- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:162.25-164.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥确认了不定命题在述谓同一单件事物时对真假的划分,并在亚里士多德的图表中引入带有缺失谓词的命题,基于真值外延的大小分析了它们与单纯命题及出于易位命题的后承关系。
ἡ δέ γε προτέρα ἐπιχείρησις, ᾗ καὶ αὐτὸς ὁ Ἀριστοτέλης πρὸς τῷ πέρατι τοῦ πρώτου τῶν Ἀναλυτικῶν φαίνεται χρώμενος, ἐπὶ μὲν τῶν ἀντιφασκουσῶν ἀλλήλαις προτάσεων, ὅπερ ἐν ἐκείνοις ὑπέθετο, εὐοδώσει, ἐπὶ δὲ τῶν συναληθεύειν ποτὲ δυναμένων οὐ προχωρήσει. ὅλως δὲ χρὴ ἐφιστάνειν ὅτι τὰς ἀπροσδιορίστους ἐπὶ διαφόρων μὲν τοῦ ὑποκειμένου μερῶν ἅμα δυναμένας ἀληθεύειν καταλαμβάνομεν ὁμοίως ταῖς κατὰ μέρος, ὡς ἔμπροσθεν διωρίσαμεν, καθ’ ἑνὸς μέντοι καὶ τοῦ αὐτοῦ κατηγοροῦντες αὐτὰς ἢ κατ’ ἐνέργειαν ἢ κατ’ ἐπίνοιαν ἀεὶ διαιρεῖν εἰκότως μετ’ ἐκείνου1 φαμὲν τό τε ἀληθὲς καὶ τὸ ψεῦδος· ἀνάγκη γὰρ τῶν τε ὄντων καὶ τῶν μὴ ὄντων ἕκαστον ἢ εἶναι τυχὸν ἄνθρωπον δίκαιον ἢ μὴ εἶναι. δῆλον δὲ ὅτι κατὰ ταύτην τὴν ἔννοιαν θεωροῦντες τὰς προτάσεις, περὶ ὧν ὁ λόγος, καὶ τὸ ἐπὶ πλέον ἢ ἐπ’ ἔλαττον ἀληθεύειν ἐπ’ αὐτῶν λέγομεν, ὥσπερ καὶ ὅταν τοῦ ἀνθρώπου λέγωμεν ἐπὶ πλέον εἶναι τὸ ζῷον· οὐδὲν γὰρ ἄλλο διὰ τούτου σημαίνομεν ἢ ὅτι ἐφ’ ὧν μὲν τὸ ἄνθρωπος ἀληθὲς κατηγορεῖν, ἐπὶ τούτων καὶ τὸ ζῷον, οὐ μέντοι ἔμπαλιν. αὗται μὲν οὖν οὕτως ἔχουσι τῆς πρὸς ἀλλήλας ἀκολουθίας. Ἐπεὶ δὲ παραλαμβάνει καὶ ἑτέρας τινὰς ἐν τῷ διαγράμματι προτάσεις ὁ Ἀριστοτέλης, ἁπλᾶς μὲν καὶ αὐτὰς οὔσας διαφερούσας δὲ τῶν αὐτὸ τοῦτο ἁπλῶν καλουμένων τῷ μὴ ἕξιν ἀλλὰ στέρησιν τὸ κατηγορούμενον ἔχειν, οἷαί εἰσιν αἱ ‘ἄνθρωπος ἄδικός ἐστιν — ἄνθρωπος ἄδικος οὐκ ἔστι’· τὸ μὲν γὰρ δίκαιον ὅρος τις καὶ εἶδος καὶ ἕξις ἢ ὡς τελειότης, διὸ ἁπλῆ λέγεται πρότασις ἡ ‘ἄνθρωπος δίκαιός ἐστι’, τὸ δὲ ἄδικον ἀοριστία καὶ στέρησις τοῦ εἴδους, διὸ στερητικὴ πρότασις ἡ λέγουσα ‘Σωκράτης ἄδικός ἐστι’· λέγω γὰρ στέρησιν ἐν τούτοις τὴν ἀπουσίαν ἁπλῶς τοῦ εἴδους σημαινομένην, οὐ τῇ ἀποφάσει ἀλλ’ ἢ τῷ τοῦ εἴδους ὀνόματι προσλαβόντι τὸ α στερητικόν, ὡς ἐπὶ τοῦ ἄπολις καὶ ἄοικος καὶ ἄδικος καὶ τῶν τοιούτων ἁπάντων, ἢ καὶ ἑτέρῳ ὀνόματι ἤτοι τοῦ χείρονος τῶν ἐναντίων, ὡς ἐπὶ τοῦ κακοῦ, ἢ μηδὲ ὄντος ἐναντίου, ὡς ἐπὶ τοῦ γυμνοῦ, καὶ ἤτοι ἀνακάμπτειν ἐπὶ τὸ εἶδος πεφυκυῖαν κατὰ τὴν παραδεδομένην ἐν ταῖς Φυσικαῖς πραγματείαις τῆς στερήσεως ἔννοιαν, ὡς τὸ ἄμουσον, ἢ μηδὲ ἀνακάμπτειν, ὥσπερ ἐν Κατηγορίαις ἐλέγετο ἔχειν ἡ τυφλότης (ἐπὶ πάντων γὰρ τῶν σημαινομένων ὁμοίως ὁ λόγος ἁρμόσει)· ἐπεὶ οὖν, ὅπερ ἐλέγομεν, τὰς στερητικὰς προτάσεις τίθησι μεταξὺ τῶν τε ἁπλῶν καὶ τῶν ἐκ μεταθέσεως, ἴδωμεν2 καὶ ταύτας ὅπως ἔχουσι τῆς πρὸς τὰς ἑκατέρωθεν ἑαυτῶν ἀκολουθίας· τούτου γὰρ εὑρεθέντος καταφανὴς ἡμῖν ἔσται λοιπὸν ἡ τοῦ Ἀριστοτέλους ῥῆσις, ἄλλως δὲ οὔ. φανερὸν δὴ ὅτι οὐδὲ τούτων ἡ κατάφασις ἕψεται τῇ ἁπλῇ καταφάσει, ἀλλ’ ἡ ἀπόφασις· ὁ γὰρ δίκαιος ὢν ἄνθρωπος ἄδικος μὲν εἶναι οὐ λέγεται, μὴ εἶναι μέντοι ἄδικος λέγεται. διὸ καὶ τῶν στερητικῶν προτάσεων ἡ μὲν ἀπόφασις τέτακται ἐν τῷ διαγράμματι ὑπὸ τὴν ἁπλῆν κατάφασιν, ἡ δὲ κατάφασις ὑπὸ τὴν ἀπόφασιν. ἆρα δὲ ὥσπερ ἐφ’ ὧν ἡ ἁπλῆ κατάφασις, ἐπὶ τούτων ἡ στερητικὴ ἀπόφασις, οὕτω καὶ ἔμπαλιν; ἢ οὔ· ἐπὶ πλειόνων γὰρ ἀληθὴς ἡ στερητικὴ ἀπόφασις, ἐφ’ ὧν καὶ τὴν ἀόριστον ἀπόφασιν κατελαμβάνομεν ἐπὶ πλέον οὖσαν τῆς ἁπλῆς καταφάσεως, τοῦτ’ ἔστιν ἐπὶ τῶν παρὰ τὸν ἄνθρωπον πάντων. αὕτη δέ, ἡ στερητικὴ λέγω ἀπόφασις, οὐ μόνον ἐπὶ τῶν παρὰ τὸν ἄνθρωπον ὑπερτείνει τῆς ἁπλῆς καταφάσεως, ἀλλὰ καὶ ἐπὶ τῶν ἀνθρώπων μὲν ὄντων οὔτε δὲ τῆς ἕξεως οὔτε τῆς τοιαύτης στερήσεως μετεχόντων, οἷον τῶν οὔτε δικαίαν ἕξιν οὔτε ἄδικον ἐχόντων. δῆλον δὲ ἐκ τῶν πρότερον εἰρημένων ὅτι ἡ κατάφασις ἡ στερητικὴ ἐπ’ ἔλαττον ἔσται τῆς ἁπλῆς ἀποφάσεως. ἄμφω ἄρα αἱ ἀποφάσεις, ἥ τε στερητικὴ καὶ ἡ ἀόριστος, ἕπονταί τε τῇ ἁπλῇ καταφάσει καὶ τὸν αὐτὸν λόγον ἔχουσι πρὸς αὐτήν· ἄμφω γὰρ αὐτῆς ἐδείχθησαν ἐπὶ πλέον οὖσαι. ὡσαύτως δὲ καὶ αἱ καταφάσεις αὐτῶν τὸν αὐτὸν ἕξουσι λόγον πρὸς τὴν ἁπλῆν ἀπόφασιν· καὶ γὰρ ταύτας ἐδείκνυμεν ἐκείνης ἐπ’ ἔλαττον οὔσας.
另一方面,亚里士多德本人在《前分析篇》第一卷末尾附近显然也使用的前一种论证方法,在彼此矛盾对立的命题中诚然会顺利进行,正如他在那些讨论中所假设的那样,但在有时能够共同为真的命题中则无法推进。然而一般而言应当注意的是,虽然我们把不定命题理解为能够就主词的不同部分同时为真,正如我们在前文所规定的那样类似于特称命题,但当我们无论在现实中还是在概念上将它们述谓同一个事物时,我们便合理地与他一同断言它们总是划分真与假;因为无论在存在的事物中还是在不存在的事物中,每一个都必然要么是例如一个正义的人,要么不是。显然,根据这种概念来考察所讨论的命题,我们也会谈论在它们之中为真具有更大或更小的范围,正如我们说“动物”比“人”范围更广一样;因为我们借此所意谓的无非是,在述谓“人”为真的情况下,在这些情况下述谓“动物”也为真,但反之则不然。那么,这些命题在相互的后承关系上就是这样构成的。 然而,既然亚里士多德在图表中也采用了另外一些命题,它们本身虽然也是单纯命题,但与那些严格称为单纯命题的区别在于,它们所具有的谓词不是一种状态而是一种缺失,正如“人是不公正的——人不是不公正的”这样的命题——因为正义是某种限定、形式和状态,或者说有如完满性,因此“人是正义的”这一命题被称为单纯命题,而不公正则是非限定性及形式的缺失,因此断言“苏格拉底是不公正的”的命题是缺失命题;因为我在这些讨论中所说的缺失,是指并非通过否定,而是要么通过形式的名称加上缺失的前缀α(正如在“无城邦者”、“无家者”、“不公正者”以及所有此类情况中那样),要么通过相反者中较差一方的另一名称(正如在“恶”中那样),要么在甚至没有相反者时的另一名称(正如在“赤裸”中那样)所直接意谓的形式的缺席,并且要么按照《物理学》诸篇中所传授的缺失概念生来能够回返到形式(正如“未受教养的”),要么甚至不能回返,正如在《范畴篇》中所说的盲目那样(因为这一论述同样适用于所有被意谓的事物)——那么,既然正如我们所说,他将缺失命题置于单纯命题与出于易位的命题之间,就让我们来看看这些命题在与它们两侧命题的后承关系上是如何表现的;因为一旦发现了这一点,亚里士多德的这段话随后就会对我们变得清晰明了,否则便不然。 显而易见,在这些命题中,跟随单纯肯定的也不是其肯定,而是其否定;因为身为正义的人不会被说成是不公正的,然而会被说成不是不公正的。因此在缺失命题中,其否定在图表中也被排列在单纯肯定之下,而其肯定则被排列在否定之下。那么,难道正如在单纯肯定成立的情况下缺失否定也成立那样,反过来也是如此吗?抑或并非如此;因为缺失否定在更多情况下为真,在我们也曾理解不定否定比单纯肯定范围更广的那些情况下,也就是说在除人之外的一切事物中。而且这种缺失否定不仅在除人之外的事物中超出了单纯肯定,甚至在虽然是人却既不分有该状态也不分有此类缺失的事物中,例如在既没有正义状态也没有不公正状态的人中,也超出了单纯肯定。根据前文所述显而易见,缺失肯定将比单纯否定范围更窄。由此可见,两种否定——即缺失否定与不定否定——都跟随单纯肯定,并且对它具有相同的关系;因为两者都被证明比它范围更广。同样地,它们的肯定对于单纯否定也将具有相同的关系;因为我们此前也证明了它们比单纯否定范围更窄。
- 1.34μετ’ ἐκείνου
ἐκείνου 是指代前文刚提及的亚里士多德的指示代词。该句结构表明,当不定命题被应用于单个个体时,我们理所当然地“与他一同”(赞同亚里士多德地)断言它们始终根据排中律排他性地划分真与假(ἀεὶ διαιρεῖν ... τό τε ἀληθὲς καὶ τὸ ψεῦδος)。
- 1.34Ἐπεὶ δὲ παραλαμβάνει ... ἐπεὶ οὖν, ὅπερ ἐλέγομεν ... ἴδωμεν
由 Ἐπεὶ δὲ 引导的原因从句,因其中关于谓词中“缺失”(στέρησις)的构词法与定义的漫长插话性说明而与主句严重脱节,随后通过复述连接词 ἐπεὶ οὖν, ὅπερ ἐλέγομεν(“那么,既然正如我们所说……”)重新接续同一条件,最终引出主句动词 ἴδωμεν(劝勉性现在时虚拟语气)。
