← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§173.4-174.29

对角命题同时为真与推论关系的条件

阿摩尼奥斯援引《前分析篇》末尾的讨论,考察了对角命题同时为真的条件差异,并论证了为何命题的推论关系仅在全称肯定与特称否定的对立中才如无限定命题那样成立,而在特称肯定对全称否定以及单称命题中均不再成立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.35#2

καὶ ταῦτα σαφῶς εὑρήσομεν οὐ διοριζόμενον μόνον ἀλλὰ καὶ δεικνύντα τὸν Ἀριστοτέλην πρὸς τῷ πέρατι τοῦ πρώτου τῶν Ἀναλυτικῶν. ὅθεν ὁρμώμενος ἄν τις ὑποπτεύσειεν ἐπὶ μόνου τοῦ διαγράμματος τῶν ἀδιορίστων ἁρμόζειν τὸ μὴ ὁμοίως τὰς κατὰ διάμετρον ἐνδέχεσθαι συναληθεύεσθαι· λέγεται γὰρ ἐν ἐκείνοις ὡς τῶν ἀποφάσεων τῶν ἀδιορίστων καὶ κατ’ ἄλλον τρόπον παρὰ τὰς καταφάσεις συναληθεύειν ποτὲ δυναμένων· οὐ γὰρ μόνον ἐπὶ διαφόρων τοῦ ὑποκειμένου μερῶν, ὅπερ αἱ καταφάσεις ποιοῦσιν, ἀλλὰ καὶ ἐπὶ τοῦ αὐτοῦ, ὅταν μέντοι ἀλλότριον ᾖ τοῦ ἐν τῇ ἐξ ἀρχῆς προτάσει ληφθέντος ὑποκειμένου· κατὰ γὰρ τοῦ ξύλου τυχὸν καὶ τὸ ‘ἄνθρωπος δίκαιος οὐκ ἔστι’ καὶ τὸ ‘ἄδικος οὐκ ἔστι’ καὶ τὸ ‘οὐ δίκαιος οὐκ ἔστιν’ ἀληθῶς κατηγορήσεις, καίτοι τῶν καταφάσεων οὐδεμιᾶς ἀληθεύειν ἐπὶ ὁτουοῦν τῶν παρὰ τὸν ἄνθρωπον δυναμένης. ἀλλὰ τὸ μήτε τῇ διδασκαλίᾳ τῇ περὶ ἐκείνου τοῦ διαγράμματος προστεθεῖσθαι ταύτην τὴν ῥῆσιν καὶ περὶ τῶν προσδιωρισμένων εἰπόντα τὸν φιλόσοφον ὅτι κατὰ τὰς ἀκολουθήσεις ὁμοίως ἔχουσι ταῖς ἀδιορίστοις ἐπαγαγεῖν τὸ πλὴν οὐχ ὁμοίως τὰς κατὰ διάμετρον ἀληθεύεσθαι δυνατόν οὐδὲν ἕτερον ἐννοεῖν ἡμῖν ἐπιτρέπει ἢ ὅτι διαφοράν τινα παραδίδωσι τῶν διαγραμμάτων κατὰ τὸ μὴ ὁμοίως, ὅπερ αὐτός φησι, τὰς κατὰ διάμετρον ἐν αὐτοῖς συναληθεύειν. Ἀλλ’ εἰ δεῖ μὴ παρέργως ἀκροᾶσθαι τῶν ὑπὸ τοῦ Ἀριστοτέλους λεγομένων, ἄξιον οἶμαι ζητῆσαι διὰ τίνα αἰτίαν ἐπὶ μόνης τῆς ἀντιθέσεως τῆς καθόλου καταφάσεως πρὸς τὴν μερικὴν ἀπόφασιν ὁμοίως ἔχειν φησὶ τῶν προτάσεων τὴν ἀκολουθίαν τῇ ἐπὶ τῶν ἀπροσδιορίστων· μήποτε οὖν ὡς ἐπὶ τῶν ὑπολοίπων ἀντιφάσεων, τῆς τε μερικῆς καταφάσεως πρὸς τὴν καθόλου ἀπόφασιν καὶ τῆς τῶν καθ’ ἕκαστα, μηκέτι σωζομένης τῆς αὐτῆς ἀκολουθίας·1 ἐπὶ μὲν γὰρ τῆς τίς καὶ οὐδείς ἀντιφάσεως οὐδὲ ἐνδέχεται δεῖξαι τὴν ἁπλῆν κατάφασιν τῆς στερητικῆς ἀποφάσεως ἢ ἐπὶ πλέον ἢ ἐπ’ ἔλαττον οὖσαν· οὔτε γὰρ εἰ τὶς ἄνθρωπος δίκαιος, ἤδη οὐδεὶς ἄδικος, οὔτε εἰ μηδεὶς ἄδικος, ἤδη τὶς δίκαιος· τί γάρ, εἰ πάντες τὴν μέσην ἔχοιεν ἕξιν; ὥστε οὐκ ἔστιν οὐδεμίαν ἀκολουθίαν ἀναγκάσαι. εἰ δὲ τὰς ἁπλᾶς πρὸς τὰς ἐκ μεταθέσεως παραβάλλοις, ταῖς μὲν ἀποφάσεσι τὰς καταφάσεις ἑπομένας εὑρήσεις, οὐκέτι μέντοι τὰς ἀποφάσεις ταῖς καταφάσεσιν· εἰ μὲν γὰρ μηδεὶς μὴ δίκαιος, δῆλον ὡς πᾶς τε καὶ τῶν κατὰ μέρος ἕκαστος ἔσται δίκαιος· οὐ μὴν εἰ ἔστι τις δίκαιος, ἤδη δεήσει μηδένα εἶναι μὴ δίκαιον. οὐ μὴν ἀλλ’ οὐδὲ ἐπὶ τῶν καθ’ ἕκαστα τὴν εἰρημένην ἀναλογίαν προχωροῦσαν εὑρήσεις· τὴν μὲν γὰρ ἁπλῆν κατάφασιν καὶ τὴν ἐκ μεταθέσεως ἀπόφασιν ἀντιστρέφειν ἀλλήλαις συμβαίνει, ‘Σωκράτης δίκαιός ἐστι — Σωκράτης οὐ δίκαιος οὐκ ἔστι’, τὴν μέντοι στερητικὴν ἀπόφασιν ἑκατέρας αὐτῶν ἐπὶ πλέον εἶναι τῷ ἀληθεύειν ἐπ’ αὐτοῦ τε καὶ τοῦ τὴν μέσην ἕξιν καθ’ ὑπόθεσιν ἔχοντος. εἰ δέ τις ὑπολαμβάνοι καὶ ἐπὶ τῶν καθ’ ἕκαστα σώζεσθαι τὴν εἰρημένην τῆς ἀκολουθίας τῶν προτάσεων ἀναλογίαν διὰ τὸ καταφατικῶς μὲν τὰ ἄτομα κατὰ μηδενὸς ἀληθῶς κατηγορεῖσθαι, μήτε ἄλλου παρ’ αὐτὰ μήτε μέρους ἑαυτῶν ἀτόμων ὄντων, ἀποφάσκεσθαι μέντοι ἀληθῶς ἑκάστου τῶν ἄλλων, οἷον ὅταν λέγωμεν ‘Θεαίτητος Σωκράτης οὐκ ἔστιν’, ὥσπερ καὶ τῶν γενικωτάτων καταφάσκεσθαι μὲν οὐδὲν ἀληθῶς δυνατόν, ἀποφάσκεσθαι δὲ οὐκ ἀδύνατον, ὁπόταν λέγωμεν ‘τὸ ποσὸν οὐσία οὐκ ἔστιν’· εἰ οὖν διὰ τοῦτο ἀξιοίη τὴν ‘Σωκράτης οὐ δίκαιος οὐκ ἔστι’ καὶ ‘ἄδικος οὐκ ἔστιν’ ἐπὶ πλέον εἶναι τῆς ‘Σωκράτης δίκαιός ἐστιν’, ὑπερτεινούσας αὐτῆς ἐπὶ τῶν παρὰ Σωκράτην, πρῶτον μὲν ἴστω καὶ τὴν κατάφασιν ὅλην ὡς κατηγορουμένην λαμβάνων,2 πρὸς ἣν τὴν ἀπόφασιν ὅλην παραβάλλων ἐπὶ πλέον αὐτῆς ἀληθεύειν φησίν, ἔπειτα ὅτι οὐδὲ ἀποφατικῶς κατηγορεῖν τινος ὅλον τὸ ‘Σωκράτης δίκαιος ἢ οὐ δίκαιος’ εὔλογον· ἐν μὲν γὰρ τῷ πλήθει τῶν ἀνθρώπων καὶ τὸ δίκαιον ἅμα καὶ τὸ μὴ δίκαιον κατ’ ἐνέργειαν ὑφεστηκότα θεωροῦντες εἰκότως ἑκάτερον αὐτῶν ἅμα τῷ ἄνθρωπος καὶ καταφάσκομέν τινων καὶ ἀποφάσκομεν· οὐδενὸς μέντοι τῶν ἀτόμων ἅμα μετέχειν ἀμφοτέρων δυναμένου τὸ μὲν Σωκράτης ἀληθῶς ἀποφήσομεν τοῦ Θεαιτήτου, καὶ εἰ ὁμώνυμον εἴη τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ, μὴ εἶναι τοῦτον, εἰ τύχοι, τὸν φιλόσοφον ἢ τὸν δίκαιον Σωκράτην λέγοντες, μετὰ τοῦ ἄρθρου τὸ προσκείμενον αὐτῷ προφερόμενοι· ἄνευ δὲ τοῦ ἄρθρου ὅτι ὅδε Σωκράτης δίκαιος οὐκ ἔστιν οὐ λέγομεν· οὔτε γὰρ τῇ Ἑλληνικῇ χρήσει τοῦτο συνεγνωσμένον οὔτε ἔχον λόγον.

我们将清楚地发现,亚里士多德在《前分析篇》第一卷末尾不仅界定了这些事情,而且证明了它们。从那里出发,有人可能会推测,对角命题同样地同时为真并不是可能的这一情况仅适用于无限定命题的图表。因为在那些段落中说到,无限定否定命题有时还能以除肯定命题之外的另一种方式同时为真:因为不仅就主词的不同部分而言(肯定命题正是如此),而且就同一主词而言,只要它对于最初命题中所选取的主词来说是异质的,它们就能同时为真。例如,对于木头,你可以真实地断谓‘人不是正义的’、‘[人]不是不正义的’和‘[人]不是非正义的’,尽管没有任何一个肯定命题能够在人之外的任何事物上为真。但是,由于这一言说并未被追加到关于那张图表的教学中,并且哲学家在论及限定命题就推论关系而言与无限定命题具有相似情况之后,追加了‘只是对角命题同样地为真并不是可能的’,这不允许我们作别的理解,只能认为他是就对角命题在其中并非同样地同时为真这一点——正如他自己所言——传授诸图表之间的某种差异。但是,如果应当不草率地听取亚里士多德所说的话,我认为值得探究的是,究竟由于什么原因,他断言命题的推论关系仅仅在全称肯定对特称否定的对立中才与无限定命题中的推论关系相似。难道不是因为在其余的矛盾对立中——即特称肯定对全称否定的对立,以及关于个别事物的对立中——同一推论关系不再得以保留吗?因为在‘某个’与‘没有一个’的矛盾对立中,甚至不可能证明单纯肯定比缺失否定涵盖更广或更窄的范围。因为既不是如果某个人是正义的,就立刻没有任何人是不正义的;也不是如果没有人是不正义的,就立刻有人是正义的;因为如果所有人都具有中等状态,那又当如何呢?从而不可能确立任何必然的推论。另一方面,如果你将单纯命题与易位命题进行比较,你会发现肯定命题跟随否定命题,但否定命题却不再跟随肯定命题;因为如果没有任何人是非正义的,显而易见所有人即每个个别部分都将是正义的;然而并不是如果某个人是正义的,就立刻必然没有任何人是非正义的。不仅如此,你还会发现在个别事物上所述的比例关系同样无法推进。因为单纯肯定与易位否定恰好彼此换位——‘苏格拉底是正义的——苏格拉底不是非正义的’——然而缺失否定通过在苏格拉底本人以及假定具有中等状态的人身上都为真,比它们之中的每一个涵盖更广的范围。但是,如果有人假定在个别事物上所述的命题推论的比例关系也得以保留——其理由是,由于个体是不可分的,它们在肯定方面不能对任何事物被真实地断谓,既不能对自身之外的其他事物,亦不能对其自身的部分,但在否定方面却对其他事物的每一个被真实地否定,例如当我们说‘泰阿泰德不是苏格拉底’时,正如对最高属的事物也没有任何事物能被真实地肯定,但〔有事物对它们〕被否定却并非不可能,每当我们说‘量不是实体’时——如果因此他主张‘苏格拉底不是非正义的’和‘[苏格拉底]不是不正义的’比‘苏格拉底是正义的’涵盖更广,因为它们扩展至苏格拉底之外的事物因而超越了它:首先,让他知道他是把整个肯定命题作为被断谓之物来领会的,在将整个否定命题与之比较时,他断言否定命题比它涵盖更广;其次,让他知道,对某物在否定意义上断谓整个‘苏格拉底正义或非正义’甚至都是不合理的。因为在人群的多数之中,我们看到正义者与非正义者二者同时在现实中成立,因而合理地将它们各自与‘人’一起,对某些人加以肯定,对某些人加以否定;然而,既然个体中没有任何一个能够同时分有二者,我们固然能够对泰阿泰德真实地否定‘苏格拉底’,即使述词与主词同名,我们也会通过带着定冠词说出附加于其上的内容,例如说他不是那位哲学家苏格拉底或那位正义的苏格拉底;但在没有定冠词的情况下,我们不会说‘这个人不是苏格拉底·正义’。因为这既不被希腊语习惯用法所认可,也没有道理可言。

语法注2 条
  1. 1.35μήποτε οὖν ὡς ἐπὶ τῶν ὑπολοίπων ἀντιφάσεων, τῆς τε μερικῆς καταφάσεως πρὸς τὴν καθόλου ἀπόφασιν καὶ τῆς τῶν καθ’ ἕκαστα, μηκέτι σωζομένης τῆς αὐτῆς ἀκολουθίας·

    μήποτε οὖν 在此引导对前述疑问的推测性回答(“难道不是因为……”)。其后的 ὡς 作为表示原因的连词,与属格独立结构(μηκέτι σωζομένης τῆς αὐτῆς ἀκολουθίας)连用,阐明解释性的理由。

  2. 1.35πρῶτον μὲν ἴστω καὶ τὴν κατάφασιν ὅλην ὡς κατηγορουμένην λαμβάνων

    命令式 ἴστω(οἶδα 的第三人称单数现在时命令式)为主动词,分词 λαμβάνων 作为补充性分词与其搭配(“首先,让他知道他是把整个肯定命题作为被断谓之物来领会的”)。随后的关系从句(πρὸς ἣν ... φησίν)以 τὴν κατάφασιν ὅλην 为先行词,其中的分词 παραβάλλων 从属于 φησίν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:173.4-174.29