← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§178.3-179.30

带有不定主词的全称肯定命题的否定构成

阿摩尼奥斯从保持主词和述词同一性以及限定词功能(指示全称归属)的角度,解释了为什么带有不定主词的全称肯定命题(‘每个非人都恢复健康’)的否定是通过将否定词与动词结合、而非说成‘并非每个人都恢复健康’来构成的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.37#2

δῆλον δὲ ὅτι καὶ εἰ τὰς ὄντως αὐτῶν ἀποφάσεις ἐθέλοιμεν ποιεῖν, τὸν αὐτὸν τρόπον ἐπ’ ἀμφοτέρων ποιήσομεν, τῶν τε τὸ ἔστιν ἐνεργείᾳ κατηγορουσῶν καὶ τῶν ἀντὶ τοῦ ἔστιν ἕτερόν τι ῥῆμα· μόνης δὲ νῦν τῆς καθόλου καταφάσεως μνημονεύσας τῆς ἀόριστον ἐχούσης τὸν ὑποκείμενον καὶ τὸ ὑγιαίνειν κατ’ αὐτοῦ κατηγορούσης, ἐπιζητεῖ πῶς τὴν ἀπόφασιν αὐτῆς ποιητέον, ὡς ἂν ἀρκούσης τῆς ἐπὶ τούτων θεωρίας παραστῆσαι ἡμῖν ἐκ τῶν πολλάκις εἰρημένων τὴν μέθοδον,1 καθ’ ἣν καὶ ἐπὶ τῶν ἄλλων καταφάσεων ποιήσομεν τὰς ἀποφάσεις. Τοῦτο δὲ ἔοικε τὸ θεώρημα κινῆσαι νῦν ὁ Ἀριστοτέλης ὥσπερ δείσας μή τις ἀδιάφορον εἶναι ὑπολάβῃ πρὸς τὸ γενέσθαι τὴν ἀπόφασιν τὸ ἀφαιρεῖν μὲν τοῦ ἀορίστου ὑποκειμένου τὸ ἀρνητικὸν μόριον προτάττειν δὲ αὐτὸ τοῦ προσδιορισμοῦ· δηλοῖ δὲ σαφῶς λέγων οὐ γάρ ἐστι τὸ οὐ πᾶς ἄνθρωπος λεκτέον, ἀλλὰ τὸ οὔ, τὴν ἀπόφασιν, τῷ ἄνθρωπος προσθετέον, τοῦτ’ ἔστιν οὐ γὰρ τὴν ‘οὐ πᾶς ἄνθρωπος ὑγιαίνει’ λεκτέον ἀπόφασιν εἶναι τῆς ‘πᾶς οὐκ ἄνθρωπος ὑγιαίνει’ καταφάσεως, ἀλλὰ τὸ οὔ, ὃ ἐκάλεσεν ἀπόφασιν ὡς ποιητικὸν τῆς ἀποφάσεως, τῷ ἄνθρωπος καὶ ἐν τῇ ἀποφάσει προσθετέον, ἵνα μένῃ ἐν ἀμφοτέραις ταῖς προτάσεσιν ὁ αὐτὸς ὑποκείμενος, καθάπερ ὁ αὐτὸς κατηγορούμενος, ὅπερ ἔχειν ἀνάγκη τὰς ἀντιφατικῶς ἀλλήλαις ἀντικεισομένας προτάσεις. τούτου οὖν χάριν τοῦ ἐξομοιῶσαι ταῖς ἐνεργείᾳ τὸ ἔστιν ἐχούσαις προτάσεσι τὰς δυνάμει αὐτὸ παραλαμβανούσας καὶ διδάξαι ὅτι ἐπ’ ἀμφοτέρων τὸν αὐτὸν τρόπον τὰς ἀντιφάσεις ποιητέον, ἔοικεν ἐξ ἀρχῆς ἐν τοῖς παραδείγμασι τὸ ὑγιαίνει ῥῆμα διαλῦσαι εἴς τε τὴν ὑγιαίνων μετοχὴν καὶ τὸ ἔστιν. εἶτα πρῶτον παραθέμενος παραδείγματα προτάσεων ἐξ ὡρισμένου τοῦ ὑποκειμένου, ὡς γνωριμώτερα καὶ ὁδηγῆσαι ἡμᾶς δυνάμενα πρὸς κατανόησιν τῶν ἐξ ἀορίστου τοῦ ὑποκειμένου, ἐπάγει τὰς ἐξ ἐκείνων γενομένας καὶ ἀορίστῳ χρωμένας τῷ ὑποκειμένῳ, περὶ ὧν ἦν αὐτῷ προκείμενον λέγειν, ὅπως ἐπ’ αὐτῶν ἐκ τῶν καταφάσεων γίνονται αἱ ἀποφάσεις. δηλοῖ δὲ ἐπὶ τούτων μόνον τὴν αἰτίαν ἀποδιδοὺς τοῦ μὴ ἄλλον τρόπον γίνεσθαι τὰς ἀποφάσεις. εἰπὼν μέντοι μὴ χρῆναι τῆς ‘πᾶς οὐκ ἄνθρωπος ὑγιαίνει’ λέγειν ἀπόφασιν τὴν ‘οὐ πᾶς ἄνθρωπος ὑγιαίνει’, τὴν αἰτίαν τούτου προστίθησιν εὐθὺς ἐπάγων τὸ γὰρ πᾶς οὐ τὸ καθόλου σημαίνει, ἀλλ’ ὅτι καθόλου, ὅπερ ὅ τι μὲν δηλοῖ τῷ φιλοσόφῳ διὰ τῶν πρότερον εἰρημένων παρεστήσαμεν τὸ ῥησείδιον αὐτὸ τοῦτο ἐξηγούμενοι, παρείληπται δὲ νῦν ὡς δηλωτικὸν τοῦ δεῖν μὲν ἐν ταῖς ἀντιφασκούσαις προτάσεσι τὸν αὐτὸν ὑποκείμενον παραλαμβάνεσθαι, τοῦτο δὲ μηκέτι συμβαίνειν, ὅταν εἴπωμεν τῇ ‘πᾶς οὐκ ἄνθρωπος ὑγιαίνει’ καταφάσει μάχεσθαι τὴν ‘οὐ πᾶς ἄνθρωπος ὑγιαίνει’ ἀπόφασιν· δέον γὰρ τούτων ἀποφάσκειν τὸν κατηγορούμενον ἐν τῇ ἀποφάσει, καθ’ ὧν αὐτὸν κατηγοροῦμεν ἐν τῇ καταφάσει, τοῦτο οὐ ποιοῦμεν ἐν τῇ ἐκτεθειμένῃ ἀποφάσει· τῆς γὰρ καταφάσεως πάντων τῶν οὐκ ἀνθρώπων τὸ ὑγιαίνειν κατηγορησάσης, ἡ εἰρημένη ἀπόφασις τῶν ἀνθρώπων αὐτὸ ἀποφάσκει. ὅτι δὲ ταύτην ἔχουσιν οἱ καθόλου προσδιορισμοὶ τὴν δύναμιν, τὸ σημαίνειν ὅτι τὸ κατηγορούμενον πᾶσι μὲν ὑπάρχει τοῖς ὑπὸ τὸ ὑποκείμενον ἐν τῇ καθόλου καταφάσει πᾶσι δὲ οὐχ ὑπάρχει ἐν τῇ καθόλου ἀποφάσει, σαφῶς ἐδήλωσε τὰς αὐτὰς προτάσεις, ἃς ἐξέθετο πρότερον μετὰ τοῦ καθόλου προσδιορισμοῦ ποτὲ μὲν ὡρισμένον ποτὲ δὲ ἀόριστον λαβὼν τὸν ὑποκείμενον, ταύτας ἐφεξῆς ἄνευ τοῦ προσδιορισμοῦ παρατιθέμενος2 ὑπὲρ τοῦ δηλῶσαι ὅτι ὁ πᾶς προσδιορισμός, καθ’ ὃν ἐπλεόναζον αἱ πρότεραι προτάσεις τῶν ὑστέρων, παρέσχεν αὐταῖς τὸ ποιεῖσθαι τὴν κατηγορίαν κατὰ πάντων τῶν ὑπὸ τὸ ὑποκείμενον ἀτόμων, ὅπερ οὐκ ἔχουσιν αἱ ἀπροσδιόριστοι προτάσεις. ὡς δὲ ταὐτὸν δυναμένης τῆς ‘πᾶς ἄνθρωπος οὐχ ὑγιαίνει’ καὶ ‘πᾶς οὐκ ἄνθρωπος οὐχ ὑγιαίνει’ τῇ ‘οὐδεὶς ἄνθρωπος ὑγιαίνει’ καὶ ‘οὐδεὶς οὐκ ἄνθρωπος ὑγιαίνει’, εἰκότως συμπεραινόμενός φησιν ὥστε τὸ πᾶς ἢ μηδείς οὐδὲν ἄλλο προσσημαίνει ἢ ὅτι καθόλου τοῦ ὀνόματος ἢ κατάφασιν ἢ ἀπόφασιν,3 τοῦτ’ ἔστι κατὰ πάντων τῶν μετεχόντων τῆς φύσεως τοῦ ὑποκειμένου ἢ καταφάσκει τὸ κατηγορούμενον ἢ ἀποφάσκει ὁ καθόλου ἀποφαινόμενος. διακρινομένων οὖν κατὰ μόνα ταῦτα τῶν ἀντικειμένων ἀλλήλαις προτάσεων τὰ ἄλλα, φησί, τὰ αὐτὰ δεῖ προστιθέναι, παρακελευόμενος ἡμῖν τόν τε ὑποκείμενον ὅρον καὶ τὸν κατηγορούμενον τὸν αὐτὸν φυλάττειν ἐν ταῖς ἀντιφασκούσαις προτάσεσιν.

显而易见的是,即使我们希望构成它们真正的否定,在现实地断谓‘是’的命题与用某种其他动词代替‘是’[作为述词]的命题两者中,我们也将以相同的方式来构成。然而,现在他仅提到了具有不定主词并就其断谓‘恢复健康’的全称肯定,进而探讨应当如何构成它的否定,这仿佛是因为在这些情况下的考察足以根据屡次谈及的内容向我们阐明该方法,即我们在其他肯定命题中也将按照此方法来构成否定。亚里士多德现在提出这个论题,似乎是唯恐有人认为在构成否定时,将否定虚词从不定主词中移开而置于限定词之前是无所谓的;而他通过明确地说“因为不应当说‘非每个人’,而应当把‘非’这一否定词附加于‘人’”清楚地表明了这一点,也就是说,不应当说肯定命题‘每个非人都恢复健康’的否定是‘并非每个人都恢复健康’,而应当把作为构成否定的手段而被他称为“否定”的‘非’,在否定命题中也同样附加于‘人’,以便在两个命题中保留相同的主词,如同保留相同的述词一样,这正是相互构成矛盾对立的命题必然具有的特征。因此,正是为了使那些潜在地包含‘是’的命题与那些现实地具有‘是’的命题相一致,并且为了教导人们在这两者中必须以相同的方式构成矛盾对立,他似乎从一开始就在例证中把动词‘恢复健康’分解为分词‘恢复健康着的’和‘是’。随后,他首先列举了由确定主词构成的命题的例证(因为这些例证更为人们所熟知,并能引导我们理解由不定主词构成的命题),接着引入了源自它们且使用不定主词的命题(关于这些命题原本是他拟定要探讨的主题),以展示在它们之中否定是如何从肯定中生成的。并且他仅在这些命题中通过给出否定不能以其他方式生成的理由而阐明了这一点。在说明了不应当将‘并非每个人都恢复健康’称为‘每个非人都恢复健康’的否定之后,他随即通过补充“因为‘每个’并不意指全称的事物,而是意指全称地[归属]”添加了这一原因;关于这对哲学家而言意味着什么,我们此前在解释这句话本身时已经阐明,而现在它被用来表明在矛盾命题中必须采用相同的主词,而当我们说否定命题‘并非每个人都恢复健康’与肯定命题‘每个非人都恢复健康’相对立时,这就不再成立了。因为在否定命题中本应当从在肯定命题中所断谓的事物中否定该述词,而我们在所陈述的否定命题中却没有这样做;因为在肯定命题断谓所有非人都‘恢复健康’的同时,上述否定命题却从人中否定了它。而全称限定词具有这种效能——即表明在全称肯定中述词归属于主词下的所有事物,而在全称否定中则不归属于任何事物——他通过将此前带有全称限定词(有时将主词视为确定的,有时视为不定的)所陈述的相同命题随后在没有限定词的情况下并列展示,清楚地表明了这一点,以显明限定词‘每个’(先前的命题以此超出后面的命题)赋予了它们对主词下的所有个别事物进行断谓的效力,而未加限定的命题则不具有这种效力。鉴于‘每个人都并不恢复健康’和‘每个非人都并不恢复健康’与‘没有任何人恢复健康’和‘没有任何非人恢复健康’具有相同的效力,他合乎情理地得出结论说:“因此,‘每个’或‘没有一个’除了附加指示针对名称的全称肯定或否定之外,不附加指示任何其他东西”,也就是说,全称陈述者是对分有主词本性的所有事物肯定述词或否定述词。因此,在相互对立的命题仅凭这些相互区分时,他说“必须附加其他相同的[成分]”,敦促我们在矛盾命题中将主词项和述词项保持为相同。

语法注3 条
  1. 1.37ὡς ἂν ἀρκούσης τῆς ἐπὶ τούτων θεωρίας παραστῆσαι ἡμῖν ἐκ τῶν πολλάκις εἰρημένων τὴν μέθοδον

    此处为 ὡς ἄν 后接属格独立结构(ἀρκούσης τῆς ... θεωρίας)的语气/情态结构,表达预设的意图或理由(“仿佛……的考察足以阐明”)。不定式 παραστῆσαι 作为 ἀρκούσης 的结果补足语(“足以向我们阐明”)。

  2. 1.37σαφῶς ἐδήλωσε τὰς αὐτὰς προτάσεις, ἃς ἐξέθετο πρότερον μετὰ τοῦ καθόλου προσδιορισμοῦ ποτὲ μὲν ὡρισμένον ποτὲ δὲ ἀόριστον λαβὼν τὸν ὑποκείμενον, ταύτας ἐφεξῆς ἄνευ τοῦ προσδιορισμοῦ παρατιθέμενος

    一种先取与复指结构(epanaphora):前置的名词短语 τὰς αὐτὰς προτάσεις 被关系从句(ἃς ἐξέθετο ...)分隔后,通过指示代词 ταύτας 进行复指,并作为分词 παρατιθέμενος 的直接宾语。

  3. 1.37ὥστε τὸ πᾶς ἢ μηδείς οὐδὲν ἄλλο προσσημαίνει ἢ ὅτι καθόλου τοῦ ὀνόματος ἢ κατάφασιν ἢ ἀπόφασιν

    引用亚里士多德原文。连词 ὅτι 引出从句(“即……”),副词 καθόλου(全称地)修饰断谓方式,属格 τοῦ ὀνόματος 是表示对象的宾格性属格(“关于/针对该名称”),而 ἢ κατάφασιν ἢ ἀπόφασιν 则是表示陈述内容的补足对格(“肯定或否定”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:178.3-179.30