθρωπος οὐ δίκαιος· ἀνάγκη γὰρ εἶναί τινα, δηλονότι δίκαιον, εἴπερ ἡ ἀπόφασις ἀληθής, ἀλλὰ καὶ ἐν οἷς περὶ τῆς ἀκολουθίας τῶν ἐξ ἀορίστου ὑποκειμένου προτάσεων διορίζεται κεκραγότος ὅτι τῇ καθόλου ἁπλῇ ἀποφάσει τὸ αὐτὸ σημαίνει ἡ ἐκ μεταθέσεως καθόλου κατάφασις· τὸ γὰρ πᾶς, φησίν, οὐ δίκαιος οὐκ ἄνθρωπος τῷ οὐδεὶς δίκαιος οὐκ ἄνθρωπος τὸ αὐτὸ σημαίνει, τῶν αὐτῶν δηλονότι θεωρουμένων καὶ ἐπὶ τῶν ὡρισμένον ἐχουσῶν τὸν ὑποκείμενον καθόλου προτάσεων· οὐ γὰρ παρὰ τοὺς ὑποκειμένους διαφορά τις συμβαίνει περὶ τὰς ἀκολουθούσας ἀλλήλαις προτάσεις. ἔπειτα ἐννοείτω ὅτι μάχεται ταῖς κοιναῖς ἐννοίαις εἶναί τι φάσκων ἢ τῶν ὄντων ἢ τῶν μὴ ὄντων, ὃ δύναται εἶναι μήτε τόδε μήτε μὴ τόδε, οἷον μήτε ἀγαθὸν μήτε μὴ ἀγαθόν· πάντων γὰρ τῶν οὕτω καταφασκομένων τὰ μὲν ὡρισμένα ἐπὶ μόνων ἀληθεύοντα τῶν δέχεσθαι αὐτὰ πεφυκότων, ὅταν κατ’ ἐνέργειαν αὐτῶν μετέχωσιν, ἐπὶ τῶν παρ’ ἐκεῖνα πάντων ψεύδεσθαι ἀνάγκη, τὰ δὲ ἀόριστα φανερὸν ὅτι ἀντικειμένως αὐτοῖς ἕξει κατὰ τὸ ψεύδεσθαι καὶ τὸ ἀληθεύειν· τὸ γὰρ ‘ἔστιν οὐ δίκαιος’ οὐ μόνον ἐπὶ ἀνθρώπων ἀδίκων ἢ μέσην ἕξιν ἐχόντων ἢ καὶ μήπω πεφυκότων μετέχειν ἀληθές, ἀλλὰ καὶ ἐπὶ λίθου, εἰ τύχοι, καὶ τοῦ πολυθρυλλήτου τραγελάφου. εἰ δὲ τέρας εἶναι ὑπολαμβάνοι τὸ περί τινος τῶν μὴ ὄντων τὸ ἔστιν ἀληθῶς λέγεσθαι καὶ εἰς τὸ εἶναι πάντως ἡγοῖτο μεταπίπτειν, οὗ ἄν τοῦτο κατηγορῆται,3 μανθανέτω πρῶτον μὲν ὅτι κακῶς τὰ περὶ τοῦ μὴ εἶναι ἀποφατικὴν τὴν τοιαύτην πρότασιν λεγόμενα ἐπὶ τὸ μὴ ἀληθεύειν αὐτὴν μεταφέρει· ἀπόφασις μὲν γὰρ εἰκότως λέγεται μὴ εἶναι, διότι ὅλως εἶναί τι ἀποφαίνεται, εἰ καὶ ἀόριστον, οὐ μὴν διὰ τοῦτο ἢ ψευδῶς αὐτὴν λέγεσθαι φήσομεν ἢ τῶν ὄντων ποιεῖν τὸ πρᾶγμα, οὗ κατηγορεῖται· εἰ μὲν γὰρ αὐτὸ μόνον καθ’ αὑτὸ τὸ ἔστι κατηγορεῖτο τοῦ μὴ ὄντος, οἷον ‘τραγέλαφος ἔστιν’, ἐλέγετο ἄν τι, νῦν δὲ τὸ ὅλον τοῦτο λέγεται ὑπάρχειν αὐτῷ τὸ εἶναι μὴ τοιῷδε, οἷον μὴ δικαίῳ, οὐ μέντοι τὸ ἁπλῶς εἶναι· κατὰ συμβεβηκὸς γὰρ ἐνταῦθα τοῦ τραγελάφου κατηγορεῖται τὸ ἔστιν, ὥσπερ ἐν τοῖς ἑξῆς ῥηθήσεται περὶ τῆς προτάσεως τῆς λεγούσης ποιητὴν εἶναι τὸν μηκέτι ὄντα Ὅμηρον. καὶ οὐδὲν ἧττον ἐπὶ τούτων ἀληθὴς ἔσται ἡ πρότασις ἥπερ ἐπί τινος τῶν ὄντων μὲν μὴ δεκτικῶν δὲ ἢ τῶν μὴ ἐχόντων δικαιοσύνην ἀνθρώπων, οἷον ὅταν εἴπωμεν ‘ὁ λίθος οὐ δίκαιός ἐστιν’ ἢ ‘Ἄνυτος οὐ δίκαιός ἐστιν’.

而这是合乎情理的;因为在不定量命题中,由于主词的不确定性,否定命题可以适用于主词所指称者之外的某物,例如‘狗不是正义的人’;然而在亚里士多德亦从中选取例证的定量命题中,这就不再可能发生,因为届时我们将不再保持该命题为定量命题,而是将量词与述词相结合,例如当我们说‘狗不是任何人是正义的’时。因此,既然定量命题中的全称述词只能就主词之下的个体而言,依上述方式选取的两命题便自然互为伴随。 而在‘伴随于“有人是正义的”的是其相对立的“并非每个人都是不正义的”’中,显然他说‘相对立的’是相对于最初列举的全称肯定命题‘每个人都是不正义的’而言的,而‘并非每个人都是不正义的’正是与其处于矛盾对立的。 如果有人疑难,前述关于命题伴随关系的规则如何适用于非存在者,例如鹿山羊(因为对于它而言,表述为正义恰巧不属于任何鹿山羊的全称单纯否定命题为真,而断言非正义属于其一切的全称换位肯定命题为假,而若所传授的规则毫无瑕疵,此命题亦理当为真),那么首先,让他倾听亚里士多德之言:亚里士多德不仅在此处断言特称换位否定伴随于特称单纯肯定且必然与之一同换位——他通过如下之言表明了这一点:‘伴随于“有人是正义的”的是其相对立的“并非每个人都是不正义的”;因为必然有人是[正义的]’,也就是说,如果该否定为真,则必然有人是正义的;而且在确定关于不定主词命题的伴随关系之处,他亦高呼全称换位肯定与全称单纯否定指称同一事物;因为他说,‘每个非人是非正义的’与‘没有任何非人是正义的’指称同一事物,而在具有确定主词的全称命题中显然亦可观察到完全相同的情况;因为并不因主词的不同而在相互伴随的命题之间产生任何差异。 其次,让他思量,若他声称在存在者或非存在者中有任何东西能够既不是此又不是非此(例如既非善亦非非善),这便与共通观念相悖。因为在如此被肯定的所有事物中,确定项仅当自然适于接受它们的事物在现实中分有它们时才对其为真,而对于除此之外的一切事物必然为假;不定项在假与真方面显然将与它们处于相对立的地位。因为‘是非正义的’不仅对于不义的人、或处于中间状态的人、或尚不具备分有[正义]之自然本性的人为真,而且若碰巧遇到,对于石头以及那广受谈论的鹿山羊亦同样为真。 如果他认为对任何非存在者真实地说出‘是’乃是一桩怪事,并以为凡是此所述说的对象皆完全转化为存在,那么他首先应当得知,他是错误地将关于此类命题并非否定命题的论说转用于其不为真;因为之所以合情理地说它不是否定命题,乃是因为它断言某物总体而言是存在的,哪怕它是不定的;然而我们绝不因此而断言它是虚妄被说的,或者将它被述说的对象变为存在者之一。因为如果‘是’是单单就其自身被述说于非存在者,例如‘鹿山羊是’,那么这还算是在谈论某种事情;但如今被说成属于它的,乃是‘是非此类者’(例如非正义)这整个事情,而非‘单纯地是’;因为在这里‘是’乃是作为偶性被述说于鹿山羊,正如在后文中关于谈论不再存在的荷马是诗人的命题所要讲述的那样。并且该命题在这些事例中为真,绝不亚于在虽是存在者但不具接受能力的事物、或在不具有正义的人身上为真,例如当我们说‘石头是非正义的’或‘阿尼图斯是非正义的’时。

语法注3 条
  1. 1.39ἐπὶ μόνων οὖν τῶν ὑπὸ τὸ ὑποκείμενον ἀτόμων τοῦ ἐν ταῖς προσδιωρισμέναις καθόλου κατηγορουμένου λέγεσθαι δυναμένου

    独立属格结构。其逻辑主语为名词化分词短语 τοῦ ἐν ταῖς προσδιωρισμέναις καθόλου κατηγορουμένου(“定量命题中的全称述词”),分词述词为 δυναμένου,支配不定词 λέγεσθαι 以及介词短语 ἐπὶ μόνων... τῶν ἀτόμων。

  2. 1.39δέον καὶ ταύτην ἀληθεύειν

    独立宾格结构(无人称动词 δεῖ 的中性分词),表示让步或对比情况:“而这一命题[全称换位肯定]亦理当为真”。

  3. 1.39καὶ εἰς τὸ εἶναι πάντως ἡγοῖτο μεταπίπτειν, οὗ ἄν τοῦτο κατηγορῆται

    在关系从句 οὗ ἄν τοῦτο κατηγορῆται(“凡是此所述说的对象”)中先行词被省略,整个从句充当不定词 μεταπίπτειν 的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:183.1-184.25