← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§175.1-176.4

具有不定主词的命题对立与分类

针对亚里士多德在《解释篇》19b36中引入带有不定主词‘非人’的命题对立,阿摩尼奥斯补充了经文中的省略构词,通过主词与述词的确定与不定组合对命题进行分类,并说明了为何不存在更多的对立以及带有不定主词之命题的自立性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.36

" Αὗται μὲν οὖν δύο ἀντίκεινται, ἄλλαι δὲ πρὸς τὸ οὐκ ἄνθρωπος ὡς ὑποκείμενόν τι προστεθέντος·1 ἔστι δίκαιος οὐκ ἄνθρωπος — οὐκ ἔστι δίκαιος οὐκ ἄνθρωπος, ἔστιν οὐ δίκαιος οὐκ ἄνθρωπος — οὐκ ἔστιν οὐ δίκαιος οὐκ ἄνθρωπος. πλείους δὲ τούτων οὐκ ἔσονται ἀντιθέσεις. αὗται δὲ χωρὶς ἐκείνων αὐταὶ καθ’ αὑτὰς ἔσονται, ὡς ὀνόματι τῷ οὐκ ἄνθρωπος χρώμεναι." Προφανὲς τὸ διὰ τούτων παραδιδόμενον θεώρημα· φησὶ γὰρ τοσαύτας εἶναι ἀντιφάσεις καὶ ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου προτάσεων ἀορίστῳ ὑποκειμένῳ χρωμένας, ὅσαι ἦσαν ἐξ ὡρισμένου τοῦ ὑποκειμένου. δύο δὲ ἦσαν ἐκεῖναι καθ’ ἕκαστον προτάσεων εἶδος τὸ κατὰ τὸν ὑποκείμενον ὀνομαζόμενον, οἷον καθ’ ἕκαστα ἢ ἀδιόριστοι ἢ καθόλου ἢ ἐπὶ μέρους· δύο ἄρα καὶ αὗται. ὧν καὶ παραδείγματα παρέθετο, τῶν τε ἁπλῶν καὶ τῶν ἐκ μεταθέσεως, ‘οὐκ ἄνθρωπος δίκαιός ἐστιν — οὐκ ἄνθρωπος δίκαιος οὐκ ἔστιν’ (αὗται ἁπλαῖ μὲν ἐξ ἀορίστου τοῦ ὑποκειμένου), ‘οὐκ ἄνθρωπος οὐ δίκαιός ἐστιν — οὐκ ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν’· αὗται καὶ ἀόριστοι ἤτοι ἐκ μεταθέσεως καὶ ἐξ ἀορίστου πάλιν τοῦ ὑποκειμένου. ἡ δὲ λέξις ἡ ἄλλαι δὲ πρὸς τὸ οὐκ ἄνθρωπος ὡς ὑποκείμενόν τι προστεθέντος ἐλλιπέστερον ἔχει· τὸ γὰρ πλῆρες οὕτως ἂν ἔχοι ‘ἄλλαι δὲ δύο ἀντιφάσεις ἀντίκεινται, τοῦτ’ ἔστιν ἐξ ἀντικειμένων προτάσεων γίνονται, πρὸς τὸ οὐκ ἄνθρωπος ὡς ὑποκείμενόν τι παραληφθὲν ἐν ταῖς προτάσεσι, προστεθέντος αὐτῷ (τῷ οὐκ ἄνθρωπος δηλονότι) τοῦ τε κατηγορουμένου καὶ τοῦ προσκατηγορουμένου, καὶ κατηγορουμένου μὲν ἢ ὡρισμένου ἢ ἀορίστου, προσκατηγορουμένου δὲ ἢ καταφατικοῦ ἢ ἀποφατικοῦ’. λάβωμεν οὖν τοῦτον τὸν τρόπον πάσας τὰς ἐκ τρίτου προσκατηγορουμένου προτάσεις ἐκ διαιρέσεως· ἀνάγκη γὰρ ἢ ἄμφω τοὺς ὅρους, τόν τε ὑποκείμενον καὶ τὸν κατηγορούμενον, ὡρισμένους αὐτὰς ἔχειν ἢ ἄμφω ἀορίστους ἢ τὸν μὲν ὡρισμένον τὸν δὲ ἀόριστον, καὶ τοῦτο διχῶς (καὶ δῆλον ὅπως), καὶ ἢ καταφατικὰς εἶναι ταύτας ἢ ἀποφατικάς. αὗται δὲ πᾶσαι κατηριθμήθησαν, καὶ εἰκότως ἐθάρρησεν ἀποφήνασθαι ὡς πλείους τούτων οὐκ ἔσονται ἀντιφάσεις. εἶτα διδάσκων ὅτι καὶ αὗται τέλειαί εἰσι προτάσεις αἱ ἐξ ἀορίστου τοῦ ὑποκειμένου, φησὶν αὐτὰς χωρὶς ἐκείνων αὐτὰς καθ’ αὑτὰς εἶναι τῷ οὐκ ἄνθρωπος ὡς ὑποκειμένῳ χρωμένας καὶ διὰ τοῦτο πρὸς αὐτὸ τὸ ἀποφαίνεσθαι μηδὲν ἔλαττον ἐχούσας ἐκείνων.

“因此,这些构成了两组对立,而在对作为某种主词的‘非人’附加了[某物]时,则有另一些[对立]:‘非人是正义的——非人不是正义的’,‘非人是非正义的——非人不是非正义的’。对立不会多于这些。而这些命题由于把‘非人’作为名称使用,将脱离那些命题而独立自存。” 通过这些话所传授的定理是显而易见的。因为他说,在具有附加被断谓之第三项且使用不定主词的命题中,矛盾对立的数目也正如基于确定主词的命题中的数目一样多。而依照主词所命名的每一种命题——例如个别的、无限定的、全称的或特称的——那些矛盾对立各有两组;因此这些也是两组。他也举出了它们的例子,包括单纯的命题和来自易位的命题:“非人是正义的——非人不是正义的”(这些是基于不定主词的单纯命题),“非人是非正义的——非人不是非正义的”(这些既是不定的——即来自易位的——且同样基于不定主词的命题)。另一方面,“而在对作为某种主词的非人附加了[某物]时,则有另一些”这一文句略显简略。因为其完整形式当如下所述:“而另外两组矛盾对立互相对立,即由对立的命题构成,这是相对于在命题中被取作某种主词的‘非人’而言的,只要对它(显然即‘非人’)既附加了述词也附加了附加述词,且述词要么是确定的要么是不定的,而附加述词要么是肯定的要么是否定的”。因此,让我们通过划分以这种方式把握所有具有附加被断谓之第三项的命题。因为这些命题必然要么两项(即主词与述词双方)都是确定的,要么两者都是不定的,要么一者确定而另一者不定——且这有两种方式(如何划分是清楚的)——并且这些命题要么是肯定的,要么是否定的。而所有这些都已被列举完毕,他理所当然地敢于断言矛盾对立不会多于这些。随后,为了教导基于不定主词的这些命题同样是完全的命题,他说它们由于将‘非人’用作主词而脱离那些命题独立自存,并因此在作出断言本身方面相比于那些命题毫无逊色之处。

语法注1 条
  1. 1.36ἄλλαι δὲ πρὸς τὸ οὐκ ἄνθρωπος ὡς ὑποκείμενόν τι προστεθέντος

    亚里士多德原文中极度精炼紧缩的表达。不仅主语 ἄλλαι 所对应的谓语动词(如 ἀντίκεινται)被省略,而且属格绝对结构分词 προστεθέντος 的逻辑主语(作为述词或附加述词的项)也未被明确道出。阿摩尼奥斯明确指出了该句式的简略性(ἐλλιπέστερον ἔχει),并在紧接着的正文中将其扩展补足为完整的句法结构:ἄλλαι δὲ δύο ἀντιφάσεις ἀντίκεινται ... προστεθέντος αὐτῷ ... τοῦ τε κατηγορουμένου καὶ τοῦ προσκατηγορουμένου。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:175.1-176.4