- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:176.5-178.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德在《解释篇》第10章(20a3)中讨论的带有动词述词、不定主词的命题及其否定的构成,阿摩尼乌斯批判了早期解释者的两种错误观点(认为其他动词可以作为附加述词,以及关于分词分解的疑问),并论证了自己的解释:该文本指明了在单纯动词命题中否定虚词的正确结合方式。
" Ἐφ’ ὅσων δὲ τὸ ἔστι μὴ ἁρμόττει, οἷον ἐπὶ τοῦ ὑγιαίνειν καὶ βαδίζειν, ἐπὶ τούτων ταὐτὸν ποιεῖ οὕτω τιθέμενα ὡς ἂν εἰ τὸ ἔστι προσήπτετο, οἷον ὑγιαίνει πᾶς ἄνθρωπος — οὐχ ὑγιαίνει πᾶς ἄνθρωπος, ὑγιαίνει πᾶς οὐκ ἄνθρωπος — οὐχ ὑγιαίνει πᾶς οὐκ ἄνθρωπος· οὐ γάρ ἐστι τὸ οὐ πᾶς ἄνθρωπος λεκτέον,1 ἀλλὰ τὸ οὔ, τὴν ἀπόφασιν, τῷ ἄνθρωπος προσθετέον· τὸ γὰρ πᾶς οὐ τὸ καθόλου σημαίνει, ἀλλ’ ὅτι καθόλου. δῆλον δὲ ἐκ τοῦδε· ὑγιαίνει ἄνθρωπος — οὐχ ὑγιαίνει ἄνθρωπος, ὑγιαίνει οὐκ ἄνθρωπος — οὐχ ὑγιαίνει οὐκ ἄνθρωπος· ταῦτα γὰρ ἐκείνων διαφέρει τῷ μὴ καθόλου. ὥστε τὸ πᾶς ἢ μηδείς οὐδὲν ἄλλο προσσημαίνει ἢ ὅτι καθόλου τοῦ ὀνόματος ἢ κατάφασιν ἢ ἀπόφασιν. τὰ οὖν ἄλλα τὰ αὐτὰ δεῖ προστιθέναι." Τινὲς μὲν τῶν ἐξηγησαμένων τοῦτο τὸ χωρίον ὑπέλαβον λέγειν τὸν Ἀριστοτέλην διὰ τούτων, ὅτιπερ ἐν ταῖς προτάσεσι ταῖς ἀντὶ τοῦ ἔστιν ἄλλο τι ῥῆμα προσκατηγορούμενον ἐχούσαις, οἷον τὸ βαδίζειν ἢ τὸ ὑγιαίνειν, ὡς ἐν ταῖς ‘ἄνθρωπος δίκαιος ὑγιαίνει’, ‘ἄνθρωπος δίκαιος βαδίζει’, ἡ αὐτὴ γίνεται τῶν προτάσεων τάξις τε καὶ ἀκολουθία, ἥπερ ἐτύγχανε καὶ ἐπὶ τῶν τὸ ἔστι προσκατηγορούμενον ἐχουσῶν, παντάπασιν ἀποπλανώμενοι τῆς τε τοῦ Ἀριστοτέλους διανοίας καὶ τῆς τῶν λόγων αὐτῶν ἀκριβείας· οὔτε γὰρ ὁ φιλόσοφος φαίνεται τῆς τοιαύτης προτάσεως παραδείγματα ἡμῖν παρατιθέμενος οὔτε ἐνδέχεται παρὰ τὸ ἔστιν ἄλλο τι ῥῆμα προσκατηγορούμενον γίνεσθαι. καὶ τοῦτο οὐ μόνον τῷ Ἀριστοτέλει πιστεῦσαι δεῖ πρότερόν τε σαφῶς εἰπόντι μόνον τὸ ἔστιν ἐν ταῖς τοιαύταις προτάσεσι προσκατηγορεῖσθαι καὶ ἐν τοῖς Ἀναλυτικοῖς ὅρον μὲν εἶναι ἀποφαινομένῳ τὸν εἰς ὃν διαλύεται ἡ πρότασις, τόν τε κατηγορούμενον καὶ τὸν ὑποκείμενον, ἐπάγοντι δὲ ‘‘προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι’’ καὶ μηδενὸς ἄλλου ῥήματος παρὰ τοῦτο μνείαν ποιουμένῳ, ἀλλὰ καὶ ἡμεῖς ἐν τοῖς ἑξῆς ἐναργῶς ἀποδείξομεν, ὅπερ καὶ πρότερον ἐπηγγειλάμεθα, δι’ ὧν ὁ Ἀριστοτέλης ζητήσει πότε τὰ ἴδια καὶ χωρὶς κατηγορούμενα δύναται συμπλεκόμενα ἀλλήλοις μίαν ποιῆσαι κατηγορίαν καὶ πότε οὔ. ἕτεροι δέ γε ὑπέλαβον ζητεῖσθαι διὰ τούτων εἰ ὥσπερ ἐν ταῖς ἐνεργείᾳ τὸ ἔστι προσκατηγορούμενον ἐχούσαις τοῦ κατηγορουμένου ὀνόματος, οἷον τοῦ δίκαιος, προταττόμενον τὸ ἀρνητικὸν μόριον οὐ ποιεῖ ἀπόφασιν ἀλλὰ κατάφασιν ἐκ μεταθέσεως, τὴν ‘ἄνθρωπος οὐ δίκαιός ἐστιν’, οὕτω καὶ ἐν αἷς δυνάμει περιέχεται τὸ ἔστιν ἐν τῷ κατηγορουμένῳ ῥήματι, διαλυομένου τοῦ ῥήματος ἐκείνου, καθὰ καὶ πρότερον ἐλέγομεν, εἴς τε τὴν οἰκείαν αὐτῷ μετοχὴν καὶ τὸ ἔστι, προταττόμενον πάλιν τὸ ἀρνητικὸν μόριον τῆς μετοχῆς οὐ ποιήσει ἀπόφασιν ἀλλὰ κατάφασιν ἐκ μεταθέσεως· ἡ μὲν γὰρ λέγουσα πρότασις ‘ἄνθρωπος βαδίζει’ ταὐτὸν ὁμολογουμένως φθέγγεται τῇ ‘ἄνθρωπος βαδίζων ἐστί’, ζητεῖται δέ, φασί, διὰ τούτων εἰ τὴν ‘ἄνθρωπος οὐ βαδίζων ἐστί’ κατάφασιν ῥητέον πάλιν ἐκ μεταθέσεως ἀλλ’ οὐκ ἀπόφασιν, οὔτε τοῦ προβλήματος ἀξίου, οἶμαι, ζητήσεως ὄντος (τίς γὰρ ἡ ἀποκλήρωσις ὥστε τὴν μὲν ‘ἄνθρωπος οὐ δίκαιός ἐστι’ κατάφασιν καλεῖν τὴν δὲ ‘ἄνθρωπος οὐχ ὑγιαίνων ἐστίν’ ἀπόφασιν;) οὔτε τοῦ Ἀριστοτέλους οὐδὲν τοιοῦτον διὰ τῶν παρ’ αὐτοῦ λεγομένων ἐμφαίνοντος. Μήποτε οὖν ταῖς ῥήσεσιν αὐταῖς τοῦ Ἀριστοτέλους προσφυέστερον ᾖ τὸ λέγειν ὅτι2 παραδοὺς ἡμῖν τὰς ἐξ ἀορίστου τοῦ ὑποκειμένου ἀντιφάσεις πρότερον μὲν ἐπὶ τῶν ἁπλουστάτων προτάσεων, τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου μόνον, διὰ δὲ τῶν προσεχῶς προειρημένων καὶ ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου, καὶ ἐν οἷς παρέθετο αὐτῶν παραδείγμασι τὸ ἔστι λαβὼν πρότερον μὲν ὡς κατηγορούμενον (δι’ ὧν ἔλεγεν ἔστιν οὐκ ἄνθρωπος — οὐκ ἔστιν οὐκ ἄνθρωπος καὶ ἔστι πᾶς οὐκ ἄνθρωπος — οὐκ ἔστι πᾶς οὐκ ἄνθρωπος), δι’ ὧν δὲ προσεχῶς παρεδίδου καὶ ὡς προσκατηγορούμενον (ἐν οἷς ἔλεγεν αὗται μὲν οὖν δύο ἀντίκεινται, ἄλλαι δὲ πρὸς τὸ οὐκ ἄνθρωπος· ἔστι δίκαιος οὐκ ἄνθρωπος — οὐκ ἔστι δίκαιος οὐκ ἄνθρωπος, ἔστιν οὐ δίκαιος οὐκ ἄνθρωπος — οὐκ ἔστιν οὐ δίκαιος οὐκ ἄνθρωπος), προτίθεται διὰ τούτων διδάξαι ἡμᾶς ὅτι καὶ ἐπὶ τῶν προτάσεων τῶν ἀντὶ τοῦ ἔστιν ἄλλο τι ῥῆμα ἐχουσῶν οὐ προσκατηγορούμενον (τοῦτο γὰρ εἴρηται ὅτι ἀδύνατον), ἀλλὰ κατηγορούμενον, ἀορίστῳ μέντοι πάλιν τῷ ὑποκειμένῳ χρωμένων, τοῦτον δεῖ τὸν τρόπον γίνεσθαι τὰς ἀποφάσεις, ὃν ἐγίνοντο καὶ τοῦ ἔστιν ἐνεργείᾳ κατηγορουμένου· διὸ καθάπερ ἐπ’ ἐκείνων τῷ ἔστι συμπλέκων τὸ ἀρνητικὸν μόριον ἐποίει τὰς ἀποφάσεις, οὐκ ἔστιν οὐκ ἄνθρωπος λέγων καὶ οὐκ ἔστι πᾶς οὐκ ἄνθρωπος, οὕτω καὶ νῦν τῆς ὑγιαίνει πᾶς οὐκ ἄνθρωπος ἀπόφασιν εἶναί φησι τὴν οὐχ ὑγιαίνει πᾶς οὐκ ἄνθρωπος.
“而在‘是’不适合的那些情况中,例如在‘恢复健康’和‘行走’的情况下,在这些情况中[词语]如此置放,所产生的效果与‘是’被附加时相同;例如,‘每个人都恢复健康——并非每个人都恢复健康’,‘每个非人都恢复健康——并非每个非人都恢复健康’。因为不应当说‘非每个人’,而应当把‘非’这一否定词附加于‘人’;因为‘每个’并不意指全称的事物,而是意指全称地[归属]。这由下述情况是显而易见的:‘人恢复健康——人并不恢复健康’,‘非人恢复健康——非人并不恢复健康’;因为这些由于不是全称的而与那些相区别。因此,‘每个’或‘没有一个’除了附加指示针对名称的全称肯定或否定之外,不附加指示任何其他东西。因此,必须附加其他相同的[成分]。” 解释这一段落的人中,有些人认为亚里士多德通过这些话是在说:在那些用某种其他动词代替‘是’作为附加述词的命题中(例如在‘正义的人恢复健康’、‘正义的人行走’中如同‘行走’或‘恢复健康’),命题产生的秩序和承接关系与那些具有附加述词‘是’的命题中所具有的完全相同;然而他们完全背离了亚里士多德的本意以及这些言论本身的严谨性。因为这位哲学家既显得并未为我们列举此类命题的例证,除了‘是’之外的任何其他动词也不可能成为附加述词。关于这一点,不仅应当信服亚里士多德——他此前既清楚地说过在此类命题中只有‘是’被附加断谓,又在《分析篇》中宣称命题被分解所至的项即是述词与主词,并补充道“当‘是’或‘不是’被附加或被分离时”,且除此以外未提及任何其他动词——而且我们自己在后文中也将根据此前所应允的那样清晰地证明这一点,那是通过亚里士多德将要探讨各自独立被断谓的事物何时能够相互结合构成单一的谓项、何时不能的那些论述。另一方面,另一些人则认为,通过这些话所探讨的是:正如在现实地具有附加述词‘是’的命题中,被置于述词名称(例如‘正义的’)之前的否定虚词所造成的不是否定,而是来自易位的肯定(‘人是非正义的’),那么在‘是’潜在地包含于述词动词中的命题中,正如我们此前所说,当那个动词被分解为属于它自身的特定分词和‘是’时,再次置于分词之前的否定虚词是否同样将造成来自易位的肯定而非否定。因为说‘人行走’的命题公认与说‘人是行走着的’表达同样的意思,而他们声称,通过这些话所探究的是,是否应当将‘人是非行走着的’同样称为来自易位的肯定而非否定;然而我认为,这个问题既不值得探讨(因为凭什么武断地把‘人是非正义的’称为肯定,而把‘人是非健康的’称为否定呢?),亚里士多德通过他自己所说的话也丝毫没有暗示此类事情。因此,或许更贴切于亚里士多德这些言论本身的说法是:他在最单纯的命题(即仅由主词和述词构成的命题)中此前已向我们传授了基于不定主词的矛盾对立,又通过刚才所说的话在具有附加被断谓之第三项的命题中传授了它,并且在他所引用的例证中,此前将‘是’作为述词(通过他说‘非人存在——非人不存在’以及‘每个非人存在——并非每个非人存在’的那些话),而通过刚才所传授的话又将它作为附加述词(在他所说的“因此,这些构成了两组对立,而在相对于非人时则有另一些:非人是正义的——非人不是正义的,非人是非正义的——非人不是非正义的”那些话中);通过这些话,他意图教导我们:在具有某种其他动词代替‘是’(不是作为附加述词,因为这已被说明是不可能的,而是作为述词)但同样使用不定主词的命题中,否定的构成方式必须与‘是’现实地作为述词时所构成的方式相同。正因如此,正如在那些命题中他通过将否定虚词与‘是’结合来构成否定,说‘非人不存在’和‘并非每个非人存在’一样,现在他也同样说‘每个非人都恢复健康’的否定是‘并非每个非人都恢复健康’。
- 1.37οὐ γάρ ἐστι τὸ οὐ πᾶς ἄνθρωπος λεκτέον
中性冠词 τὸ 将后面的整个短语 οὐ πᾶς ἄνθρωπος 作为引用进行名词化,用作动词性形容词 λεκτέον 的对象。它与随后的 ἀλλὰ τὸ οὔ, τὴν ἀπόφασιν, τῷ ἄνθρωπος προσθετέον 形成对比,表明不应将“非每个人”作为一个整体短语来说。
- 1.37Μήποτε οὖν ταῖς ῥήσεσιν αὐταῖς τοῦ Ἀριστοτέλους προσφυέστερον ᾖ τὸ λέγειν ὅτι
μήποτε 加虚拟式(ᾖ)是古典与希腊化时期用于表达审慎主张或委婉断言的惯用句式(“或许说……更为贴切”)。整个句子的语法主语是带有定冠词的不定式短语 τὸ λέγειν ὅτι...,在驳斥了前两种解释之后引出注解者本人的见解。
