- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:159.10-161.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《解释篇》第10章(19b19)中提出的带有第三个额外述说项(“是”)的命题,阿摩尼奥斯阐明了否定小辞必须与“是”结合以构成否定的规则,并推导出这类命题的数目是单纯命题的两倍(144个,总计216个)。
" Ὅταν δὲ τὸ ἔστι τρίτον προσκατηγορῆται, ἤδη διχῶς λέγονται αἱ ἀντιθέσεις, λέγω δὲ οἷον ἔστι δίκαιος ἄνθρωπος· τὸ ἔστι τρίτον φημὶ συγκεῖσθαι ὄνομα ἢ ῥῆμα ἐν τῇ καταφάσει.1 ὥστε διὰ τοῦτο τέτταρα ταῦτα ἔσται, ὧν τὰ μὲν δύο πρὸς τὴν κατάφασιν καὶ ἀπόφασιν ἕξει κατὰ τὸ στοιχοῦν ὡς αἱ στερήσεις, τὰ δὲ δύο οὔ. λέγω δὲ ὅτι τὸ ἔστιν ἢ τῷ δικαίῳ προσκείσεται ἢ τῷ οὐ δικαίῳ, ὥστε καὶ ἡ ἀπόφασις· τέτταρα οὖν ἔσται. νοοῦμεν δὲ τὸ λεγόμενον ἐκ τῶν ὑπογεγραμμένων· ἔστι δίκαιος ἄνθρωπος — ἀπόφασις τούτου — οὐκ ἔστι δίκαιος ἄνθρωπος, ἔστιν οὐ δίκαιος ἄνθρωπος — ἀπόφασις τούτου — οὐκ ἔστιν οὐ δίκαιος ἄνθρωπος· τὸ γὰρ ἔστιν ἐνταῦθα καὶ τὸ οὐκ ἔστι τῷ δικαίῳ προσκείσεται καὶ τῷ οὐ δικαίῳ. ταῦτα μὲν οὖν, ὥσπερ ἐν τοῖς Ἀναλυτικοῖς λέγεται, οὕτω τέτακται." Ἄρχεται μὲν οὖν ἐντεῦθεν τὸ τρίτον τοῦ βιβλίου κεφάλαιον, ὅπερ ἐλέγομεν εἶναι περὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου προτάσεων. δεῖ δὲ καὶ ἐν τούτοις πρὶν διασαφῆσαι τὰ ὑπὸ τοῦ Ἀριστοτέλους λεγόμενα πρῶτον ἡμᾶς ἐπισκέψασθαι τίνα τε τρόπον ἐπὶ τούτων τῶν προτάσεων ἐκ τῶν καταφάσεων ποιοῦμεν τὰς ἀποφάσεις καὶ πῶς ἂν λαβόντες αὐτὰς μετὰ τῆς προσηκούσης ἀκριβείας συνέλοιμεν αὐτῶν τὸν πάντα ἀριθμόν. ὅτι μὲν οὖν οὐ τῷ ὑποκειμένῳ τῷ ἐν τῇ καταφάσει συνταχθὲν τὸ ἀρνητικὸν μόριον ἐξεργάζεται τὴν ἀπόφασιν, φανερόν, εἴπερ μηδὲ ἐπὶ τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου τοῦτον ἐγίνοντο τὸν τρόπον αἱ ἀποφάσεις, ἀλλ’ ἡ ζήτησις γίνεται περὶ τῶν λοιπῶν παρὰ τὸν ὑποκείμενον δύο λέξεων, τοῦ τε κατηγορουμένου καὶ τοῦ προσκατηγορουμένου, οἷον τοῦ τε δίκαιος καὶ τοῦ ἔστι, ποτέρῳ αὐτῶν χρὴ τὸ οὐ συντάττειν, ἵνα ποιήσωμεν ἀπόφασιν. φανερὸν οὖν ὅτι οὐ τῷ κατηγορουμένῳ αὐτὸ συντακτέον, ἀλλὰ τῷ προσκατηγορουμένῳ· ὁ μὲν γὰρ εἰπὼν ‘ἄνθρωπος οὐ δίκαιός ἐστιν’ ἄνθρωπόν τινα μὴ δίκαιον ὑπάρχειν φησίν, ὁ μέντοι λέγων ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν’ ἀποφαίνεται μὴ ὑπάρχειν τῷ ἀνθρώπῳ τὸ δίκαιον. τῶν δὲ ἀποφαντικῶν λόγων, ὡς ἔμπροσθεν ἐδιδάχθημεν, ὁ μὲν ὑπάρχειν τι λέγων κατάφασίς ἐστιν, ὁ δὲ μὴ ὑπάρχειν ἀπόφασις. καὶ ὅρα ὅτι εὐλόγως τῷ ἔστι συνταχθεῖσα ἐπὶ τούτων ἡ ἄρνησις ἀποτελεῖ τὴν ἀπόφασιν· ἐπεὶ γὰρ καὶ ὁ κατηγορούμενος ἐν ταῖς τοιαύταις προτάσεσιν ὄνομά ἐστιν, οἷον τὸ δίκαιος, καὶ οὐ δύναται καθ’ ἑαυτὸν συνδυασθεὶς τῷ ὑποκειμένῳ τέλειον ἐργάσασθαι λόγον, ἔδει αὐτοῖς ὥσπερ δεσμοῦ τινος τοῦ συνδέοντος αὐτοὺς πρὸς ἀλλήλους2 καὶ τέλειον ποιοῦντος τὸν λόγον, ὃ ποιεῖ τὸ ἔστι. τοῦτο οὖν εἴη ἂν τὸ τὴν κυριωτάτην ἔχον ἐν τῇ προτάσει δύναμιν. διὸ καὶ τὴν προσηγορίαν ἀφ’ ἑαυτοῦ δίδωσι ταῖς τοιαύταις προτάσεσι· καλοῦμεν γὰρ αὐτὰς ἐκ τρίτου προσκατηγορουμένου. τοῦτο ἄρα χρὴ ἀνελεῖν ὑπὲρ τοῦ καὶ ὅλην τὴν κατάφασιν ἀναιρεθῆναι καὶ γενέσθαι τὴν ἀπόφασιν. τὸ μὲν οὖν ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν’ ἀπόφασις, τὸ δὲ ‘ἄνθρωπος οὐ δίκαιός ἐστί’ κατάφασις. ἀλλ’ ἐπεὶ πάσης καταφάσεως ἔστι τις ἀπόφασις, κατὰ τὴν αὐτὴν μέθοδον εὑρήσομεν τὴν ταύτης ἀπόφασιν γινομένην τὴν λέγουσαν ‘ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν’. ὥστε δύο ἐνταῦθα γίνονται ἀντιφάσεις ἀπροσδιόριστοι, τοῦ ὑποκειμένου ὡρισμένου ὄντος, καίτοι ἐπὶ τῶν ἁπλῶν μία ἐγίνετο μόνη· ἐκεῖ μὲν γὰρ ὁ κατηγορούμενος μετὰ τῆς ἀρνήσεως ληφθεὶς εὐθὺς ἀπόφασιν ἐποίει, ἐνταῦθα δὲ καταφάσεως ἄλλο εἶδος. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων πασῶν ἀντιφάσεων, οἷον τῶν τε καθ’ ἕκαστα καὶ τῶν διαγωνίων, κατὰ πάντα χρόνον καὶ πᾶσαν ὕλην λαμβανομένων, τῶν τε ὡρισμένον ἐχουσῶν τὸν ὑποκείμενον καὶ τῶν ἀόριστον. διπλασίονες οὖν ἔσονται αὗται τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου μόνον. ἐκεῖναι δὲ ἦσαν, ὡς ἐδείκνυμεν, ἑβδομήκοντα καὶ δύο. ἔσονται οὖν δηλονότι αὗται ἑκατὸν τετταράκοντα καὶ τέτταρες. πᾶσαι δὲ ἅμα διακόσιαι δέκα καὶ ἕξ. Τούτων προληφθέντων ἐπισκεψώμεθα ἑξῆς τὰ διὰ τῆς ἐκτεθείσης ῥήσεως ὑπὸ τοῦ Ἀριστοτέλους λεγόμενα, ἐνταῦθα μὲν πάνυ ἀσαφῶς καὶ δι’ αἰνιγμάτων ῥηθέντα, πρὸς δὲ τῷ πέρατι τοῦ προτέρου βιβλίου τῶν προτέρων Ἀναλυτικῶν διηρθρωμένως παραδιδόμενα, ὅθεν καὶ λαβόντες οἱ ἐξηγηταὶ παρακολουθῆσαί τε τοῖς διὰ τούτων ὑπὸ τοῦ φιλοσόφου λεγομένοις ἠδυνήθησαν καὶ διασαφῆσαι αὐτά.
“当‘是’作为第三项被额外述说时,对置便已有两种言说方式。我指的是例如‘人是正义的’:我说‘是’在肯定中作为第三个名称或动词而被组合。因此由此将有这四项,其中两项相对于肯定和否定将依照序列犹如缺乏那样成立,而两项则不然。我指的是,‘是’将被附加于‘正义的’或‘不正义的’,因此否定也将如此;所以将有四项。我们从下文所写的内容来理解所说的话:‘人是正义的’——其否定——‘人不是正义的’,‘人是不正义的’ ——其否定——‘人不是不正义的’;因为在此‘是’与‘不是’将被附加于‘正义的’和‘不正义的’。因此,这些正如在《分析篇》中所说的那样,是如此被排列的。” 于是,本书的第三章便从这里开始,我们曾说过这是关于具有第三个额外述说项的命题的章节。在这些命题中,在澄清亚里士多德所说的话之前,我们也必须首先考察,在这些命题中我们以何种方式由肯定构成否定,以及我们如何在具备恰当精确性的情况下把握它们并汇总它们的全部数目。否定小辞通过与肯定中的主词相结合并不构成否定,这是显然的,因为即使在由主词和谓词构成的命题中,否定也不是以这种方式生成的;相反,探求是关于除主词之外剩余的两个语词展开的,即谓词与额外述说项——例如“正义的”和“是”——为了构成否定,应当将“不”与它们中的哪一个相结合。因此显然,不应当将它与谓词相结合,而应当与额外述说项相结合;因为说“人是不正义的”的人,是在断言某个人作为不正义者而存在,然而说“人不是正义的”的人,则是在声明正义并不属于人。而在断述性言述中,正如我们先前所受教导的那样,断言某物属于的言述是肯定,断言不属于的言述是否定。看哪,在这些命题中,否定与“是”相结合合情合理地完成了否定;因为在这类命题中,谓词本身也是一个名词,例如“正义的”,它仅仅就其自身与主词结合并不能构成完满的言述,它们需要某种犹如纽带一样将彼此连接并使言述完满的东西,而“是”便起到了这种作用。因此,这应当是在命题中具有最主导效力的成分。因此,它也从自身为这类命题赋予了名称;因为我们称它们为“由第三个额外述说项构成的命题”。由此可见,为了使整个肯定也被取消并生成否定,必须取消这一个成分。因此,“人不是正义的”是否定,而“人是不正义的”是肯定。但由于每一个肯定都有某种否定,依照同样的方法,我们将发现它的否定是那句断言“人不是不正义的”的命题。因此,在此当主词确定时,便构成了两个不定矛盾对立,尽管在单纯命题中只构成一个;因为在那里,谓词与否定连用便直接构成否定,而在此构成的却是肯定的另一种。而同样的道理也适用于所有其他的矛盾对立,例如单称对立和对角线对立,在所有时间和所有质料下被取用时,以及无论主词确定还是不定的情况。因此,这些命题将是仅由主词和谓词构成的命题的两倍。而正如我们所指出的,那些是七十二个。因此显然,这些将是一百四十四个。而总共则是二百一十六个。 预先领会了这些之后,接下来让我们考察亚里士多德通过所列出的这段文句所说的话;这些话在此处虽然说得极其晦涩且充满隐语,但在《前分析篇》第一卷末尾却被清晰分节地传授,注释家们也正是从那里汲取,才得以领会哲学家通过这些文句所说的话并予以澄清。
- 1.34τὸ ἔστι τρίτον φημὶ συγκεῖσθαι ὄνομα ἢ ῥῆμα ἐν τῇ καταφάσει
带不定式的宾格结构(由 φημί 支配,τὸ ἔστι 作宾格主语,συγκεῖσθαι 为不定式)。处于述谓位置的宾格短语 τρίτον ... ὄνομα ἢ ῥῆμα 作谓语性同位语,意为“‘是’在肯定中作为第三个名称或动词而被组合”。
- 1.34ἔδει αὐτοῖς ὥσπερ δεσμοῦ τινος τοῦ συνδέοντος αὐτοὺς πρὸς ἀλλήλους
非人称动词 ἔδει 支配表示所需之物的属格(ὥσπερ δεσμοῦ τινος)和表示承受需求之主体的与格(αὐτοῖς,“对于它们而言”)的句式。由于主词与述词名词自身不能自足,因此它们需要某种连接彼此的纽带(即“是”)。
