← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§167.23-169.10

命题的后承关系与三段论中的命题置换

阿摩尼奥斯根据《前分析篇》驳斥了前一节提及的注疏家解释(即涉及肯定和否定形式本身的关系),论证了知晓命题的后承关系和外延广狭对于三段论中命题置换(换质)的必要性。他还进一步阐明了不定命题在木头或马等事例中如何保持其完整命题形式(而非退化为单纯谓词),并分析了复合谓谓的构造。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.34#6

πῶς δὲ ἔχουσιν ἐκεῖναι; ἁπλῶς μὲν καταφάσεις ἢ ἀποφάσεις οὐ λέγονται, τὸ δὲ ὅλον τοῦτο1 στερητικαὶ καταφάσεις καὶ ἀποφάσεις, ὥσπερ καὶ ὁ τεθνεὼς ἄνθρωπος ἁπλῶς μὲν ἄνθρωπος οὐ λέγεται, τὸ δὲ ὅλον τοῦτο νεκρὸς ἄνθρωπος λέγεται. τοῦτον οὖν, φασί, τὸν τρόπον ἔχουσι καὶ αἱ ἐκ μεταθέσεως πρὸς αὐτὸ τὸ καταφατικὸν καὶ ἀποφατικὸν εἶδος· οὐ γάρ εἰσιν ἁπλῶς καταφάσεις ἢ ἀποφάσεις, ἀλλὰ τὸ ὅλον τοῦτο ἀόριστοι καταφάσεις καὶ ἀόριστοι ἀποφάσεις. τὰ δὲ λοιπὰ δύο μόρια τὰ τῆς ἁπλῆς ἀντιθέσεως οὐκ ἔχειν οὕτως πρὸς τὸ καταφατικὸν καὶ τὸ ἀποφατικὸν εἶδος· αὐτοφυεῖς γὰρ εἶναι ταύτας καταφάσεις καὶ ἀποφάσεις καὶ ἄνευ προσθήκης τινὸς προσαγορεύεσθαι τοῖς ὀνόμασι τούτοις δυναμένας. ταῦτα μὲν οὖν ὁ ἐκείνων λόγος· οὐ μὴν ἐμέ γε ἐπάγεται καὶ πολὺ ἔχουσα τὸ πιθανὸν ἡ ἐξήγησις· ἄτοπον γὰρ ἡγοῦμαι σαφῶς βοῶντος τοῦ Ἀριστοτέλους ὅτι νοεῖσθαι βούλεται τὰ ἐνταῦθα λεγόμενα ἐκ τῶν εἰρημένων ἐν τοῖς Ἀναλυτικοῖς, περὶ αὐτῶν τούτων ἔχοντας ἡμᾶς τὰ περὶ τῆς εἰρημένης τῶν προτάσεων ἀκολουθίας μάλα ἐναργῶς πρὸς τῷ πέρατι τοῦ πρώτου βιβλίου τῶν Ἀναλυτικῶν παραδεδομένα, ὅπερ καὶ αὐτοὶ συνομολογοῦσι, πρὸς μὲν ταῦτα μύειν, ἄλλην δέ τινα τοῦ Ἀριστοτέλους διάνοιαν τῷ ὄντι ἀπομαντεύεσθαι.2 Ἀλλὰ πρὸς τί, φαίης ἄν, συμβαλεῖται ἡμῖν τὸ εἰδέναι τὴν εἰρημένην τῶν προτάσεων ἀκολουθίαν; φημὶ δὴ ὅτι πρὸς τὴν γινομένην πολλάκις ἐν τοῖς συλλογισμοῖς τῶν προτάσεων μετάληψιν· συγχωρήσαντος γάρ τινος δίκαιον εἶναι τὸν Σωκράτην, εἰκότως ἐροῦμεν ‘οὐκοῦν ἄδικος οὐκ ἔστι’ καὶ ‘οὐκοῦν οὐ δίκαιος οὐκ ἔστιν’. εἰ μέντοι συγχωρηθέντος τοῦ μὴ εἶναι αὐτὸν ἄδικον ἀξιώσομεν λαμβάνειν ὅτι ‘οὐκοῦν δίκαιός ἐστι καὶ οὐ δίκαιος οὐκ ἔστιν’, εὐήθης ἡ μετάληψις. ἐν δὲ τούτοις οὐκ ἐνδέχεται κατορθοῦν τὸν μὴ προδιελόμενον ποῖαι προτάσεις ποίων ἐπὶ πλέον. ἐπεὶ δὲ οἴονταί τινες μηδαμῶς τελείας ἔτι μένειν ταύτας τὰς προτάσεις ἀλλὰ κατηγορεῖσθαι μόνον, ἐπειδὰν λέγωμεν, φέρε ἐπὶ ξύλου, τὰς μὲν ἀποφάσεις, τήν τε στερητικὴν καὶ τὴν ἐκ μεταθέσεως, ἀληθεύειν τὴν δὲ κατάφασιν τὴν ἁπλῆν ψεύδεσθαι, ῥητέον πρὸς αὐτοὺς ὡς ὅταν μὲν ἐνεργείᾳ λάβωμεν τὸ ξύλον ἐν τῇ προτάσει λέγοντες ‘τὸ ξύλον ἄνθρωπος δίκαιός ἐστι’, τῷ ὄντι κατηγορούμενον ποιοῦμεν τὸ ὅλον τοῦτο τὸ ‘ἄνθρωπος δίκαιός ἐστιν’· ἀλλ’ οὐκέτι μένει ἡ πρότασις ἀπροσδιόριστος, ἀλλ’ ὡς μὲν ἐπὶ τοῦ ἁπλῶς ξύλου ἔσται καθόλου (δηλοῖ δὲ τὸ ἄρθρον τὴν δύναμιν ἔχον τοῦ καθόλου προσδιορισμοῦ), ὡς δὲ ἐπὶ τοῦδε τοῦ ξύλου ἔσται καθ’ ἕκαστα. εἰ μέντοι φυλάττοιμεν τῆς προτάσεως τὸ εἶδος μηδὲν κατ’ ἐνέργειαν αὐτῇ προστιθέντες, οὐδὲν κωλύει καὶ ξύλον καὶ ἵππον καὶ ἄλλα μυρία περιέχεσθαι κατὰ δύναμιν ὑπ’ αὐτῆς, ἐφ’ ὧν λέγεται ἢ ψεύδεσθαι ἢ ἀληθεύειν· τὴν μὲν γὰρ κατάφασιν, οἷον τὴν λέγουσαν ‘ἄνθρωπος δίκαιός ἐστιν’, ἅτε εἶναί τι τοιόνδε ὂν ἀποφαινομένην, ἐπὶ μόνων ἀνθρώπων ἀληθεύειν δυνατόν, καὶ τούτων δικαίων, ψεύδεσθαι δὲ ἀναγκαῖον ἐφ’ ὧν ἢ ὁ ὑποκείμενος μὴ ἁρμόττει ἢ ὁ κατηγορούμενος, τὴν δὲ ἀπόφασιν ἅτε μαχομένην τῇ καταφάσει ψεύδεσθαι μὲν ἐφ’ ὧν ἐκείνη ἀληθής, ἀληθεύειν δὲ ἐφ’ ὧν ἐκείνη ψευδής. οὕτω δὲ καὶ ὁ Ἀριστοτέλης ἐν τοῖς ἑξῆς δείξει τῆς ‘ἔστι λευκὸς ἄνθρωπος’ μὴ οὖσαν ἀπόφασιν τὴν ‘ἔστιν οὐ λευκὸς ἄνθρωπος’, ὅτι συμβήσεται αὐτὴν ἐπὶ τοῦ ξύλου ἀληθεύειν, διότι ψευδὴς ἐπ’ αὐτοῦ ἡ κατάφασις. καὶ ὅταν μέντοι λέγωμεν ‘ὁ Νιρεὺς ἄνθρωπος καλός ἐστιν’, οὐ χρὴ νομίζειν ὅτι τρία ποιοῦμεν κατηγορούμενα· τὸ γὰρ ὅλον τοῦτο ὡς ἕν τι τότε τοῦ Νιρέως κατηγοροῦμεν τὸν καλὸν ἄνθρωπον καὶ τὸ ἔστι προσκατηγοροῦμεν, παραπλήσιον λέγοντες ὡς εἴ τις ἔλεγεν ‘ὁ Νιρεὺς ζῷον λογικὸν θνητόν ἐστι’. τοῦτο δὲ ἐπὶ μόνων γίνεσθαι τῶν ἀδιορίστων δυνατόν· οὔτε γὰρ ἐπὶ τῶν προσδιωρισμένων, ὥστε πᾶσαν τὴν προσδιωρισμένην πρότασιν κατηγορηθῆναί τινος ὥσπερ τὴν ἀπροσδιόριστον, ἐπεὶ μὴ εὔλογον προσδιορισμὸν τῷ κατηγορουμένῳ συμπλέκειν, οὔτε ἐπὶ τῶν καθ’ ἕκαστα,3 ἐπεὶ οὐχ οἷόν τε τὰ ἄτομα κατηγορεῖσθαι κατ’ ἄλλων, ὥσπερ οὐδὲ τὰ ἄλλα κατὰ τῶν ἀνωτάτω γενῶν.

那么,那些命题究竟如何具有关系呢?它们不被单纯地称为肯定或否定,而是作为一个整体被称为“缺失肯定”和“缺失否定”,正如死人不能被单纯地称为人,而是作为一个整体被称为“死人”。他们说,出于易位的命题对于肯定和否定形式本身也具有这种方式的关系;因为它们不是单纯的肯定或否定,而是作为一个整体被称为“不定肯定”和“不定否定”。另一方面,单纯对立的其余两个部分对于肯定和否定形式则不具有这种关系;因为这些是本然的肯定和否定,并且无需任何附加就能由这些名称来称谓。那么,这些就是他们的说法;然而,这一解释尽管具有很大的说服力,却丝毫不能打动我。因为我认为,既然亚里士多德明确呼告说他希望这里所说的内容根据《前分析篇》中所说的内容来理解,而且关于这些问题,我们在《前分析篇》第一卷末尾拥有关于上述命题后承关系的极其清晰的传授——这一点连他们自己也共同承认——,那么闭起眼睛不看这些,反而真正去揣测亚里士多德的某种别的意图,是极其荒谬的。 但是,有人也许会说:“知道上述命题的后承关系对我们有什么用处呢?” 我要回答说:对于在三段论中常常发生的命题置换大有用处;因为如果在某人承认苏格拉底是正义的时,我们将合理地说“因此他不是不正义的”和“因此他不是非正义的”。但是,如果当承认他不是不正义的时,我们竟要求得出“因此他是正义的并且不是非正义的”,那么这种置换就是幼稚的。而在这些事情中,对于没有预先区分哪些命题比哪些命题外延更广的人来说,是不可能行事正确的。但是,由于有些人认为,当我们说——例如就一块木头而言——否定命题(即缺失否定和出于易位的否定)为真而单纯肯定命题为假时,这些命题决不再保持为完整的命题,而仅仅是被述谓而已,因此必须对他们指出:当我们现实地把木头置于命题之中,说“这块木头是一个正义的人”时,我们确实把“是一个正义的人”这整个东西当作了谓词;但这命题就不再保持为不定的了,而是如果就单纯的木头而言,它将是全称的(冠词表明它具有全称量项的效能),而如果就这块特定的木头而言,它将是单称的。然而,如果我们保持该命题的形式,不在现实中向它添加任何东西,那么就没有任何东西阻止木头、马以及无数其他事物被潜能地包含在它之下,而在涉及它们时,该命题就被说成是或假或真。因为肯定命题(例如说“人是正义的”),由于断言某物具有某种性质,因而只能就人而言为真,且只能就这些人中正义的人而言为真,而在主词不适用或谓词不适用的事物上则必然为假;而否定命题由于与肯定命题相冲突,因而在肯定命题为真的事物上为假,在肯定命题为假的事物上为真。这样,亚里士多德在下文中也将证明,“人是白的”的否定不是“人是非白的”,因为这将导致后者在木头上为真,因为肯定命题在木头上为假。此外,当我们说“尼柔斯是一个美男子”时,不应认为我们构成了三个谓词;因为那时我们是把“美男子”这整个东西作为一个单一的要素述谓尼柔斯,并将“是”附加述谓,这正如有人若说“尼柔斯是有理性的会死的动物”时所说的那样。而这只在不定命题上可能发生:因为在带有量词的命题上不可能发生,以至于整个带量词的命题像不定命题一样被述谓于某物(因为把量词与谓词结合是不合理的);在单称命题上也不可能发生(因为个体不可能被述谓于其他事物,正如其他事物不可能被述谓于最高属一样)。

语法注3 条
  1. 1.34τὸ δὲ ὅλον τοῦτο

    宾格名词短语,起副词性或同位限定作用,意为“作为一个整体的这个(这整个复合表达)”。它与前面的 ἁπλῶς(单纯地、单件地)相对立,表明该术语不是作为单一词项、而是作为带有附加修饰的复合体来称谓的。

  2. 1.34ἄτοπον γὰρ ἡγοῦμαι σαφῶς βοῶντος τοῦ Ἀριστοτέλους ... πρὸς μὲν ταῦτα μύειν, ἄλλην δέ τινα τοῦ Ἀριστοτέλους διάνοιαν τῷ ὄντι ἀπομαντεύεσθαι.

    该句的骨干为主要动词 ἡγοῦμαι 带宾语补足语(谓词性宾格)ἄτοπον,其真正宾语为并列的不定词短语(πρὸς μὲν ταῦτα μύειν 与 ἄλλην δέ τινα ... ἀπομαντεύεσθαι)。在不定词之前插入了属格独立结构(σαφῶς βοῶντος τοῦ Ἀριστοτέλους ὅτι ...)与宾格分词短语(περὶ αὐτῶν τούτων ἔχοντας ἡμᾶς ... παραδεδομένα),构成了长距离倒置与嵌套。

  3. 1.34οὔτε γὰρ ἐπὶ τῶν προσδιωρισμένων ... οὔτε ἐπὶ τῶν καθ’ ἕκαστα

    这是一个承前省略句,需从紧前一句补出 δυνατὸν γίνεσθαι(发生是可能的)。关联词 οὔτε ... οὔτε 并列了介词短语 ἐπὶ τῶν προσδιωρισμένων(在带有量词的命题上)与 ἐπὶ τῶν καθ’ ἕκαστα(在单称命题上),两者各自随后跟有由 ἐπεί 引导的原因从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:167.23-169.10