← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§171.7-173.4

量化命题中对角命题的推论与同真性

阿摩尼奥斯注解《解释篇》第10章(19b31),分析由全称肯定与特称否定构成的对角矛盾命题(单纯命题、易位命题与缺失命题)之间的逻辑推论关系。他进一步论证,无限定命题在可能质料下肯定与否定皆可同时为真,而量化命题中唯有对角否定命题能在可能质料下同时为真。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.35#1

" Ὁμοίως δὲ ἕξει, κἂν καθόλου τοῦ ὀνόματος ᾖ ἡ κατάφασις, οἷον πᾶς ἐστιν ἄνθρωπος δίκαιος — ἀπόφασις τούτου — οὐ πᾶς ἐστιν ἄνθρωπος δίκαιος, πᾶς ἐστιν ἄνθρωπος οὐ δίκαιος — οὐ πᾶς ἐστιν ἄνθρωπος οὐ δίκαιος. πλὴν οὐχ ὁμοίως τὰς κατὰ διάμετρον ἐνδέχεται συναληθεύειν, ἐνδέχεται δὲ ποτέ.1" Τὴν εἰρημένην ἐπὶ τῶν ἀπροσδιορίστων προτάσεων ἀκολουθίαν ἀξιοῖ θεωρεῖν ἡμᾶς καὶ ἐπὶ μιᾶς τῶν διαγωνίων ἀντιφάσεων, τῆς πᾶς καὶ οὐ πᾶς, ὡς καὶ ἐπὶ ταύτης λαμβανομένων τῶν τε ἁπλῶν προτάσεων καὶ τῶν ἐκ μεταθέσεως καὶ ἔτι τῶν στερητικῶν. συμβαίνει δὲ τὰς μὲν ἐκ μεταθέσεως τοῦτον ἔχειν τὸν λόγον πρὸς τὰς ἁπλᾶς ὃν αἱ στερητικαί, τὰς μέντοι ἁπλᾶς μηκέτι τοῦτον ἔχειν τὸν λόγον πρὸς τὰς ἐκ μεταθέσεως ὃν αἱ στερητικαί·2 τετάξονται μὲν γὰρ καὶ ἐνταῦθα δηλονότι ὑπὸ τὴν ἁπλῆν κατάφασιν αἱ τῶν λοιπῶν ἀντιφάσεων ἀποφάσεις (οὐ γὰρ δὴ αἱ καταφάσεις), ὑπὸ δὲ τὴν ἀπόφασιν αἱ καταφάσεις· ἔσται δὲ πάλιν τῆς μὲν ἁπλῆς καταφάσεως ἐπὶ πλέον ἑκατέρα τῶν ὑπ’ αὐτὴν ἀποφάσεων· πάντων μὲν γὰρ ὄντων δικαίων ἥ τε μὴ πάντας ἀδίκους εἶναι λέγουσα ἀληθὴς καὶ ἡ μὴ πάντας οὐ δικαίους, ἐπειδὴ καὶ ψευδὴς ἑκατέρα τῶν ἀντικειμένων αὐταῖς καταφάσεων. εἰ μέντοι τῶν ἀνθρώπων οἱ μὲν δίκαιοι εἶεν οἱ δὲ μὴ δίκαιοι, τῶν μὲν εἰρημένων ἀποφάσεων ἑκατέρα ἀληθής, ἡ δὲ ἁπλῆ κατάφασις ψευδής. ὥσπερ δὲ τῆς ἁπλῆς καταφάσεως ἐπὶ πλέον αἱ ὑπ’ αὐτὴν ἀποφάσεις, οὕτω δηλονότι καὶ τῆς ἁπλῆς ἀποφάσεως ἐπ’ ἔλαττον αἱ ὑπ’ αὐτὴν καταφάσεις. ὥστε σώζεται πρὸς τὰς ἁπλᾶς προτάσεις τῶν μετ’ αὐτὰς ἡ ἀναλογία. οὐκέτι μέντοι οὐδὲ ἐπὶ τούτων σώζεται ἡ πρὸς τὰς ἐκ μεταθέσεως τῶν πρὸ αὐτῶν ἀναλογία· τῶν μὲν γὰρ ἁπλῶν ἡ μὲν κατάφασις ἐπ’ ἔλαττον ἀληθεύουσα ἐδείχθη τῆς ἀορίστου ἀποφάσεως καὶ ἡ ἀπόφασις τῆς καταφάσεως ἐπὶ πλέον, τῶν μέντοι στερητικῶν ἡ μὲν ἀπόφασις πάλιν ἐπὶ πλέον ἔσται τῆς ἐκ μεταθέσεως ἀποφάσεως ἡ δὲ κατάφασις ἐπ’ ἔλαττον τῆς καταφάσεως. ὅτι δὲ τοῦτο οὕτως ἔχει, λέγω δὲ τὸ περὶ τῶν στερητικῶν καὶ τῶν ἐκ μεταθέσεως εἰρημένον, ῥᾳδίως δείξομεν ἀπὸ τῶν καταφάσεων ποιούμενοι πάλιν τὴν ἐπιχείρησιν πάντων μὲν γὰρ ἀνθρώπων ἀδίκων ὄντων ἀληθεύσει καὶ ἡ πάντας λέγουσα εἶναι μὴ δικαίους ὁ γὰρ ἄδικος δηλονότι οὐ δίκαιος. εἰ μέντοι εἶεν τῶν ἀνθρώπων οἱ μὲν ἄδικοι οἱ δὲ μέσην ἔχοντες ἕξιν, ἡ μὲν λέγουσα πρότασις πάντας εἶναι μὴ δικαίους ἀληθής, ἡ μέντοι λέγουσα πάντας ἀδίκους εἶναι ψευδής. τὰ αὐτὰ οὖν, ὥσπερ ἐλέγομεν, καὶ ἐπὶ τούτων τῶν προτάσεων συμβαίνει τοῖς ἐπὶ τῶν ἀπροσδιορίστων τεθεωρημένοις.’’Ὅτι δὲ τὴν εἰρημένην τῶν προτάσεων ἀκολουθίαν πρότερόν τε παρεδίδου ἡμῖν ὁ Ἀριστοτέλης ὡς ἐπὶ προτάσεων ἀπροσδιορίστων, δι’ ὧν ἔλεγεν ὧν τὰ μὲν δύο πρὸς τὴν κατάφασιν καὶ ἀπόφασιν ἕξει κατὰ τὸ στοιχοῦν ὡς αἱ στερήσεις, τὰ δὲ δύο οὔ, καὶ νῦν ἐπὶ τῆς ἀντιφάσεως τῆς καθόλου καταφάσεως πρὸς τὴν μερικὴν ἀπόφασιν τὰ αὐτὰ ἡμᾶς θεωρεῖν ἀξιοῖ καὶ οὐδὲν ἕτερον, σαφῶς ἐδήλωσεν ἐπαγαγὼν πλὴν οὐχ ὁμοίως τὰς κατὰ διάμετρον ἐνδέχεται συναληθεύειν, ἐνδέχεται δὲ ποτέ, δι’ οὗ λέγοι ἂν τὸ διάφορον τῶν διαγραμμάτων, τοῦ τε ἐπὶ τῶν ἀπροσδιορίστων καὶ τοῦ ἐπὶ τῶν προσδιωρισμένων προτάσεων καθ’ ἑκάτερον μὲν γὰρ αὐτῶν κατὰ διάμετρον συμβαίνει τετάχθαι τὰς καταφάσεις ἀλλήλαις, τὴν ἁπλῆν λέγω καὶ τὴν ἐκ μεταθέσεως ἢ τὴν ἁπλῆν καὶ τὴν στερητικήν, καὶ τὰς ἀποφάσεις ὁμοίως ἀλλ’ ἐπὶ μὲν τῶν ἀπροσδιορίστων κατὰ τὴν ἐνδεχομένην ὕλην τάς τε καταφάσεις συναληθεύειν ἀλλήλαις συμβαίνει καὶ τὰς ἀποφάσεις ἅτε ταῖς μερικαῖς ἰσοδυναμούσας, ἐπὶ δὲ τῶν προσδιωρισμένων, περὶ ὧν νυνὶ αὐτῷ ὁ λόγος, τῆς καθόλου καταφάσεως καὶ τῆς ἐπὶ μέρους ἀποφάσεως, τὰς μὲν καταφάσεις συναληθεῦσαι ἀδύνατον καθ’ οἵαν δήποτε ὕλην, τὰς μέντοι ἀποφάσεις συμβαίνει συναληθεύειν κατὰ μόνην τὴν ἐνδεχομένην ἐπεὶ γὰρ τῶν ἀνθρώπων οἱ μὲν δίκαιοί εἰσιν οἱ δὲ ἄδικοι οἱ δὲ μέσην ἔχουσιν ἕξιν, φανερὸν ὅτι πάσας συμβήσεται τὰς προκειμένας ἀποφάσεις ἀληθεύειν, ‘οὐ πᾶς ἄνθρωπος δίκαιος’ ‘οὐ πᾶς ἄνθρωπος ἄδικος’ ‘οὐ πᾶς ἄνθρωπος οὐ δίκαιος’. τὸ οὖν ἐνδέχεται δὲ ποτέ οὕτως ἀκουστέον, οὐχ ὡς πασῶν τῶν κατὰ διάμετρον ποτὲ συναληθευουσῶν (τοῦτο γὰρ ἀδύνατον), ἀλλ’ ὡς τινῶν ἐξ αὐτῶν, οἷον τῶν ἀποφάσεων, συναληθευουσῶν ἐπὶ τῆς ὕλης, ὡς εἴρηται, τῆς μήτε ἀναγκαίας μήτε ἀδυνάτου.

“即使肯定命题就名称而言是全称的,情况也是类似的,例如‘每个人都是正义的’——对此的否定是‘并非每个人都是正义的’——‘每个人都是非正义的’ ——‘并非每个人都是非正义的’。只是对角命题同样地同时为真并不是可能的,但有时是可能的。” 亚里士多德要求我们在对角矛盾对立之一,即‘每个’与‘并非每个’的对立中,也考察就无限定命题所陈述的推论关系,因为在这一对立中,单纯命题、易位命题以及缺失命题同样被采用。事实表明,易位命题对单纯命题所具有的关系,正如缺失命题所具有的关系一样,然而单纯命题对易位命题所具有的关系,却不再像缺失命题所具有的关系那样。因为显而易见,在这里,其余矛盾对立的否定命题同样会被排列在单纯肯定命题之下(因为肯定命题决不会被排在它之下),而肯定命题会被排列在单纯否定命题之下;并且,其下的每个否定命题再次比单纯肯定命题涵盖更广的真值范围。因为当所有人都是正义的时,说并非所有人都是不正义的命题与说并非所有人都是非正义的命题都是真的,既然与它们对立的每个肯定命题都是假的。然而,如果人群中一部分人是正义的,另一部分人不是正义的,那么前述否定命题的每一个都是真的,而单纯肯定命题则是假的。正如其下的否定命题比单纯肯定命题涵盖更广,同样显而易见,其下的肯定命题比单纯否定命题涵盖更窄。因此,后继命题对单纯命题的相应比例关系得以保留。然而,先在命题对易位命题的相应比例关系在这些命题上也不再得以保留;因为在单纯命题中,肯定命题已被证明比不定否定命题在更窄的范围上为真,而否定命题比肯定命题在更广的范围上为真,然而在缺失命题中,否定命题再次比易位否定命题涵盖更广,而肯定命题比〔易位〕肯定命题涵盖更窄。至于这一点确实如此——我指的是关于缺失命题和易位命题所说的事情——我们通过再次从肯定命题出发进行论证便可轻易表明:因为当所有人都是不正义的时,说所有人都是非正义的命题也将为真,因为不正义者显然是非正义的。然而,如果人群中一部分人是不正义的,另一部分人处于中等状态,那么说所有人都是非正义的命题是真的,但说所有人都是不正义的命题则是假的。因此,正如我们所说,在这些命题上发生的情况与在无限定命题上所考察到的完全相同。而亚里士多德先前就无限定命题向我们传授所述命题的推论关系——通过他说‘其中两个就对应顺序而言相对于肯定和否定将如同缺失一样,但另外两个则不然’——并且现在在全称肯定对特称否定的矛盾对立中,他要求我们考察完全相同的事物而非任何其他事物,这通过他追加的一句被清楚地表明:‘只是对角命题同样地同时为真并不是可能的,但有时是可能的’;通过这句话他指的是图表的差异,即无限定命题的图表与带有量词的命题的图表之间的差异。因为在每一个图表中,肯定命题彼此之间都恰好沿对角线排列——我指的是单纯肯定与易位肯定,或者单纯肯定与缺失肯定——否定命题同样如此;但是在无限定命题中,在可能质料下,肯定命题彼此之间以及否定命题彼此之间都恰好能同时为真,因为它们等同于特称命题;而在带有量词的命题中——也就是他现在所论述的全称肯定与特称否定中——肯定命题在任何质料下都绝不可能同时为真,然而否定命题恰好仅在可能质料下能够同时为真。因为既然人群中有人是正义的,有人是不正义的,有人处于中等状态,那么显然所有给定的否定命题都将同时为真:‘并非每个人都是正义的’、‘并非每个人都是不正义的’、‘并非每个人都是非正义的’。因此,‘但有时是可能的’应当这样来理解:不是指所有对角命题有时都会同时为真(因为这是不可能的),而是指它们中的某些命题,例如否定命题,正如所说,在既非必然亦非不可能的质料中能够同时为真。

语法注2 条
  1. 1.35πλὴν οὐχ ὁμοίως τὰς κατὰ διάμετρον ἐνδέχεται συναληθεύειν, ἐνδέχεται δὲ ποτέ

    该句由非人称动词 ἐνδέχεται 支配对格加不定词结构,其中对格短语 τὰς κατὰ διάμετρον [省略 προτάσεις] 作不定词 συναληθεύειν 的逻辑主语。阿摩尼奥斯在后文中指出,此处的“对角命题”并非指所有的对角命题,而是特指对角的诸否定命题。

  2. 1.35τὰς μέντοι ἁπλᾶς μηκέτι τοῦτον ἔχειν τὸν λόγον πρὸς τὰς ἐκ μεταθέσεως ὃν αἱ στερητικαί

    关系代名词 ὃν 的先行词是 τὸν λόγον,而在主语 αἱ στερητικαί 之后省略了 ἔχουσι πρὸς τὰς ἐκ μεταθέσεως(缺失命题对易位命题所具有的关系)。此处论述了这一关系与前一句中缺失命题对单纯命题之关系的不对称性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:171.7-173.4