← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§157.10-159.9

命题中动词的必要性与基于主词的命题次序

阿摩尼奥斯针对“没有动词就没有任何肯定也没有任何否定”这一论断所引发的疑难,通过亚历山大关于不定动词与谓词否定之功能差异的解释予以化解,进而详细阐述了根据主词的确定与不定以及定规词的有无而确立的命题次序与范例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.33#2

ἀλλὰ πῶς ἑξῆς τούτοις ἐπιφέρει τὸ ἄνευ ῥήματος μηδεμίαν εἶναι οὐ μόνον κατάφασιν ἀλλὰ καὶ ἀπόφασιν, εἴπερ τὰς ἀποφάσεις ἐκ τῶν ἀορίστων συμβαίνει γίνεσθαι ῥημάτων; ἢ ῥητέον, ὅπερ Ἀλέξανδρός φησιν, ὅτι τὸ ἀόριστον ῥῆμα καὶ τὸ τοῦ ὑποκειμένου ἀποφασκόμενον καὶ τὴν ἀπόφασιν ποιοῦν τῷ μὲν ὑποκειμένῳ τὰ αὐτὰ ὄντα τυγχάνουσι, τῇ μέντοι σχέσει διαφέρουσί πως ἀλλήλων· τὸ γοῦν ‘οὐ βαδίζει’ καθ’ ἑαυτὸ μὲν λεγόμενον ἀόριστον εἴη ἂν ῥῆμα ὡς ἕν τι θεωρούμενον καὶ οὐδὲν μέρος καθ’ ἑαυτὸ σημαντικὸν ἔχον, καθάπερ εἴρηται πρότερον, ἐν μέντοι τῇ ἀποφάσει τῇ λεγούσῃ ‘Σωκράτης οὐ βαδίζει’ οὐκ ἂν εἴποιμεν ἀκριβολογεῖσθαι βουλόμενοι τὸ ‘οὐ βαδίζει’ ῥῆμα εἶναι ἀόριστον, ἀλλὰ μᾶλλον ῥῆμα καθ’ ἑαυτὸ μὲν ὡρισμένον τοῦ δὲ ὑποκειμένου ἀποφατικῶς κατηγορούμενον καὶ διὰ τοῦ ἀρνητικοῦ μορίου διακρινόμενον ἀπ’ αὐτοῦ, ὡς ἐνταῦθα μηκέτι μὲν ὡς ἓν ἀλλ’ ὡς δύο λαμβάνεσθαι [τὸ οὐχ ὑγιαίνει], τοῦ ἀρνητικοῦ μορίου τὸ διακεκρίσθαι τὸ κατηγορούμενον ἀπὸ τοῦ ὑποκειμένου ἐμφαίνοντος. μήποτε δὲ δυνατὸν ᾖ λέγειν καὶ ὅτι1 ἐν τῷ ἄνευ δὲ ῥήματος οὐδεμία κατάφασις οὐδὲ ἀπόφασις τὸ τοῦ ῥήματος ὄνομα κοινότερον εἴληπται κατά τε τοῦ ὡρισμένου καὶ τοῦ ἀορίστου, διδάσκοντος μὲν τοῦ Ἀριστοτέλους, ὅπερ εἴρηται καὶ πρότερον, ὅτι πρὸς τὸ γενέσθαι ἀποφαντικὸν λόγον δεῖ πάντως ῥήματος, ἐξεπίτηδες δὲ νῦν πάλιν τοῦτο προσθέντος ἐν τῇ θεωρίᾳ τῶν ἐξ ἀορίστου τοῦ ὑποκειμένου προτάσεων, ἵνα μή τις ὑπολάβῃ τὰ ἀόριστα ὀνόματα, περὶ ὧν ἦν προσεχῶς ὁ λόγος, ἀρκεῖν καὶ καθ’ ἑαυτὰ λεγόμενα πρὸς γένεσιν ἀποφάσεως, ἐπεὶ καὶ φαντασίαν ἀποτελοῦσι τοῦ παραπλησίαν δύναμιν ἔχειν ταῖς ἀποφάσεσιν, ὅπερ ἐν τοῖς ἑξῆς σαφέστερον παραδώσει. κρατύνων δὲ τὸ εἰρημένον ὅτι πρὸς πᾶσαν κατάφασίν τε καὶ ἀπόφασιν δεῖ ῥήματός τινος, ἐπάγει τὸ γὰρ ἔστιν ἢ ἦν ἢ γίνεται καὶ τὰ ἑξῆς, ὡς ἐναργοῦς μὲν ὄντος τοῦ μηδὲν μήτε ὡρισμένον μήτε ἀόριστον ὄνομα μήτε ἓν μήτε πολλὰ ποιεῖν αὐτοτελῆ λόγον δίχα τούτων τινός, τοῦ ἔστι λέγω ἢ τοῦ ἦν καὶ τῶν τούτοις παραπλησίων, ἐφιστάνειν δὲ ἡμῶν ὀφειλόντων2 ὅτι ταῦτα, ὧν προσδεδέηται τὰ ὀνόματα τά τε ὡρισμένα καὶ τὰ ἀόριστα πρὸς τὸ ποιῆσαι κατάφασιν ἢ ἀπόφασιν, ῥήματά ἐστιν ὡς τὸν ἀποδεδομένον τοῦ ῥήματος ὁρισμὸν ἐπιδεχόμενα τὸ χρόνον τινὰ προσσημαίνειν. Ἐπὶ τούτοις τὴν τάξιν ἡμῖν παραδίδωσι τῆς εἰρημένης τῶν προτάσεων διαφορᾶς καί φησι προηγεῖσθαι τὰς ὡρισμένῳ ὑποκειμένῳ χρωμένας τῶν ἀόριστον αὐτὸν ἐχουσῶν, ἅτε ἁπλουστέρας αὐτῶν οὔσας, παραβάλλων πρὸς ἀλλήλας, τὰς δὲ κατὰ τὸ αὐτὸ εἶδος λεγομένας πρώτας μὲν ὡς ἁπλουστάτας τὰς ἄνευ προσδιορισμοῦ πρὸς τὰς μετὰ προσδιορισμοῦ, δευτέρας δὲ ὡς ἐκείνων συνθετωτέρας τὰς πλεονασάσας αὐτῶν κατὰ τοὺς προσδιορισμούς. λαμβάνει δὲ τῶν μὲν ἄνευ προσδιορισμοῦ οὐ τὰς καθ’ ἕκαστα ἀλλὰ τὰς ἀπροσδιορίστους, τῶν δὲ μετὰ προσδιορισμοῦ οὐ τὴν κατὰ μέρος κατάφασιν ἀλλὰ τὴν καθόλου, ὡς τοῦ αὐτοῦ δηλονότι λόγου καὶ ἐπὶ τῶν παραλελειμμένων προτάσεων ἐφαρμόζοντος. τῆς μέντοι καθόλου καταφάσεως τῆς τε ὡρισμένον ἐχούσης τὸν ὑποκείμενον καὶ τῆς ἀόριστον οὐκ ἔλαβε τὴν κυρίως ἀπόφασιν τὴν ἀντιφατικῶς ἀεὶ πρὸς αὐτὴν ἀντικειμένην, ἀλλ’ ὥσπερ ἐλέγομεν πρότερον, τὴν δοκοῦσαν μὲν ἐπαμφοτερίζειν καὶ συνᾴδειν τῇ τε ἀντιφασκούσῃ καὶ τῇ ἐναντίᾳ, μᾶλλον μέντοι τῇ ἀντιφασκούσῃ ταὐτὸν δυναμένην· τοιαῦται γὰρ ἥ τε ‘οὐκ ἔστι πᾶς ἄνθρωπος’ καὶ ἡ ‘οὐκ ἔστι πᾶς οὐκ ἄνθρωπος’, ἡ μὲν τῇ ‘οὐ πᾶς ἄνθρωπός ἐστιν’ ἡ δὲ τῇ ‘οὐ πᾶς οὐκ ἄνθρωπός ἐστι’ ταὐτὸν φθεγγομένη. τοῦτο δὲ, διότι οὐκ ἦν προκείμενον παραδιδόναι νῦν πάλιν τὴν ἀντιφατικὴν τῶν προτάσεων ἀντίθεσιν, ἀλλ’ ἐπισημήνασθαι μόνον ὅτι προηγοῦνται αἱ ἐξ ὡρισμένου τοῦ ὑποκειμένου προτάσεις τῶν ἐξ ἀορίστου. ἅμα δὲ ἴσως καὶ διδάξαι ἡμᾶς ὁ φιλόσοφος ἠβουλήθη ὅτι καὶ αἱ τοιαῦται προτάσεις συντάττοιντο ἂν ταῖς ἀποφάσεσι. δεῖ δὲ ἐφιστάνειν ὅτι ἀκριβῆ ἐν τούτοις ὁ Ἀριστοτέλης παραδείγματα παρέθετο τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεων ἔστιν ἄνθρωπος εἰπὼν καὶ ἔστι πᾶς ἄνθρωπος, ἀλλ’ οὐ καθάπερ πρότερον ἔλεγεν “ἔστιν ἄνθρωπος λευκός” καὶ “ἔστιν ἄνθρωπος καλός”, αἳ ἦσαν ἐκ τρίτου προσκατηγορουμένου προτάσεις. τοῦτο δέ, διότι ἐν ἐκείνοις μὲν οὔπω τελέως παρεδέδοτο ἡ θεωρία τῶν προκειμένων προτάσεων, διόπερ ἀδιαφορώτερον ἐχρῆτο τοῖς παραδείγμασι· νῦν μέντοι ἀκριβῶς αὐτὴν διαρθρώσας εἰκότως τὰ οἰκεῖα τῷ εἴδει τῶν προκειμένων προτάσεων παρέθετο παραδείγματα. δῆλον δὲ ἐκ τῶν εἰρημένων καὶ ὅτι οὐ ταὐτόν ἐστιν ὡρισμένον ἢ ἀόριστον ὄνομα λέγειν καὶ διωρισμένον ἢ ἀδιόριστον· τὰ μὲν γὰρ πρότερα ποιεῖ τὸ ἀρνητικὸν μόριον προσκείμενον τοῖς ὀνόμασιν ἢ μή, τὰ δὲ ὕστερα οἱ προσδιορισμοί. ἄχρι τούτων προήγαγεν ὁ Ἀριστοτέλης τὴν θεωρίαν τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεων. διὸ καὶ ἡμεῖς περὶ τῶν ἐφεξῆς ἄλλην ἀρχὴν ἀρξάμενοι λέγωμεν.

然而,如果否定恰好是由不定动词生成的,那么紧接着这些话,他怎么会进而提出没有动词就不仅没有任何肯定而且也没有任何否定呢?或者应当正如亚历山大所说的那样来阐明:不定动词与关于主词被否定并构成否定的成分,在底层载体上恰好是同一的,然而在关系上彼此在某种程度上有所不同。无论如何,“不走”就其自身被言说而言,由于被视为一者且没有任何自身具有表意功能的部分,正如先前所说的那样,当是一个不定动词;然而在断言“苏格拉底不走”的否定中,若我们希望求得精确的表述,我们不会说“不走”是不定动词,而宁可说它就其自身而言是确定的动词,却关于主词被否定地述说,并通过否定小辞与主词分离开来,以至于在此它不再被取为一,而是被取为二,因为否定小辞表明谓词已经与主词分离开来。或者也许也可以说,在“没有动词就没有任何肯定也没有任何否定”这一句中,“动词”这一名称是在更共通的意义上被取用的,兼指确定动词和不定动词;亚里士多德一方面正如先前所说教导说,为了生成断述性言述绝对需要动词,另一方面现在在考察具有不定主词的命题时故意再次补充这一点,是为了防止有人认为刚才所讨论的不定名称即使就其自身而言被言说也足以生成否定,因为它们也产生了具有与否定相类似效力的表象,关于这一点他在接下来的内容中将更清楚地传授。在确证“对于一切肯定和否定都需要某种动词”这一论断时,他引出了“因为‘是’或‘曾是’或‘生成’以及下文”,这是因为显然没有任何名称,无论是确定的还是不定的,无论是一还是多,离开这些中的某一个——我指的是“是”或“曾是”以及与这些相类似者——都不能构成自足的言述,而我们应当注意到,确定名称和不定名称为了构成肯定或否定而额外需要的这些词,正因为接纳了所给出的动词定义(即附带表意某种时间),所以是动词。 在此基础上,他向我们传授了上述命题差异的次序,并指出使用确定主词的命题先于具有不定主词的命题,因为在彼此对比时前者比后者更为单纯;而在依照同一种所言说的命题中,不带定规词的命题作为最单纯者相对于带有定规词的命题而言是第一位的,而在定规词上多于它们的命题由于比前者更为复合而居于第二位。而在不带定规词的命题中,他取的不是单称命题而是不定命题;在带有定规词的命题中,他取的不是特称肯定而是全称肯定,显然是因为同样的道理也适用于被省略的命题。然而,对于具有确定主词的全称肯定和具有不定主词的全称肯定,他并没有取在严格意义上始终与它相矛盾对立的否定,而是正如我们先前所说,取了那种看似模棱两可、既与矛盾命题又与相反命题相协调,但实则宁可具有与矛盾命题相同效力的否定。因为“并非每个人都在”和“并非每个非人都在”就是这样的命题,前者与“不是每个人都在”表达相同的意思,后者与“不是每个非人都在”表达相同的意思。这是因为当时摆在他面前的并不是要现在再次传授命题的矛盾对立,而仅仅是指出由确定主词构成的命题先于由不定主词构成的命题。同时,哲学家或许也想教导我们,这类命题也将归入否定之列。但必须注意到,亚里士多德在这些〔地方〕给出了由主词和谓词构成的命题的精确范例,说了“有人在”和“每个人都在”,而没有像先前那样说“人是白的”和“人是美的”,那些是由第三个附加谓项构成的命题。这是因为在那些地方,关于摆在面前的命题的考察尚未完全传授,因此他较为不加分别地使用例子;然而现在他精确地对其进行了区分,因而合情合理地给出了适合于摆在面前的命题之种的例子。从所说的内容中也显然可知,说确定或不定的名称与说定规或无定规的〔名称〕不是一回事;因为前者是否定小辞附加于名称或不附加所造成的,而后者是定规词所造成的。亚里士多德将关于由主词和谓词构成的命题的考察推进到了这些内容。因此,我们也当另立端绪,来讨论接下来的内容。

语法注2 条
  1. 1.33μήποτε δὲ δυνατὸν ᾖ λέγειν καὶ ὅτι

    μήποτε 后接虚拟式 ᾖ,表达一种谨慎的断言或审慎的推测(“或许也可以说……”),引出阿摩尼奥斯对亚历山大之说的补充或替代方案。

  2. 1.33ὡς ἐναργοῦς μὲν ὄντος τοῦ μηδὲν μήτε ὡρισμένον μήτε ἀόριστον ὄνομα μήτε ἓν μήτε πολλὰ ποιεῖν αὐτοτελῆ λόγον δίχα τούτων τινός, τοῦ ἔστι λέγω ἢ τοῦ ἦν καὶ τῶν τούτοις παραπλησίων, ἐφιστάνειν δὲ ἡμῶν ὀφειλόντων

    由 ὡς 引出的两个属格绝对结构(ἐναργοῦς ὄντος τοῦ... 与 ἡμῶν ὀφειλόντων...)通过 μέν...δέ 形成对照,表明亚里士多德给出论证的理由与背景:一方面是显而易见的事实,另一方面是我们应当注意之处。前一个属格分词 ὄντος 的逻辑主语是带冠词不定式从句 τοῦ... ποιεῖν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:157.10-159.9