← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§165.33-167.23

第三谓项的四种命题与系列关系的解释

阿摩尼奥斯考察了亚里士多德在19b19中关于命题有“四个”以及其中两个对肯定和否定如同缺失般按照系列具有关系的晦涩语句,基于前文证明的命题外延宽窄之后承关系提出了自己的解释,并介绍了其他注疏家将其直接与命题本身的肯定和否定形式相关联的替代解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.34#5

εἶτα πρὶν διδάξαι πῶς διχῶς λέγονται, πρότερον ἐπὶ παραδείγματος ὑφηγεῖται πότε λέγεται προσκατηγορεῖσθαι τὸ ἔστιν, ὅπερ ἐκάλεσεν ὄνομα ἢ ῥῆμα, διότι ῥῆμα μέν ἐστιν ἅτε προσσημαῖνον χρόνον, οὐδὲν δὲ κωλύει αὐτὸ καὶ ὄνομα καλεῖν κατὰ τὴν ἔννοιαν, καθ’ ἣν ἐλέγομεν πάσας τὰς σημαντικὰς φωνὰς ὀνόματα προσαγορεύεσθαι. καὶ οὐδὲ οὕτως ἐπήγαγε τὴν κατασκευὴν τοῦ διχῶς λέγεσθαι ταύτας τὰς ἀντιθέσεις, ἀλλὰ νῦν μὲν ὡς δήλου τούτου ὄντος κατὰ τὸ μέγεθος τῆς ἑαυτοῦ νοερᾶς ἕξεως τὸ συμπέρασμα μόνον εἶπε, μᾶλλον δὲ τὸ ἀκόλουθον τῷ συμπεράσματι, ἐπαγαγὼν ὥστε διὰ τοῦτο, λέγει δὲ τὸ διχῶς λέγεσθαι τὰς ἀντιθέσεις, τέτταρα ταῦτα ἔσται·1 εἴρηται δὲ τοῦτο κατὰ ἔλλειψιν τοῦ μόρια· τέτταρα γὰρ μόρια καὶ τέτταρες προτάσεις εἰσὶ τῶν δύο ἀντιθέσεων, τῆς τε ἁπλῆς καὶ τῆς ἀορίστῳ κατηγορουμένῳ χρωμένης. ἐφεξῆς δὲ καὶ τὴν κατασκευὴν σαφῶς ἐπάγει τοῦ διχῶς ἐνταῦθα λέγεσθαι τὰς ἀντιθέσεις τὰς τῷ αὐτῷ ὑποκειμένῳ χρωμένας καὶ τέτταρα αὐτῶν γίνεσθαι μόρια, δι’ ὧν φησι λέγω δὲ ὅτι τὸ ἔστιν ἢ τῷ δικαίῳ προσκείσεται ἢ τῷ οὐ δικαίῳ καὶ τὰ ἑξῆς. ἐν οἷς καὶ ἀξιοῖ ὡς ἐπὶ τοῦ ἐκτεθέντος διαγράμματος τήν τε διαφορὰν τῶν προτάσεων καὶ τὴν ἀκολουθίαν θεωρεῖν. ταῦτα μὲν οὖν δῆλα, πλὴν ὅτι τὸ ὥστε καὶ ἡ ἀπόφασις σημαίνει αὐτῷ τὸ ὥστε καὶ τὸ ποιοῦν τὴν ἀπόφασιν, τὸ οὐκ ἔστιν, ἢ τῷ δικαίῳ προσκείσεται ἢ τῷ οὐ δικαίῳ, καθάπερ τὸ ἔστι· διόπερ τὸ μὲν ποιήσει δύο καταφάσεις τὸ δὲ δύο ἀποφάσεις.Ἐπεὶ δὲ μεταξὺ τοῦ τε εἰπεῖν τὸ ἀκόλουθον, ὡς ἐλέγομεν, τῷ συμπεράσματι τὸ ὥστε διὰ τοῦτο τέτταρα ταῦτα ἔσται καὶ τῆς κατασκευῆς τοῦ δύο εἶναι ἀντιθέσεις καὶ τέτταρα αὐτῶν τὰ μόριά φησιν ὧν τὰ μὲν δύο πρὸς τὴν κατάφασιν καὶ ἀπόφασιν ἕξει κατὰ τὸ στοιχοῦν ὡς αἱ στερήσεις, τὰ δὲ δύο οὔ, Σφιγγὸς μὲν κελαινῆς κατὰ τὸν Λυκόφρονα γῆρυν ἐκμιμούμενος πολλὰ δὲ πράγματα τοῖς ἐξηγηταῖς παρασχών, τί ποτε ἐννοεῖν τοῦτο τὸ ῥησείδιον ἐροῦμεν;2 φημὶ δὴ ὅτι τὴν διὰ πλειόνων ἐπιδεδειγμένην ἡμῖν τῶν προτάσεων ἀκολουθίαν αἰνίττεται διὰ τούτων ὁ φιλόσοφος, κατάφασιν μὲν καὶ ἀπόφασιν καλῶν τὰς ἁπλᾶς προτάσεις ὡς ἀρχετύπους, ἐπειδὴ αὗται προσλαβοῦσαι κατὰ τοὺς κατηγορουμένους τὰς ἀρνήσεις ποιοῦσι τὰς ἐκ μεταθέσεως, λέγων δὲ ὅτι τῶν εἰρημένων τεττάρων μορίων τῶν δύο ἀντιθέσεων (προείρηται γὰρ τὸ ὥστε διὰ τοῦτο τέτταρα ταῦτα ἔσται), τούτων οὖν τὰ μὲν δύο, δηλονότι μόρια (λέγει δὲ τὰς ἐκ μεταθέσεως προτάσεις), πρὸς τὴν κατάφασιν καὶ ἀπόφασιν, τοῦτ’ ἔστι τὰς ἁπλᾶς, ἕξει κατὰ τὸ στοιχοῦν (ἀντὶ τοῦ κατὰ συστοιχίαν καὶ ἀναλογίαν) ὡς αἱ στερήσεις, τοῦτ’ ἔστιν ὅτι ὃν ἔχουσι στοῖχον καὶ τάξιν καὶ ἀναλογίαν αἱ στερητικαὶ προτάσεις πρὸς τὰς ἁπλᾶς κατὰ τὸ ἐπὶ πλέον αὐτῶν ἢ ἐπ’ ἔλαττον εἶναι, τοῦτον καὶ αἱ ἐκ μεταθέσεως. τὰ δὲ δύο (φησὶ δῆλον πάλιν ὅτι μόρια ἐκ τῶν τεττάρων· ποῖα δὲ ἂν εἴη ταῦτα; δῆλον ὅτι τὰ λοιπὰ παρὰ τὰ πρότερον εἰρημένα, τοῦτ’ ἔστιν αἱ ἁπλαῖ προτάσεις) οὐχ ἕξουσι κατὰ τὸ στοιχοῦν ὡς αἱ στερήσεις, ὅπερ αὐτὸς βραχέως ἐνεδείξατο διὰ τοῦ οὔ, τὰ δὲ δύο οὔ εἰπών. ἀλλὰ πρὸς τίνας οὐχ ἕξουσιν αἱ ἁπλαῖ προτάσεις κατὰ τὸ στοιχοῦν ὡς αἱ στερήσεις;3 ἢ δῆλον ὅτι πρὸς τὰ λοιπὰ παρ’ αὐτὰς δύο μόρια τῶν τεττάρων, τοῦτ’ ἔστι πρὸς τὰς ἐκ μεταθέσεως· ἐπιδέδεικται γὰρ καὶ τοῦτο πρότερον ὅτι οὐχ ὡς ἔχουσιν αἱ στερητικαὶ πρὸς τὰς ἐκ μεταθέσεως κατὰ τὸ ἐπὶ πλέον αὐτῶν ἢ ἐπ’ ἔλαττον ἀληθεύειν, οὕτως ἔχουσι καὶ αἱ ἁπλαῖ. συνεβάλλετο ἄρα ἡμῖν τὰ προληφθέντα περὶ τῆς ἀκολουθίας τῶν προτάσεων πρὸς κατανόησιν τῆς ῥήσεως τοῦ Ἀριστοτέλους. Οἶδα μὲν οὖν ὅτι τῶν ἐξηγητῶν οἱ ἀκριβέστεροι γράφουσι καὶ ἑτέραν ἐξήγησιν τῆς ῥήσεως ταύτης, ᾗ καὶ μᾶλλον ἀρέσκεσθαί φασιν ἅτε πολλῷ ἁπλουστέρᾳ οὔσῃ τῆς προειρημένης καὶ οὐκ ἀναγκαζούσῃ ἡμᾶς, ὅπερ αὐτοί φασι, μαντεύεσθαι τὴν διάνοιαν τοῦ Ἀριστοτέλους· ἀξιοῦσι γὰρ κατάφασιν μὲν καὶ ἀπόφασιν μὴ τὰς ἁπλᾶς λέγεσθαι προτάσεις, ἀλλ’ αὐτὸ τὸ καταφατικὸν εἶδος τῶν προτάσεων καὶ τὸ ἀποφατικόν, τῶν δὲ τεττάρων μορίων τῶν δύο ἀντιθέσεων, τῆς τε ἁπλῆς καὶ τῆς ἐκ μεταθέσεως, τὰ μὲν δύο τὰ ἐκ μεταθέσεως οὕτως ἔχειν πρὸς αὐτὸ τὸ εἶδος καὶ τὴν δύναμιν τῆς καταφάσεως καὶ ἀποφάσεως, ὡς αἱ στερητικαὶ προτάσεις.

随后,在阐明它们如何以双重方式表述之前,他首先借助一个例子引导我们理解何时“是”被说成是附加述谓的;他把“是”称为名或动词,因为虽然由于共同表示时间它是一个动词,但是按照我们曾说过的一切有意义的声音都被称为名这一概念,没有任何东西阻止也将它称为名。而且即使如此,他也没有紧接着引入说明这些对立以双重方式表述的论证,而是眼下好像因其自身理智状态的崇高而这已显而易见似的,仅陈述了结论,或者更确切地说是陈述了结论的后承,引入道“因此由此之故” ——他指的是对立以双重方式表述——“这些将是四个”。而这是省略了“部分”一词而被陈述的;因为在两个对立中,即单纯对立和使用不定谓词的对立中,存在着四个部分和四个命题。紧接着,他也清晰地引入了在此使用相同主词的对立以双重方式表述且产生它们的四个部分的论证,借此他说:“我指的是,‘是’将被附加于‘正义的’或‘不正义的’”,等等。在这些话中,他还要求我们像在所陈述的图表中那样,去考察命题的差异及其后承关系。因此这些是明白的,只是“因此否定也是”这句话对他而言意味着:“因此产生否定的要素,即‘不是’,也正如‘是’那样,将被附加于‘正义的’或‘不正义的’;由此,其中一个将产生两个肯定命题,而另一个将产生两个否定命题。” 但是,正如我们所说,在陈述结论的后承——即“因此由此之故这些将是四个”——与论证存在两个对立且它们的组成部分为四个之间,他既然说道:“其中两个对于肯定和否定将按照系列具有如同缺失般的关系,而两个则不然”,从而按照吕科弗隆的说法模仿了黑暗斯芬克斯的语调,给注疏家们带来了许多麻烦,那么我们究竟该说这句简短的话意指什么呢?我坚称,这位哲学家正是通过这些话暗示了我们此前以更多篇幅证明的命题后承关系,他把单纯命题作为原型称为“肯定和否定”,因为它们在谓词一侧加上否定辞便产生了出于易位的命题;并且他说,在两个对立的前述四个部分中(因为此前已说过“因此由此之故这些将是四个”)——在它们之中,两个部分(显然是指部分,他指的是出于易位的命题)对于肯定和否定,即单纯命题,将“按照系列”(替代“按照同列系统与类比”)“如同缺失那样”具有关系,也就是说,缺失命题对于单纯命题按照比它们范围更广或更窄所具有的系列、等级和类比,出于易位的命题也同样具有。而两个部分(他显然再次指四个中的两个部分;这些会是什么呢?显然是此前所言之外的其余部分,即单纯命题)将不会如同缺失那样按照系列具有关系,这一点他自己通过“不”字简短地予以表明,即说了“而两个则不然”。但是单纯命题究竟对于什么不会如同缺失那样按照系列具有关系呢?难道不显然是对于在它们自身之外四个部分的其余两个部分,即对于出于易位的命题吗?因为这一点早先也已被证明过:并非正如缺失命题对于出于易位的命题按照比它们在更广或更窄的范围中为真而具有某种关系那样,单纯命题也具有同样的关系。因此,预先掌握的关于命题后承关系的知识,对我们理解亚里士多德的这段话确实大有助益。 我固然知道,在注疏家之中更为严谨的人对于这段话也写下了另一种解释,他们声称自己更为赞同这种解释,因为它远比前述解释更为单纯,并且正如他们自己所说,并不强迫我们去揣测亚里士多德的心思;因为他们认为,被称为“肯定和否定”的并不是单纯命题,而是命题的肯定形式本身和否定形式本身,并且在两个对立(单纯对立和出于易位的对立)的四个部分中,出于易位的两个部分对于肯定和否定的形式及其效能本身所具有的关系,正如同缺失命题所具有的关系一样。

语法注3 条
  1. 1.34ἐπαγαγὼν ὥστε διὰ τοῦτο, λέγει δὲ τὸ διχῶς λέγεσθαι τὰς ἀντιθέσεις, τέτταρα ταῦτα ἔσται

    分词 ἐπαγαγών 引出亚里士多德的原文 ὥστε διὰ τοῦτο ... τέτταρα ταῦτα ἔσται 作为宾语,其中插入了阿摩尼奥斯的解释性说明 λέγει δὲ τὸ διχῶς λέγεσθαι τὰς ἀντιθέσεις(“他指的是对立以双重方式表述”),用以指明 διὰ τοῦτο(“由此之故”)所指的具体内容。

  2. 1.34Σφιγγὸς μὲν κελαινῆς κατὰ τὸν Λυκόφρονα γῆρυν ἐκμιμούμενος πολλὰ δὲ πράγματα τοῖς ἐξηγηταῖς παρασχών, τί ποτε ἐννοεῖν τοῦτο τὸ ῥησείδιον ἐροῦμεν;

    该句骨架为一个修辞疑问句:由连词 ἐπεί(“既然/鉴于”)引导的从句包含以亚里士多德为主语的两个分词(ἐκμιμούμενος, παρασχών),进而引出主句疑问 τί ποτε ἐννοεῖν τοῦτο τὸ ῥησείδιον ἐροῦμεν;(“我们究竟该说这句简短的话意指什么呢?”)。

  3. 1.34ἀλλὰ πρὸς τίνας οὐχ ἕξουσιν αἱ ἁπλαῖ προτάσεις κατὰ τὸ στοιχοῦν ὡς αἱ στερήσεις;

    这是针对亚里士多德原文紧缩表达 τὰ δὲ δύο οὔ(“而两个则不然”)在句法上进行的补充性发问。阿摩尼奥斯补出了省略的介词短语 πρὸς τίνας(“对什么而言”),并在其后以 ἢ δῆλον ὅτι πρὸς τὰ λοιπὰ παρ’ αὐτὰς δύο μόρια(“显然是对它们自身之外其余的两个部分”)作为回答。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:165.33-167.23