← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§180.1-181.7

相反命题与矛盾命题真假关系的解释

针对20a16中关于相反命题与矛盾命题真假关系的引文,阿摩尼奥斯阐释了“既非同时为真,亦非对同一事物”这一表述,将其自身区分陈述与事态的解释同视之为双重限定条件的他人观点进行对比,并对后者予以批评。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.38

" Ἐπεὶ δὲ ἐναντία ἀπόφασίς ἐστι τῇ ἅπαν ἐστὶ ζῷον δίκαιον ἡ σημαίνουσα ὅτι οὐδέν ἐστι ζῷον δίκαιον, αὗται μὲν φανερὸν ὅτι οὐδέποτε ἔσονται οὔτε ἀληθεῖς ἅμα οὔτε ἐπὶ τοῦ αὐτοῦ, αἱ δὲ ἀντικείμεναι ταύταις ἔσονταί ποτε, οἷον οὐ πᾶν ζῷον δίκαιον καὶ ἔστι τι ζῷον δίκαιον." Μέλλων ἐν τοῖς ἑξῆς ὁ Ἀριστοτέλης παραδιδόναι καθόλου τινὰ ἀπόφασιν ἀκολουθοῦσαν καθόλου τινὶ καταφάσει, τὴν ἁπλῆν τῇ ἐκ μεταθέσεως καὶ τὴν ἐκ μεταθέσεως τῇ ἁπλῇ, προλαμβάνει διὰ τούτων εἰκότως καὶ διορίζεται ὅτι1 καθάπερ ἐπὶ τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεων τὰς καθόλου ὡς καθόλου ἐναντίας προσηγόρευσε καὶ συμψεύδεσθαι ἀλλήλαις ἀπεφήνατο τὰς δὲ ἀντιφασκούσας πρὸς αὐτὰς συναληθεύειν ἀλλήλαις, ἐν οἷς ἔλεγε διὸ ταύτας μὲν οὐχ οἷόν τε ἅμα ἀληθεῖς εἶναι, τὰς δὲ ἀντικειμένας αὐταῖς ἐνδέχεται ἐπὶ τοῦ αὐτοῦ, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν νυνὶ προκειμένων εἰς ἐπίσκεψιν προτάσεων, τῶν προσκατηγορουσῶν τὸ ἔστι, τὰς μὲν καθόλου τὰς μηδεμίαν ἐχούσας περὶ τοὺς ὅρους διαφορὰν ἀξιοῖ μήτε συναληθεύειν ποτὲ ἀλλήλαις μήτε σημαίνειν τὰ ἐπὶ τοῦ αὐτοῦ συντρέχειν ἅμα δυνάμενα, τὰς δὲ μαχομένας πρὸς αὐτὰς ἀντιφατικῶς συντρέχειν ποτὲ ἀλλήλαις, διὰ τοῦ ποτέ δηλονότι σημαίνων τὸ κατὰ μόνην τὴν ἐνδεχομένην ὕλην ὑπάρχειν αὐταῖς τὸ συναληθεύειν. ἡμεῖς μὲν οὖν, ὡς εἴρηται, διῃρημένως ἀκούομεν τὸ οὔτε ἀληθεῖς ἅμα οὔτε ἐπὶ τοῦ αὐτοῦ, τὸ μὲν λαμβάνοντες ἐπ’ αὐτῶν τῶν λόγων τὸ δὲ ἐπὶ τῶν σημαινομένων ὑπ’ αὐτῶν πραγμάτων. συμβαίνει δὲ ταῦτα συντρέχειν ἀλλήλοις· εἰ γὰρ ἅμα ἀληθεῖς οἱ λόγοι, καὶ τὰ ἐν αὐτοῖς κατηγορούμενα τῷ αὐτῷ ἅμα ὑπάρχουσι, καὶ τὸ ἀνάπαλιν. καὶ δῆλον ὅτι τοῦ ἅμα εἶναι ἀληθεῖς τοὺς λόγους αἴτιον γίνεται τὸ τὰ πράγματα συνυπάρχειν. ἕτεροι δέ γε τὸ οὔτε καίτοι δὶς παραληφθὲν παρέλκειν ὑπολαβόντες2 δι’ ἀμφοτέρων, τοῦ τε ἅμα καὶ τοῦ ἐπὶ τοῦ αὐτοῦ, περιγράφεσθαί φασι τὸ χαρακτηρίζον τὴν ἀντίθεσιν τῶν τοιούτων προτάσεων· ἅμα τε γὰρ ἀληθεῖς δύνανται εἶναι, φασίν, αἱ προτάσεις μὴ ἐπὶ τοῦ αὐτοῦ λαμβανόμεναι, οἷον ‘πᾶς ἄνθρωπος δίπους — οὐδεὶς ἵππος δίπους’, καὶ πάλιν ἐπὶ τοῦ αὐτοῦ μὲν ἀληθεῖς, οὐ μέντοι ἅμα, ὡς ὅταν λέγωμεν ‘πᾶς ἄνθρωπος ἐπὶ τοῦ χρυσοῦ λεγομένου γένους δίκαιος — οὐδεὶς ἄνθρωπος ἐπὶ τοῦ σιδηροῦ λεγομένου γένους δίκαιος’, καίτοι τοῦ τε Ἀριστοτέλους κατ’ ἀρχὰς παραδόντος ἡμῖν ποίας ἀξιοῖ ἀντικεῖσθαι ἀλλήλαις προτάσεις, ὅτι τὰς τοῦ αὐτοῦ κατὰ τοῦ αὐτοῦ καὶ τὰ ἑξῆς τούτοις, καὶ τῆς κατὰ χρόνον ἐξαλλαγῆς περὶ μὲν τὴν φύσιν τῶν καθ’ ἕκαστα θεωρεῖσθαι δυναμένης, ἐν δὲ τοῖς καθόλου χώραν οὐδεμίαν ἐχούσης, εἰ μὴ μέλλοιμεν τοῖς μυθικοῖς πλάσμασι χρήσασθαι πρὸς ἀνατροπὴν τῶν ἐναργῶς ἀποδεδειγμένων.

“既然针对‘每个动物都是正义的’的相反否定是意指‘没有任何动物是正义的’的命题,显然这两者既绝不会同时为真,也不会对同一事物为真;而与它们对立的命题有时则会如此,例如‘并非每个动物都是正义的’与‘有动物是正义的’。” 亚里士多德在接下来的部分中拟讲授某种伴随于全称肯定的全称否定——单纯命题伴随于换位命题,而换位命题伴随于单纯命题——他合乎情理地通过这些话预先阐明并规定:正如在由主词和述词构成的命题中,他将全称的命题作为全称命题称为相反命题,并断定它们互为同假,而与它们矛盾相对立的命题则互为同真(在那些段落中他说“因此这些命题不可能同时为真,但与它们相对立的命题在关于同一事物时则是可能的”);以相同的方式,在目前提出以供考察的命题——即附加断谓‘是’的命题中——他同样主张,在词项上没有任何差异的全称命题既绝不互为同真,也不意指能够同时汇合于同一事物的情况,而与它们呈矛盾冲突的命题则有时相互汇合,显然他通过“有时”表明,它们互为同真仅在偶然质料中属于它们。 因此,如前所述,我们分别地理解“既非同时为真,亦非对同一事物[为真]”,将前者理解为针对陈述本身而言,而将后者理解为针对由它们所意指的事物而言。并且这两者相互汇合:因为如果陈述同时为真,那么在它们之中的述词也同时归属于同一事物,反之亦然。并且显而易见的是,事物的共存构成了陈述同时为真的原因。 然而另一些人则认为,尽管‘既非/亦非’被两次使用,它却是赘述的;他们主张通过这两者——即“同时”与“对同一事物”两者——刻画此类命题对立特征的条件得到了限定。因为他们说,非就同一事物而言的命题可以“同时”为真(例如‘每个人都是两足的——没有任何马是两足的’);反之,命题也可以就“同一事物”而言为真,但却不是“同时”(例如当我们说‘所谓黄金时代中的每个人都是正义的——所谓黑铁时代中的没有任何人是正义的’时);尽管亚里士多德在开篇就已教导我们他主张哪些命题相互对立(即针对同一事物的同一[述谓]等等),而且时间的变异固然能够在个别事物的本性中被观察到,但在全称事物中却毫无立足之地,除非我们企图利用神话虚构来颠覆已得到明晰证明的论题。

语法注2 条
  1. 1.38Μέλλων ἐν τοῖς ἑξῆς ὁ Ἀριστοτέλης παραδιδόναι καθόλου τινὰ ἀπόφασιν ἀκολουθοῦσαν καθόλου τινὶ καταφάσει, τὴν ἁπλῆν τῇ ἐκ μεταθέσεως καὶ τὴν ἐκ μεταθέσεως τῇ ἁπλῇ, προλαμβάνει διὰ τούτων εἰκότως καὶ διορίζεται ὅτι

    整个句子的主干是由分词 Μέλλων... 修饰主语 ὁ Ἀριστοτέλης,引导主动词 προλαμβάνει... καὶ διορίζεται,其后接由 ὅτι 引导的宾语从句。在 ὅτι 从句内部是一个比较结构 καθάπερ... τὸν αὐτὸν τρόπον καί...(“正如……同样也……”),将二词项命题中的规则引申规定于附加断谓‘是’的三词项命题之中。

  2. 1.38τὸ οὔτε καίτοι δὶς παραληφθὲν παρέλκειν ὑπολαβόντες

    在语法学术语中,παρέλκειν 表示“冗余”、“赘述”。其他解释者认为原文中的 οὔτε ... οὔτε ... 并非将两项(ἅμα 与 ἐπὶ τοῦ αὐτοῦ)分别对应到陈述与事态这两个独立范畴,而是把连词的双重出现视作修辞性赘述,实质上表达一个被共同否定的复合条件(“既在同一事物上且在同一时间”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:180.1-181.7