← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§169.10-171.6

矛盾对立的条件与复合谓词的换质否定

阿摩尼奥斯阐明了矛盾对立中必有一方为真的原则的真正含义,指出这关乎谓词与主词的结合而非全称命题整体的述谓。随后他论证了对于复合谓词,构成不定肯定命题时否定词应置于整个谓词之前,并引证波菲利的解释说明某些抄本异文中“人”是作为谓词而非主词被采用的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.34#7

ἀπὸ δὲ τούτων ἐπιλυσόμεθα καὶ τὴν ἀπορίαν τὴν περὶ τῆς ἀντιφάσεως· ὅταν γὰρ λέγωμεν ὡς χρὴ ἐπὶ παντὸς ἢ τὴν κατάφασιν ἀληθεύειν ἢ τὴν ἀπόφασιν, οὐχ ὅτι1 δυνατὸν μὲν πάσης ἀντιφάσεως ἑκάτερον τῶν μορίων καθ’ ὁτουοῦν ὅλον κατηγορεῖσθαι, οἷον τοῦ Σωκράτους τὸ ‘Θεαίτητος κάθηται’ καὶ ‘Θεαίτητος οὐ κάθηται’, τὸ μέντοι ἕτερον μόνον ἀληθεύειν ἀνάγκη λέγομεν (τοῦτο γὰρ ἄλογον ἐπί τε τῶν προσδιωρισμένων, ὡς εἴρηται, καὶ τῶν καθ’ ἕκαστα), ἀλλ’ ὅτι τῶν ποιούντων ἐν ταῖς προτάσεσι μορίων τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν, τοῦτ’ ἔστι τῶν κατηγορουμένων καταφατικῶς καὶ ἀποφατικῶς, ἑκάτερον μὲν ὁτουοῦν τῶν τε ὄντων καὶ τῶν μὴ ὄντων κατηγορεῖν δυνατὸν καὶ μετὰ τοῦ καθ’ οὗ κατηγοροῦνται ποιεῖν τελείαν πρότασιν, μόνον μέντοι τὸ ἕτερον αὐτῶν ἀληθεύειν ἀνάγκη, οἷον κάθηται — οὐ κάθηται, λευκόν ἐστι — λευκὸν οὐκ ἔστι. δηλοῖ δὲ τὸ ‘ἐπὶ παντός’ ὅτι περὶ μόνων τῶν κατηγορουμένων ὁ λόγος, ἃ συμπλεκόμενα ἑνί τινι τῶν πάντων προτάσεις ποιοῦσι, τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ. Ζητήσειε δ’ ἄν τις περὶ τῶν σύνθετον ἐχουσῶν τὸ κατηγορούμενον ἁπλῶν καταφάσεων, πῶς ἐπὶ τούτων τὴν ἀόριστον ἤτοι ἐκ μεταθέσεως λεγομένην κατάφασιν ποιήσομεν, ἆρα καθ’ ἕκαστον τῶν συντιθέντων τὸ κατηγορούμενον ὀνομάτων τὴν ἄρνησιν παραλαμβάνοντες ἢ ἕν τι ἐξ αὐτῶν, καὶ ποῖον τοῦτο, ὥστε μὴ δοκεῖν ἀποκληρωτικὸν εἶναι τὸν λόγον. φημὶ τοίνυν ὡς εἴτε πάντα τὰ σύνθετα κατ’ οὐσίαν κατηγοροῖντο τοῦ ὑποκειμένου, καθάπερ ἐπὶ τῶν ὡρισμένων, εἴτε καὶ ἕν τι ἐξ αὐτῶν κατὰ συμβεβηκός, ὡς ὅταν εἴπωμεν ‘ὁ Σωκράτης ἄνθρωπος λευκός ἐστι’, παντὸς χρὴ τοῦ κατηγορουμένου προτίθεσθαι τὴν ἄρνησιν,2 ἵνα τὴν ζητουμένην ποιήσωμεν κατάφασιν πρὸς ἅπαν ὡς ἓν τὸ κατηγορούμενον αὐτὴν ἐξακούοντες, καὶ οὐ μόνον πρὸς τὸ μόριον ᾧ τυγχάνει συντεταγμένη· ὁ γὰρ λέγων τὸν ἄνθρωπον ζῷον οὐκ ἄλογον εἶναι ἢ τὸν Αἰθίοπα ἄνθρωπον οὐ λευκὸν παραπλήσιον κατὰ τοῦτο λέγει τῷ εἰπόντι τὸν Σωκράτην ἐπιστήμονα εἶναι τοῦ μὴ ἀγαθοῦ· αὕτη δὲ σαφῶς ἁπλῆ κατάφασις ἀόριστόν τι, τὸ μὴ ἀγαθόν, τῷ ὡρισμένῳ κατηγορουμένῳ, τῷ ἐπίστασθαι, συμπλέκουσα καὶ διὰ τοῦτο συναληθεύουσα τῇ ἐπιστήμονα τοῦ ἀγαθοῦ εἶναι αὐτὸν ἀποφαινομένῃ, καίτοι τῆς ὄντως ἀορίστου καταφάσεως οὐδέποτε τῇ ἁπλῇ συντρέχειν ἐπὶ τοῦ αὐτοῦ δυναμένης, ὥσπερ ἐν τῷ πρώτῳ διώρισται τῶν Ἀναλυτικῶν. ὁ δὲ αὐτὸς λόγος ἐπὶ πάντων, ἐφ’ ὧν τὸ προστιθέμενον τῷ κατηγορουμένῳ οὐχ ὡς ὑπάρχον λέγεται τῷ ὑποκειμένῳ, ἀλλ’ ὡς ἐνεργείᾳ τινὶ αὐτοῦ ὑποβεβλημένον· οὐ γάρ ἐστι ταὐτὸν φάναι τὸν Σωκράτην εἶναι μὴ ἀγαθόν, ὅπερ ἐστὶν ὑπάρξεως, καὶ ἐπίστασθαι τὸ μὴ ἀγαθόν (τοῦτο γὰρ ἐνεργείας τινὸς δηλωτικόν), ἢ εἶναι μὴ Ἀλκιβιάδην καὶ φιλεῖν μὴ Ἀλκιβιάδην· καὶ γὰρ τὸ αὐτὸ μὲν εἶναι τόδε τι ἅμα καὶ μὴ τόδε ἀμήχανον, ἐνεργεῖν δὲ ἅμα περὶ τὰ ἀντικείμενα τὸ αὐτὸ οὐκ ἀδύνατον. διὸ ἅμα μὲν εἶναί τινα καὶ ἀγαθὸν καὶ μὴ ἀγαθὸν οὐκ ἐγχωρεῖ, ἐπίστασθαι δὲ ἅμα ἄμφω δυνατόν. εἰ δὲ τὸ ‘ἄνθρωπος λευκός ἐστι’ καὶ ‘ἄνθρωπος οὐ λευκός ἐστιν’ οὐχ οἷόν τε συντρέχειν ἀλλήλοις ἐπὶ Αἰθίοπος ἢ ἄλλου τινὸς ἑνὸς κατηγορούμενα, παρὰ τὸ πεφυκέναι τὸ λευκὸν καὶ δίχα τῆς πρὸς τὸν ἄνθρωπον συμπλοκῆς κατηγορεῖσθαι3 τοῦ ὑποκειμένου ὡρισμένως τε καὶ ἀορίστως καὶ ποιεῖν δύο καταφάσεις οὐ δυναμένας συνᾴδειν ἀλλήλαις τοῦτο συμβαίνειν ἐροῦμεν. ὅλως δὲ χρὴ ἐφιστάνειν ὡς οὐ δυνατὸν διὰ μιᾶς ἀντιφάσεως ἢ ἀντιθέσεως ἀορίστου καταφάσεως πρὸς ὡρισμένην ἕκαστον ἐπισκέπτεσθαι τῶν παραληφθέντων πρὸς τὴν γένεσιν τῆς συνθέτου κατηγορίας· οὐδὲ γὰρ μίαν ὅλως εἶναι πρότασιν δυνατόν, ἐν ᾗ πλείονα παραλαμβάνεται κατηγορούμενα, διότι θαυμαστὸν οὐδὲν τὰ μὲν αὐτῶν ἀληθῶς τὰ δὲ ψευδῶς κατηγορεῖσθαι, καθάπερ ἐν τοῖς ἑξῆς διορισθήσεται, ἀλλ’ ἕκαστον χρὴ τῶν συντιθεμένων καθ’ ἑαυτὸ σκοπεῖν, εἰ ἀληθῶς κατηγορεῖται, καὶ οὕτως τὰς μερικωτέρας κατηγορίας προσυφαίνειν ταῖς ὁλικωτέραις καὶ τὰς κατὰ συμβεβηκὸς τοῖς καθ’ αὑτὸ κατηγορουμένοις, ὡς ἐπὶ τῆς ὄντως μιᾶς προτάσεως τὸ κατηγορούμενον ἤτοι ὄνομα λαμβάνεσθαι φύσεως μιᾶς δηλωτικὸν ἢ λόγον ἀναμφισβητήτως ταὐτὸν ὀνόματι σημαίνοντα, εἴτε λεγομένῳ εἴτε καὶ παρημελημένῳ ὑπὸ τῶν τὰ ὀνόματα θεμένων, καὶ διὰ τοῦτο πάλιν ὀρθῶς ἔχειν τὸ παρ’ ἡμῶν διωρισμένον, ὅτι παντὸς αὐτοῦ χρὴ προηγεῖσθαι τὴν ἄρνησιν πρὸς τὸ γενέσθαι τὴν ἀόριστον κατάφασιν. τούτων μὲν οὖν ἅλις. Ἐπεὶ δὲ γεγράφθαι φασὶν ἐν πολλοῖς τῶν ἀντιγράφων ὅτι τὸ ἔστιν ἢ τῷ ἀνθρώπῳ προσκείσεται ἢ τῷ οὐκ ἀνθρώπῳ, εἰδέναι χρὴ ὅτι κἂν οὕτως ἡ γραφὴ ἔχῃ, τὸ ἄνθρωπος, ὅπερ φησὶν ὁ φιλόσοφος Πορφύριος, οὐχ ὡς ὑποκείμενον ἀλλ’ ὡς κατηγορούμενον ἀντὶ τοῦ δίκαιος ἢ λευκὸς εἰλῆφθαι φήσομεν, ὡς ἐπὶ προτάσεως τῆς λεγούσης ‘Καλλίας ἄνθρωπός ἐστιν’.

由此,我们也将解决关于矛盾对立的疑难。因为,当我们说在任何情况下要么肯定命题为真,要么否定命题为真时,我们这样说并不是指在任何矛盾对立中,两个部分的每一个都可能作为一个整体被述谓于任何事物——例如关于苏格拉底述谓“泰阿泰德坐着”和“泰阿泰德没坐着”——但必然唯有其中之一为真(因为正如已经指出的,这无论在带有量词的命题上还是在单称命题上都是不合理的);而是指,在命题中构成肯定和否定的诸部分中,亦即在被肯定地和否定地述谓的诸谓词中,可能把每一个述谓于存在的事物和不存在的事物中的任何事物,并与被述谓的主词一起构成一个完整的命题,然而必然唯有其中之一为真,例如“坐着/没坐着”,“是白的/不是白的”。而“在任何情况下”这一表达表明,论说仅仅针对那些谓词,当它们与所有事物中的任何单独一个结合时,便构成命题,一个为真,另一个为假。 然而,有人可能会就谓词复合的单纯肯定命题提出疑问:在这些命题上,我们应如何构成所谓的不定肯定命题,即出于易位的肯定命题?是在构成谓词的每个名称上引入否定词,还是在其中的一个上引入?又是哪一个,以使该论断不显得是任意武断的?那么我要说,无论所有的复合要素像在定义中那样就本质被述谓于主词,抑或像当我们说“苏格拉底是一个白人”时其中的一个要素是偶适地被述谓的,都必须把否定词置于整个谓词的前面,将其针对作为单一整体的整个谓词来理解,以便构成所寻求的肯定命题,而不仅仅针对它恰好所结合的那一部分。因为凡说人是非无理性的动物,或说埃塞俄比亚人是非白人的人,在这点上所说的都类似于说苏格拉底是非善之物的知者的人;而这显然是一个单纯的肯定命题,它把一个不定的项(非善之物)与一个确定的谓词(知)结合起来,并因此与断言他是善之物的知者的命题同时为真,尽管真正的不定肯定命题决不能在同一事物上与单纯肯定命题相容,正如在《分析篇》第一卷中所规定的那样。同样的道理也适用于所有这样一些情况:在其中,附加于谓词的东西不是作为归属于主词而被述说的,而是作为从属于主词的某种现实活动的;因为断言苏格拉底是非善的(这关乎归属与存在),与知道非善之物(这表明某种活动)并不是同一回事,或者是非阿尔西比亚德与爱非阿尔西比亚德也不是同一回事。因为同一个事物同时既是这个又不是这个是不可能的,但同一个事物同时就对立的事物活动却并非不可能。因此,某人同时既是善的又是非善的是不可能的,但同时知道两者却是可能的。然而,如果“是一个白人”和“是一个非白人”在被述谓于一个埃塞俄比亚人或任何其他单一事物时不能彼此共存,我们将说,这是由于白这一性质本性上即使不与人相结合,也能确定地和不定地被述谓于主词,并构成两个不能彼此协调的肯定命题。总之,应当注意,不可能通过单一的矛盾对立,或不定肯定命题对确定肯定命题的对立,来考察为生成复合谓词所采用的各个要素;因为包含多个谓词的命题根本不可能是一个单一命题,既然正如在下文中所要规定的那样,其中一些要素被真实地述谓,而另一些被虚假地述谓,这是不足为奇的;而是必须单独考察所复合的每个要素是否被真实地述谓,并以此方式将更为部分的谓词编织到更为整体的谓词中,将偶适的谓词编织到就自身被述谓的要素中,从而在一个真正单一的命题中,谓词要么被取作表明单一本性的名称,要么被取作无可争议地与某个名称具有相同意义的定义(逻各斯),无论该名称是被命名者实际使用过的还是被忽略的;正因如此,我们所规定的原则再次正确地成立,即:否定词必须置于整个谓词之前,以便产生不定肯定命题。关于这些问题就谈到这里。 但是,既然有人说在许多抄本中写着“‘是’或者附加给人,或者附加给非人”,那么应当知道,即使文本确实如此,正如哲学家波菲利所说,我们也要说,“人”在此并不是作为主词被采用,而是代替“正义的”或“白的”作为谓词被采用,正如在说“卡利亚斯是人”的命题中那样。

语法注3 条
  1. 1.34οὐχ ὅτι δυνατὸν μὲν ... ἀλλ’ ὅτι

    由否定从句 οὐχ ὅτι 和肯定从句 ἀλλ’ ὅτι 构成的对比结构。两部分均受后文主句动词 λέγομεν 统辖,意为“我们这样说并不是指……而是指……”,以此澄清在每种情况下必有一方为真的原则的确切含义。

  2. 1.34παντὸς χρὴ τοῦ κατηγορουμένου προτίθεσθαι τὴν ἄρνησιν

    中动不定词 προτίθεσθαι 带宾格补足语 τὴν ἄρνησιν(否定词),而 παντὸς τοῦ κατηγορουμένου 为属格,表示空间或顺序上的位置(“置于整个谓词之前”)。

  3. 1.34παρὰ τὸ πεφυκέναι τὸ λευκὸν καὶ δίχα τῆς πρὸς τὸν ἄνθρωπον συμπλοκῆς κατηγορεῖσθαι

    介词 παρά 接带冠词不定词对格(τὸ πεφυκέναι ... κατηγορεῖσθαι),表示原因(“由于……”),用以解释主节 τοῦτο συμβαίνειν ἐροῦμεν(“我们将说这是由于……而发生的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:169.10-171.6