- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:161.5-162.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯考察了单纯命题与不定谓词命题(泰奥弗拉斯托斯称之为“出于易位的命题”)之间的推论关系,论证了出于易位的否定跟随单纯肯定而逆向不成立,因此出于易位的否定比单纯肯定外延更广,而出于易位的肯定比单纯否定外延更窄。
τῶν δὴ γινομένων ἐν ταῖς νῦν προκειμέναις ἡμῖν προτάσεσι δύο ἀπροσδιορίστων ἀντιφάσεων τὴν μὲν ἑτέραν καλεῖ ὁ Ἀριστοτέλης ἁπλῆν, τὴν ὡρισμένον τὸ κατηγορούμενον ἔχουσαν, ὡς κατ’ αὐτὸ τοῦτο τῆς ἑτέρας ἁπλουστέραν οὖσαν, τὴν δὲ ἑτέραν ἀόριστον διὰ τὸ ἀόριστον εἶναι τὸ ἐν αὐτῇ κατηγορούμενον. ὁ μέντοι ἑταῖρος αὐτοῦ Θεόφραστος ὀνομάζει αὐτὴν ἐκ μεταθέσεως, δι’ ἣν ἑξῆς ἐροῦμεν αἰτίαν. ἐκθέμενος οὖν τὰς ἁπλᾶς προτάσεις, τὴν ‘ἄνθρωπος δίκαιός ἐστι’ καὶ τὴν ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν’, ἀξιοῖ ζητεῖν τῇ καταφατικῇ αὐτῶν ποτέρα ἕπεται τῶν λοιπῶν, τοῦτο δέ ἐστι συναληθεύει, ὥστε ἐφ’ ὧν ἡ ἁπλῆ κατάφασις ἀληθεύει, καὶ τὴν ἕπεσθαι αὐτῇ λεγομένην πάντως ἀληθῆ καταλαμβάνεσθαι· οὕτω γὰρ καὶ τῷ ἀνθρώπῳ λέγομεν ἕπεσθαι τὸ ζῷον, διότι ἐφ’ οὗ τὸ ἄνθρωπος ἀληθές, ἐπὶ τούτου καὶ τὸ ζῷον. καὶ εὑρίσκει οὕτως ἔχουσαν οὐ τὴν ἐξ ἀορίστου κατηγορουμένου κατάφασιν, ἀλλὰ τὴν ἀπόφασιν αὐτῆς· ἐφ’ οὗ γὰρ τὸ ‘ἄνθρωπος δίκαιός ἐστιν’ ἀληθές, οἷον Σωκράτους, ἐπὶ τούτου ψεῦδος μὲν τὸ ‘ἄνθρωπος οὐ δίκαιός ἐστιν’, ἀληθὲς δὲ τὸ ‘ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν’· ὁ γοῦν Σωκράτης δι’ αὐτὸ τὸ εἶναι δίκαιος μὴ δίκαιος μὲν εἶναι οὐκ ἂν ῥηθείη, μὴ εἶναι μέντοι μὴ δίκαιος λέγοιτο ἂν τῷ ἀναιρεῖσθαι ἀπ’ αὐτοῦ τὸ μὴ δίκαιον, ὃ φαμεν αὐτῷ μὴ ὑπάρχειν, καὶ τὰς δύο τοῦ δικαίου ἀρνήσεις μίαν θέσιν αὐτοῦ πάλιν σημαίνειν1 διὰ τὸ δεκτικὸν εἶναι δικαιοσύνης τὸ ὑποκείμενον. ἐκτιθέμενος οὖν ἐπὶ διαγράμματος τὰς προτάσεις, ὅπερ καὶ ἡμεῖς ὑπετάξαμεν, καὶ ὑπὸ τὴν ἁπλῆν κατάφασιν τάξας τὴν ἀόριστον ἀπόφασιν, ἀναγκαίως λοιπὸν ὑπὸ τὴν ἀπόφασιν τὴν ἁπλῆν τίθησι τὴν ἀόριστον κατάφασιν. διὸ καὶ ἐκάλεσεν αὐτὰς Θεόφραστος ἐκ μεταθέσεως, ὅτι μετατέθειται αὐτῶν ἐν τῷ διαγράμματι ἡ τάξις καὶ ὑπὸ μὲν τὴν ἁπλῆν κατάφασιν τέτακται ἡ τούτων ἀπόφασις, ὑπὸ δὲ τὴν ἁπλῆν ἀπόφασιν ἡ κατάφασις, ἢ καὶ ὅτι μετατεθέντος τοῦ ὡρισμένου κατηγορουμένου καὶ τεθέντος τοῦ ἀορίστου γεγόνασιν. ἀλλ’ ὅτι μὲν τῆς ἁπλῆς καταφάσεως ἀληθευούσης ἡ ἐκ μεταθέσεως ἀπόφασις πάντως ἀληθεύει, φανερόν. ἆρα δέ γε καὶ ἀντιστρέφει ὁ λόγος, ὥστε τῆς ἀορίστου ἀποφάσεως ἀληθευούσης τὴν ἁπλῆν κατάφασιν πάντως ἀληθεύειν; ἢ οὔ, ἀλλ’ ἔστιν ἐφ’ ὧν ἡ μὲν εἰρημένη ἀπόφασις ἀληθής, ἡ δὲ ἁπλῆ κατάφασις ψευδής, οἷον ἐπὶ τῶν ὅλως μὴ ὄντων ἀνθρώπων· τὸν γοῦν κύνα εἰπεῖν μὲν μὴ εἶναι ἄνθρωπον μὴ δίκαιον ἀληθές (ὅλως γὰρ μὴ ὢν ἄνθρωπος δῆλον ὅτι οὔτε δίκαιος λέγοιτο ἂν εἶναι ἄνθρωπος οὔτε μὴ δίκαιος), τὸ μέντοι εἰπεῖν αὐτὸν εἶναι ἄνθρωπον δίκαιον ψεῦδος. ὥστε ἐπὶ πλέον εἴη ἂν ἡ ἐκ μεταθέσεως ἀπόφασις τῆς ἁπλῆς καταφάσεως. τῆς ἄρα ἀποφάσεως τῆς ἁπλῆς ἐπ’ ἔλαττον ἔσται ἡ ἐκ μεταθέσεως κατάφασις· εἰ γὰρ ἐπὶ πάντων ἢ ἡ κατάφασις ἡ ἁπλῆ ἀληθὴς ἢ ἡ ἀπόφασις, ὁμοίως δὲ καὶ ἤτοι ἡ κατάφασις ἡ ἐκ μεταθέσεως ἢ ἡ ἀπόφασις, ἐπὶ πλειόνων δὲ ὡμολόγηται ἀληθεύειν ἡ ἐκ μεταθέσεως ἀπόφασις ἤπερ ἡ ἁπλῆ κατάφασις, ἡ ἄρα κατάφασις ἡ ἐκ μεταθέσεως ἐπὶ τῶν λοιπῶν ἐλαττόνων ὄντων ἀληθεύσει ἤπερ ἡ ἁπλῆ ἀπόφασις· ὑποκείσθωσαν γὰρ τὰ ὄντα πάντα, φέρε εἰπεῖν χίλια τὸν ἀριθμόν, καὶ τῆς καταφάσεως τῆς ἁπλῆς ἀληθευούσης καθ’ ὑπόθεσιν ἐπὶ τετρακοσίων ἡ ἐκ μεταθέσεως ἀπόφασις ἐπὶ πλέον ἀληθὴς οὖσα λόγου χάριν ἀληθευέτω ἐπὶ ἑξακοσίων· φανερὸν ἄρα ὅτι τῶν λοιπῶν δύο προτάσεων ἡ μὲν ἁπλῆ ἀπόφασις ἐπὶ τῶν λοιπῶν ἑξακοσίων ἀληθεύσει, ἡ δέ γε ἐκ μεταθέσεως κατάφασις ἐπὶ τῶν λοιπῶν τετρακοσίων παρὰ τὴν οἰκείαν ἀπόφασιν ἀληθεύουσα ἐπ’ ἔλαττον ἔσται τῆς ἁπλῆς ἀποφάσεως. Ἀλλ’ οὕτως μὲν χρῆσθαι ἀναγκαζόμεθα τῷ τὰς ἀπροσδιορίστους ἀντιφάσκειν ἀλλήλαις,2 εἴπερ ἀξιοῦμεν ἐπὶ ἑκάστου τῶν ὄντων τὴν ἑτέραν αὐτῶν ἀληθεύειν. ἄμεινον δὲ ἴσως καὶ ταῖς ἐννοίαις τοῦ Ἀριστοτέλους ἀκολουθότερον ἀπὸ τῶν πραγμάτων πιστοῦσθαι τὸ ἐπ’ ἔλαττον εἶναι τὴν ἄνευ προσδιορισμοῦ λεγομένην ἀόριστον κατάφασιν τῆς ἁπλῆς ἀποφάσεως· εἴ τις μὲν γάρ ἐστιν οὐ δίκαιος ἄνθρωπος, οὗτος δίκαιος ἄνθρωπος οὐκ ἔστιν, οὐ μὴν εἴ τις οὐκ ἔστι δίκαιος ἄνθρωπος, ἤδη καὶ ἔστιν οὐ δίκαιος ἄνθρωπος. ἐπὶ γοῦν τοῦ ὅλως μὴ ὄντος ἀνθρώπου ἀληθεύει μὲν ἡ ἁπλῆ ἀπόφασις, ψεύδεται δὲ ἡ ἀόριστος κατάφασις.
在当前呈现在我们面前的命题中构成的两个不定矛盾对立中,亚里士多德将其中一个称为“单纯的”,即具有确定谓词的那一个,因为正是在这一点上它比另一个更单纯;而将另一个称为“不定的”,因为其中的谓词是不定的。然而他的同伴泰奥弗拉斯托斯将其命名为“出于易位的”,其原因我们随后便会说明。于是,在列出单纯命题——即“人是正义的”和“人不是正义的”——之后,他认为应当探求在其余命题中哪一个跟随它们之中的肯定命题,即与其共同为真,从而在单纯肯定为真的情况下,那被说成跟随它的命题也必然被认定为真;因为我们也是以这种方式说“动物”跟随“人”,因为在“人”为真的情况下,“动物”在其中也同样为真。而他发现,这样成立的并不是由不定谓词构成的肯定,而是它的否定;因为在“人是正义的”为真的情况下,例如就苏格拉底而言,在其中“人是不正义的”固然是假的,但“人不是不正义的”却是真的。苏格拉底至少正因为他是正义的,固然不能被说成是不正义的,然而却会被说成不是不正义的,这是因为“不正义”——即我们断言不属于他的东西——从他身上被取消,而且关于“正义”的两个否定因为主词能够接受正义而再次意谓对它的一次确立。于是,他在图表上列出这些命题——正如我们也在下文所附的那样——并在单纯肯定之下排列了不定否定之后,出于必然性,随后便在单纯否定之下放置了不定肯定。因此泰奥弗拉斯托斯也称它们为“出于易位的”,因为它们在图表中的次序被易位了,在单纯肯定之下排列了它们的否定,而在单纯否定之下排列了肯定;或者也因为它们是通过确定谓词被易位并放置了不定谓词而生成的。但是,当单纯肯定为真时,出于易位的否定必然为真,这是显然的。然而难道这一论述也能换位,从而当不定否定为真时,单纯肯定也必然为真吗?抑或并非如此,而是在某些情况下,上述否定为真,而单纯肯定为假,例如对于根本不是人的事物?因为至少说一条狗不是一个不正义的人是真的(因为根本不是人,显而易见既不能说它是正义的人,也不能说它是不正义的人),然而说它是正义的人却是假的。因此,出于易位的否定将比单纯肯定范围更广。由此可见,出于易位的肯定将比单纯否定范围更窄;因为如果在所有事物中,要么单纯肯定为真,要么单纯否定为真,同样要么出于易位的肯定为真,要么其否定为真,并且公认出于易位的否定比单纯肯定在更多情况下为真,那么出于易位的肯定便将比单纯否定在更少的剩余情况下为真。因为设所有存在的事物,假定在数目上一千个,而在假设中单纯肯定在四百个中为真时,为了论证起见,让范围更广的出于易位的否定在六百个中为真;那么显然,在其余两个命题中,单纯否定将在剩余的六百个中为真,而出于易位的肯定在其自身的否定之外在剩余的四百个中为真,从而将比单纯否定范围更窄。 但是,如果我们确实认为在每一个存在的事物中它们之中的某一个为真,我们正是被迫以此种方式来利用不定命题彼此矛盾对立这一事实的。然而,或许更好且更符合亚里士多德思想的做法是,从实际事物出发来证实无限定而言的不定肯定比单纯否定范围更窄;因为如果某物是一个不正义的人,这物便不是一个正义的人,但并不是说如果某物不是一个正义的人,它便已经也是一个不正义的人。至少对于根本不是人的事物,单纯否定固然为真,而不定肯定却是假的。
- 1.34τῷ ἀναιρεῖσθαι ἀπ’ αὐτοῦ τὸ μὴ δίκαιον, ὃ φαμεν αὐτῷ μὴ ὑπάρχειν, καὶ τὰς δύο τοῦ δικαίου ἀρνήσεις μίαν θέσιν αὐτοῦ πάλιν σημαίνειν
表示原因或根据的与格定冠词 τῷ 统领由连词 καί 连接的两个不定式从句(ἀναιρεῖσθαι 与 σημαίνειν,后者带有宾格主语 τὰς δύο τοῦ δικαίου ἀρνήσεις 构成宾格不定式结构)。
- 1.34τῷ τὰς ἀπροσδιορίστους ἀντιφάσκειν ἀλλήλαις
作动词 χρῆσθαι 宾语的与格冠词化宾格不定式从句(“利用不定命题彼此矛盾对立这一事实”)。
