← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§164.7-165.33

缺失命题的外延关系与第三附加述谓的诠释

阿摩尼奥斯梳理了缺失命题与出于易位的命题之间的外延与后承关系,确定了六种命题的宽窄范围,进而阐释了亚里士多德原文(19b19)中“是”作为第三要素被附加述谓的句法内涵及其例外情况。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.34#4

Λοιπὸν οὖν ἐπισκεψώμεθα εἰ ὥσπερ ἔχουσιν αἱ ἁπλαῖ προτάσεις πρὸς τὰς ἐκ μεταθέσεως, οὕτως ἔχουσι καὶ αἱ στερητικαὶ πρὸς αὐτὰς πάλιν τὰς ἐκ μεταθέσεως, τοῦτ’ ἔστιν εἰ ὥσπερ ἡ ἁπλῆ κατάφασις ἐπ’ ἔλαττόν ἐστι τῆς ἀόριστον ἐχούσης τὸν κατηγορούμενον ἀποφάσεως, οὕτω καὶ ἡ στερητικὴ ἀπόφασις ἐπ’ ἔλαττόν ἐστιν αὐτῆς, καὶ ὥσπερ ἡ ἁπλῆ ἀπόφασις ἐπὶ πλέον ἐστὶ τῆς ὑπ’ αὐτὴν τεταγμένης ἀορίστου καταφάσεως, οὕτω καὶ ἡ στερητικὴ κατάφασις. ἔστι δὲ τούτου πᾶν τοὐναντίον ἀληθές· οὔτε γὰρ ἡ ἀπόφασις ἡ στερητικὴ τῆς ἀορίστου ἐπ’ ἔλαττον ἀλλ’ ἐπὶ πλέον, οὔτε ἡ κατάφασις τῆς καταφάσεως ἐπὶ πλέον ἀλλ’ ἐπ’ ἔλαττον. ὅτι δὲ τοῦτο οὕτως ἔχει, ῥᾳδίως δείξομεν τὴν ἀρχὴν τῆς ἐφόδου λαμβάνοντες ἀπὸ τῶν καταφάσεων, ἐπεὶ καὶ γνωριμώτεραι ὡς μᾶλλον ὡρισμέναι τῶν ἀποφάσεων αἱ καταφάσεις.1 φανερὸν δὴ ὅτι ἐπ’ ἔλαττον ἡ κατάφασις ἡ στερητικὴ τῆς ἐκ μεταθέσεως· εἴ τις μὲν γάρ ἐστιν ἄδικος ἄνθρωπος, οὗτος δηλονότι καὶ οὐ δίκαιος, οὐ μέντοι εἴ τις οὐ δίκαιος, ἤδη καὶ ἄδικος, διά τε τὴν μέσην ἕξιν καὶ τὴν μηδετέρου πεφυκυῖάν πω μετέχειν, ὡς ἐπὶ τῶν παίδων. ὥστε ἡ ἀπόφασις ἡ στερητικὴ ἐπὶ πλέον τῆς ἐκ μεταθέσεως ἀποφάσεως ἀληθεύσει· καὶ γὰρ ἐπὶ τῶν προειρημένων ἕξεων, τῆς τε μέσης καὶ τῆς τῶν παίδων, ἡ μὲν στερητικὴ ἀπόφασις ἀληθής, ἐπεὶ μή εἰσιν ἄνθρωποι ἄδικοι, ἡ μέντοι ἐκ μεταθέσεως ψευδής, ἐπεὶ ἡ κατάφασις αὐτῆς ἀληθής· εἰσὶ γὰρ οὐ δίκαιοι ἄνθρωποι. διὰ ταῦτα οὖν περιγράψομεν τῇ μὲν ἁπλῇ καταφάσει ἐπ’ ἔλαττον ἀμφοῖν,2 τῶν ὑπ’ αὐτὴν δηλονότι ἀποφάσεων, τῇ δὲ ἀποφάσει αὐτῆς ἐπὶ πλέον ἀμφοῖν, καὶ τῇ μὲν ἐκ μεταθέσεως ἀποφάσει ἐπὶ πλέον τῆς ἁπλῆς (μόνης γὰρ ἐκείνης εὕρηται οὖσα ἐπὶ πλέον), καὶ τῇ καταφάσει αὐτῆς κατὰ τὸ ἀκόλουθον ἐπ’ ἔλαττον τῆς ἁπλῆς, καὶ πάλιν τῇ μὲν στερητικῇ ἀποφάσει ἐπὶ πλέον καὶ τῆς μετ’ αὐτήν, ἐπεὶ ἀμφοτέρων τῶν ἑκατέρωθεν ἑαυτῆς κατείληπται οὖσα ἐπὶ πλέον, τῇ δὲ καταφάσει δηλονότι ἐπ’ ἔλαττον καὶ τῆς μετ’ αὐτήν. ὥστε φανερὸν ὅτι αἱ μὲν ἐκ μεταθέσεως τοῦτον ἔχουσι τὸν λόγον πρὸς τὰς ἁπλᾶς ὃν αἱ στερητικαί, οὐ μέντοι αἱ ἁπλαῖ τοῦτον ἔχουσι τὸν λόγον πρὸς τὰς ἐκ μεταθέσεως ὃν αἱ στερητικαί. Λείπεται οὖν ἐπελθεῖν τῇ ῥήσει τοῦ Ἀριστοτέλους καὶ ἐπιδεῖξαι ὡς οὐδὲν τῶν προειρημένων μάτην ἐρραψῳδήσαμεν. ὅταν οὖν, φησί, τὸ ἔστι τρίτον προσκατηγορῆται, οὐχ ὡς τρία μὲν ἀξιῶν εἶναι τὰ ἐν τῇ προτάσει κατηγορούμενα τρίτην δὲ ἔχειν τάξιν ἐν αὐτοῖς τὸ ἔστιν, ἀλλὰ τρίτον μὲν ἐν τῇ προτάσει πρὸς τοῖς δύο ὅροις, τῷ τε ὑποκειμένῳ καὶ τῷ κατηγορουμένῳ, κατὰ δευτέραν μέντοι τάξιν καὶ αὐτὸ ἔχον τὸ κατηγορεῖσθαι καὶ ὥσπερ ἐπικατηγορεῖσθαι·3 ὅταν γοῦν εἴπωμεν ‘ἄνθρωπος δίκαιός ἐστι’, τοῦ ὑποκειμένου τοῦ ἀνθρώπου προηγουμένως μὲν τὸ δίκαιον κατηγορήσαμεν, ἐπειδὴ τοῦτο προεθέμεθα περὶ αὐτοῦ ἀποφήνασθαι, διότι δὲ οὐκ ἦν αὔταρκες τοῦτο τῷ ὑποκειμένῳ συμπλακὲν πρὸς τὸ ποιῆσαι ἀπόφανσιν, τὸ ἔστιν αὐτοῖς προστέθειται συνδέον τε αὐτά, ὡς εἴρηται πρότερον, καὶ ἐπικατηγορούμενον τοῦ ὑποκειμένου· τὸ ὅλον γοῦν τοῦτο λέγομεν περὶ αὐτοῦ ὅτι ἐστὶ δίκαιος. οὐ πάντως μέντοι, ὅτε ἐστὶ τρίτον ἐν τῇ προτάσει τὸ ἔστιν, ἤδη καὶ προσκατηγορεῖται· ἐν γοῦν τῇ λεγούσῃ ‘Σωκράτης ὁ φιλόσοφος ἔστι’ κατηγορεῖται μόνον ἀλλ’ οὐ προσκατηγορεῖται τὸ ἔστι, διότι τὸ ὅλον τοῦτο τὸ ‘Σωκράτης ὁ φιλόσοφος’ ὡς ἓν λαμβάνεται καὶ ὑποκείμενον γίνεται διὰ τὴν τοῦ ἄρθρου προσθήκην, ὅπερ οὐκ ἐθέλει συντάττεσθαι τοῖς κατηγορουμένοις ἀλλὰ μόνοις τοῖς ὑποκειμένοις. λέγεται δὲ περὶ αὐτοῦ ὅτι ἔστι καὶ οὔπω τέθνηκεν. ἀλλ’ οὐδ’ ὅταν εἴπωμεν ‘ὁ ἥλιος ἐξ ἀνάγκης ἐστίν’, οὐδὲ τότε προσκατηγορεῖται τὸ ἔστι, καίτοι ἁπλοῦν ἐστιν ἐνταῦθα τὸ ὑποκείμενον, ἀλλὰ τὸ ‘ἐξ ἀνάγκης’ οὐκ ἦν κατηγορούμενον ἀλλὰ τρόπος. περὶ δὲ τῶν μετὰ τρόπου προτάσεων ἄλλο εἶδος ἐχουσῶν παρὰ τὰς νῦν ἡμῖν προκειμένας ἐν τοῖς ἑξῆς διδάξει ἡμᾶς ὁ Ἀριστοτέλης. οὐχ ἁπλῶς δὲ εἶπεν ‘ὅταν ῥῆμά τι προσκατηγορῆται ἐν ταῖς προτάσεσιν’, ἀλλὰ διώρισεν ἀκριβῶς τί ἐστι τὸ προσκατηγορεῖσθαι πεφυκός, ὅτι μόνον τὸ ἔστιν, ὅπερ ὅτι οὕτως ἔχει, διὰ τῶν ἑξῆς κατὰ καιρὸν ἐπιδείξομεν. Ὅταν οὖν, φησί, τὸ ἔστι τρίτον ὃν ἐν τῇ προτάσει προσκατηγορῆται, διχῶς λοιπὸν λέγονται τῶν προτάσεων αἱ ἀντιθέσεις αἱ ἐπὶ τῶν πρότερον παραδεδομένων προτάσεων μοναχῶς λεγόμεναι.

因此,剩下的课题是考察:是否正如单纯命题对于出于易位的命题所具有的关系那样,缺失命题对于这些出于易位的命题本身也具有同样的关系,也就是说,是否正如单纯肯定比具有不定谓词的否定范围更窄那样,缺失否定也比它范围更窄,并且正如单纯否定比排列在其下的不定肯定范围更广那样,缺失肯定也是如此。然而,与此完全相反的才是真实的;因为缺失否定既不比不定否定范围更窄而是范围更广,其肯定也不比肯定范围更广而是范围更窄。至于情况确是如此,我们将通过从肯定命题出发着手考察而容易地加以证明,因为肯定命题比否定命题更加确定,因而也更容易为人所知。显而易见,缺失肯定比出于易位的肯定范围更窄;因为如果某人是一个不公正的人,此人显然也是一个非公正的人,然而如果某人是非公正的,他并不因此就已经也是不公正的,这既是由于中间的状态,也是由于尚未生来分有两者的状态,正如在儿童中那样。因此,缺失否定将在比出于易位的否定更广的范围中为真;因为在前述的诸状态中,即中间状态和儿童状态中,缺失否定也是真的,因为他们并不是不公正的人,而那出于易位的否定则是假的,因为其肯定命题是真的;因为他们是非公正的人。由此之故,我们将向单纯肯定判定它比两者——显然即比排在其下的诸否定命题——范围更窄,而向其否定判定它比两者范围更广;向出于易位的否定判定它比单纯肯定范围更广(因为已被发现仅比那一命题范围更广),而向其肯定按照后承关系判定它比单纯否定范围更窄;再向缺失否定判定它甚至比在其之后的那一命题范围更广,因为它已被理解为比其两侧的两者都范围更广,而向其肯定显然判定它甚至比在其之后的那一命题范围更窄。因此显而易见,出于易位的命题对于单纯命题具有与缺失命题所具有的相同关系,然而单纯命题对于出于易位的命题并不具有与缺失命题所具有的相同关系。 因此,剩下的就是进入亚里士多德的文本,并证明我们并非徒然陈述了上述各点。那么,他说,当“是”作为第三个要素被附加述谓时,并不是认为在命题中被述谓的事物有三个,而“是”在其中占有第三位,而是指在命题中除了主词和谓词这两个项之外它是第三个,然而它本身在述谓以及可以说是附加述谓中占据第二位。无论如何,当我们说“人是正义的”时,关于主词“人”,我们首先述谓了“正义”,因为我们打算关于它作出此种断定;但是因为这一点在与主词相结合时不足以构成一个断言,“是”便被加到它们之中,正如前文所说既连接它们,又关于主词被附加述谓;无论如何,关于它我们所说的整体就是它“是正义的”。然而,并非只要“是”在命题中处于第三位,它就立刻也被附加述谓。无论如何,在断言“哲学家苏格拉底是”的命题中,“是”仅仅被述谓,而没有被附加述谓,因为这整个“哲学家苏格拉底”被当作一个整体,并且由于定冠词的添加而成为主词,而定冠词不愿与谓词连用,只与主词连用。关于他所说的乃是他存在并且尚未死去。但是,当我们说“太阳必然是”时,即使在那时“是”也没有被附加述谓,尽管这里的主词是单纯的,但“必然”并不是谓词,而是一种模态。关于具有不同于当前摆在我们面前的命题形式的带模态命题,亚里士多德将在后文中教导我们。而且他并没有泛泛地说“当某个动词在命题中被附加述谓时”,而是精确地规定了什么生来具有被附加述谓的性质,即唯独是“是”;至于情况确是如此,我们将在后文适当时机予以证明。那么他说,当“是”在命题中作为第三个要素被附加述谓时,在先前传授的命题中只以单一方式表述的命题对立,随后便以双重方式表述了。

语法注3 条
  1. 1.34ἐπεὶ καὶ γνωριμώτεραι ὡς μᾶλλον ὡρισμέναι τῶν ἀποφάσεων αἱ καταφάσεις

    由连词 ἐπεί 引导的原因从句。比较级形容词 γνωριμώτεραι 支配比较属格 τῶν ἀποφάσεων,而 ὡς μᾶλλον ὡρισμέναι(鉴于它们更为确定)作为原因分词短语,解释了肯定命题何以更为人所知。

  2. 1.34περιγράψομεν τῇ μὲν ἁπλῇ καταφάσει ἐπ’ ἔλαττον ἀμφοῖν

    περιγράψομεν 在此处支配与格(τῇ μὲν ἁπλῇ καταφάσει),介词短语 ἐπ’ ἔλαττον ἀμφοῖν(比两者范围更窄)则作为被判定的属性或内容充当宾语成分。

  3. 1.34οὐχ ὡς τρία μὲν ἀξιῶν εἶναι τὰ ἐν τῇ προτάσει κατηγορούμενα τρίτην δὲ ἔχειν τάξιν ἐν αὐτοῖς τὸ ἔστιν, ἀλλὰ τρίτον μὲν ἐν τῇ προτάσει πρὸς τοῖς δύο ὅροις, τῷ τε ὑποκειμένῳ καὶ τῷ κατηγορουμένῳ, κατὰ δευτέραν μέντοι τάξιν καὶ αὐτὸ ἔχον τὸ κατηγορεῖσθαι καὶ ὥσπερ ἐπικατηγορεῖσθαι

    该句通过否定与肯定的对比阐明亚里士多德的意图:前半句以 οὐχ ὡς + 分词 ἀξιῶν(以亚里士多德为主语)提出被否定的理解;后半句紧随 ἀλλά,中性分词 ἔχον 与 τὸ ἔστιν 一致,说明其真实的句法地位。τρίτον 指在主词和谓词两项之外数目的第三,而 κατὰ δευτέραν τάξιν ἔχον τὸ κατηγορεῖσθαι 则指在述谓功能本身中占据第二位。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:164.7-165.33