← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§155.9-157.10

以不定名称为主词的命题结构与含义

针对亚里士多德《解释篇》19b5关于由不定名称作主词的命题构成的引文,阿摩尼奥斯阐明了命题的种类为何取决于主词的确定与否而非谓词,并解释了不定名称在何种意义上依然表意“一”,从而能够构成有效命题的论证结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.33#1

" Ἐπεὶ δέ ἐστί τι κατά τινος ἡ κατάφασις σημαίνουσα, τοῦτο δέ ἐστιν ἢ ὄνομα ἢ τὸ ἀνώνυμον, ἓν δὲ δεῖ εἶναι καὶ καθ’ ἑνὸς τὸ ἓν τῇ καταφάσει1 (τὸ δὲ ὄνομα εἴρηται καὶ τὸ ἀνώνυμον πρότερον· τὸ γὰρ οὐκ ἄνθρωπος ὄνομα μὲν οὐ λέγω, ἀλλ’ ἀόριστον ὄνομα· ἓν γάρ πως σημαίνει τὸ ἀόριστον ὄνομα, ὥσπερ καὶ τὸ οὐχ ὑγιαίνει οὐ ῥῆμα λέγω, ἀλλ’ ἀόριστον), ἔσται πᾶσα κατάφασις ἢ ἐξ ὀνόματος καὶ ῥήματος ἢ ἐξ ἀορίστου ὀνόματος καὶ ῥήματος· ἄνευ δὲ ῥήματος οὐδεμία κατάφασις οὐδὲ ἀπόφασις· τὸ γὰρ ἔστιν ἢ ἦν ἢ γίνεται ἢ ὅσα ἄλλα τοιαῦτα ῥήματα ἐκ τῶν κειμένων ἐστί· προσσημαίνει γὰρ χρόνον. ὥστε πρώτη κατάφασις καὶ ἀπόφασις τὸ ἔστιν ἄνθρωπος — οὐκ ἔστιν ἄνθρωπος, εἶτα ἔστιν οὐκ ἄνθρωπος — οὐκ ἔστιν οὐκ ἄνθρωπος, πάλιν ἔστι πᾶς ἄνθρωπος — οὐκ ἔστι πᾶς ἄνθρωπος, ἔστι πᾶς οὐκ ἄνθρωπος — οὐκ ἔστι πᾶς οὐκ ἄνθρωπος. καὶ ἐπὶ τῶν ἐκτὸς δὲ χρόνων ὁ αὐτὸς λόγος." Παντοδαπῶς λεπτουργήσας τὴν διδασκαλίαν τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεων ὡς ὡρισμένου ὄντος τοῦ ὑποκειμένου, προστίθησι διὰ τούτων ὅτι ὅσαι εἰσὶν ἐκεῖναι τὸν ἀριθμόν, τοσαύτας ἑτέρας ἀνάγκη γίνεσθαι προτάσεις ἐξ ὑποκειμένου πάλιν καὶ κατηγορουμένου, ἀλλ’ οὐκέτι ὡρισμένου ὄντος τοῦ ὑποκειμένου ἀλλ’ ἀορίστου. ὁ μὲν οὖν ὑποκείμενος ἢ ὡρισμένος ἢ ἀόριστος λαμβανόμενος τοῦ αὐτοῦ κατηγορουμένου ὄντος διάφορα ποιήσει καταφάσεών τε καὶ ἀποφάσεων εἴδη, ὁ δέ γε κατηγορούμενος ποτὲ μὲν ὡρισμένος ποτὲ δὲ ἀόριστος ληφθεὶς τοῦ αὐτοῦ ὑποκειμένου μένοντος οὔτε καταφάσεις διαφόρους οὔτε ἀποφάσεις ποιήσει· φανερὸν γὰρ ὅτι ὡρισμένου μὲν αὐτοῦ ὄντος ἀνάγκη καταφατικὴν εἶναι τὴν πρότασιν, ἀορίστου δὲ ἀποφατικὴν ἢ ἰσοδυναμοῦσαν ἀποφάσει, ἐπὶ μὲν τῶν καθ’ ἕκαστα πάντως ἀπόφασιν τὴν ἀντιφάσκουσαν πρὸς τὴν κατάφασιν, ἐπὶ δὲ τῶν ἀδιορίστων πάντως μὲν πάλιν ἀπόφασιν, ἀλλ’ οὐ πάντως τὴν ἀντιφάσκουσαν πρὸς τὴν κατάφασιν ἀλλ’ ἐνίοτε καὶ συνᾴδειν αὐτῇ δυναμένην, ἐπὶ δὲ τῶν διωρισμένων οὐκέτι μὲν οὐδὲ καθαρῶς κατά γε τὴν λέξιν ἀπόφασιν ἀλλὰ ταὐτὸν τῇ καθαρῶς ἀποφάσει δυναμένην, πάλιν δὲ ἐπὶ μὲν τῶν κατὰ μέρος ἢ τὴν ἀντιφάσκουσαν ἢ τὴν συνᾴδουσαν, ὡς ἐπὶ τῶν ἀδιορίστων, ἐπὶ δὲ τῶν καθόλου ἢ τὴν ἀντιφάσκουσαν ἢ τὴν ἐναντίαν, ὡς ἔμπροσθεν διωρίσαμεν. ὥστε εἰκότως κατὰ μόνην τὴν τοῦ ὑποκειμένου διαφορὰν ἀμείβεσθαί φησι τὰ εἴδη τῶν τοιούτων ἀντιφάσεων ὁ Ἀριστοτέλης. ἵνα δὲ μή τις ὑπολάβῃ μηδ’ ἂν γενέσθαι τὴν ἀρχὴν πρότασιν ἐξ ἀορίστου ὑποκειμένου, διότι, ὡς εἴρηκε πρότερον, τὴν μίαν πρότασιν ἓν χρὴ ἔχειν τὸ ὑποκείμενον καὶ ἓν τὸ κατηγορούμενον, ἓν δὲ οὐ τῷ ὀνόματι ἀλλὰ τῷ σημαινομένῳ, ὅπερ οὐχ ὑπάρχει τῷ ἀορίστῳ ὀνόματι (ἓν γὰρ ἀναιροῦν τὸ ὑπὸ τοῦ ὡρισμένου δηλούμενον τοῖς παρ’ αὐτὸ πᾶσιν ἐφαρμόττει), διὰ τοῦτο τίθησί τε τὴν ἔννοιαν τῆς τοιαύτης ἀπορίας ὁ φιλόσοφος, ἀναμιμνήσκων ἡμᾶς τοῦ ἓν δεῖν εἶναι τὸ κατηγορούμενον ἐν τῇ μιᾷ καταφάσει καὶ καθ’ ἑνὸς λέγεσθαι ὑποκειμένου, καὶ ἐπιδείκνυσιν ὑπάρχον τοῦτο καὶ ταῖς ἐξ ἀορίστου ὑποκειμένου προτάσεσι τῷ εἰπεῖν ἓν γάρ πως σημαίνει καὶ τὸ ἀόριστον ὄνομα, οὐ παρελκόντως τὸ πως προσθεὶς ἀλλ’ ὑπὲρ τοῦ ἐνδείξασθαι ὅτι οὐ φύσιν μίαν σημαίνει, καθάπερ τὸ ὡρισμένον· ἐκεῖνο γὰρ εἰ μὴ ὁμώνυμον εἴη, ἢ τῷ γένει ἕν τι σημαίνει ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ, τούτων δὲ ἕκαστον ὥρισται, τὸ δὲ ἀόριστον οὐχ οὕτως, κἂν ἑνικῶς αὐτὸ προφέρωμεν ‘οὐκ ἄνθρωπος’ λέγοντες, ἀλλὰ κοινωνίαν μόνον πρὸς ἄλληλα πάντων τῶν παρὰ τὸ σημαινόμενον ὑπὸ τοῦ ὡρισμένου κατ’ αὐτὸ τοῦτο τὸ μηδὲν αὐτῶν εἶναι, ὅπερ ἐκεῖνο. διὸ καὶ λέγει ἑνικῶς τὸ δὲ ἀόριστον. τοῦτο τὸ ὄνομα εἰκότως ἀνώνυμον ἐκάλεσεν ἐνδεικνύμενος τὸ στερητικὸν αὐτὸ δηλοῦν τοῦ σημαινομένου ὑπὸ τοῦ ὡρισμένου ὀνόματος. ἐπεὶ δὲ νῦν πρῶτον πεποίηται μνήμην τοῦ ἀνωνύμου τούτου ὑποκειμένου, εἰκότως ἐπισημαίνεται ὅτι τοῦτό ἐστιν, ὃ πρότερον παραδέδωκεν ἀόριστον ὄνομα αὐτὸ προσαγορεύων, ἐν οἷς καὶ τὴν τοῦ ἀορίστου ῥήματος ἔννοιαν ἡμῖν παραδίδου. φανερὰ δὲ τῆς λέξεως ἡ ἀκολουθία, καὶ εἰ μεταξὺ παρεμβαλὼν τὴν διδασκαλίαν τοῦ ἀνωνύμου ὑποκειμένου ἠνάγκασται διὰ μακροῦ ποιήσασθαι τὴν ἀπόδοσιν·2 ἔχει γὰρ οὕτως· ἐπεὶ δέ ἐστί τι κατά τινος ἡ κατάφασις σημαίνουσα, τοῦτο δέ ἐστιν ἢ ὄνομα ἢ τὸ ἀνώνυμον, ἔσται πᾶσα κατάφασις ἢ ἐξ ὀνόματος καὶ ῥήματος ἢ ἐξ ἀορίστου ὀνόματος καὶ ῥήματος. Λέγεται δὲ τοῦτο δηλονότι περὶ τῆς ἁπλουστάτης καταφάσεως τῆς ἐξ ὑποκειμένου μόνον καὶ κατηγορουμένου, περὶ ἧς καὶ πρόκειται αὐτῷ νῦν διδάσκειν· ὥστε οὐ χρὴ ζητεῖν πῶς ἂν ἐφαρμόσειε τοῦτο ἢ ταῖς ἐκ τρίτου προσκατηγορουμένου καταφάσεσιν ἢ ταῖς μετὰ τρόπου.

“然而,既然肯定是某种东西关于某种东西的表意,而这或是名称,或是无名之物,但在肯定中[被述说的]一必须为一且必须关涉某一者(关于名称和无名之物此前已作说明;因为‘非人’我不称之为名称,而称之为不定名称;因为不定名称也在某种意义上表意一,正如‘不健康’我不称之为动词,而称之为不定[动词]一样),那么一切肯定或是由名称和动词构成,或是由不定名称和动词构成。没有动词,就没有任何肯定也没有任何否定;因为‘是’或‘曾是’或‘生成’或所有诸如此类的东西,依据已设定者都是动词,因为它们附带表意时间。因此,最初的肯定和否定是‘有人存在——没有人存在’,其次是‘有非人存在——没有非人存在’,再次是‘有每个人存在——没有每个人存在’,‘有每个非人存在——没有每个非人存在’。对于[现在之外的]外在时间,道理也是相同的。” 在假设主词是确定的前提下,通过各种方式对由主词和谓词构成的命题学说进行了详尽阐述之后,他通过这些话补充道:不论那些命题在数量上有多少,必然有同样数量的另一类命题再次由主词和谓词构成,但主词不再是确定的,而是不定的。因此,在谓词相同的情况下,主词被取为确定的或不定的,将产生不同种类的肯定和否定;然而在主词保持相同的情况下,谓词有时被取为确定的,有时被取为不定的,则既不会产生不同的肯定,也不会产生不同的否定。因为显然,当谓词自身是确定的时,命题必然是肯定的;而当谓词是不定的时,命题必然是否定的,或者等同于否定:在单称命题中完全是与肯定相矛盾的否定;在不定命题中同样完全是否定,但并非完全与肯定相矛盾,而是有时也能与它并存;在定规命题中,虽然就字面而言不再是纯粹的否定,但能够具有与纯粹否定相同的效力;再者,在特称命题中,如同在不定命题中一样,要么是相矛盾的,要么是可并存的;而在全称命题中,正如我们此前所界定的那样,要么是相矛盾的,要么是相反对的。因此亚里士多德合理地指出,这类矛盾对立的种类仅仅根据主词的差异而发生转换。但是,为了防止有人认为根本不可能由不定主词构成命题,因为正如他此前所说,单一命题必须具有一个主词和一个谓词,且必须不是在名称上而是在所指上为一,而这并不属于不定名称(因为在取消由确定名称所表明的一之后,它适用于除此以外的一切事物),为此哲学家提出了这一疑难的想法,提醒我们单一肯定中的谓词必须为一且必须关于单一主词述说,并通过说“因为不定名称也在某种意义上表意一”,证明了这一点同样属于由不定主词构成的命题。他加上“在某种意义上”并非赘笔,而是为了表明它并不像确定名称那样表意单一本性。因为确定名称若非同名异义,要么在属上表意某种单一事物,要么在种上,要么在数上,而这些中的每一者都是确定了的;但不定名称则不然,即使我们用单数说出“非人”,它所表意的仅仅是除由确定名称所指之物以外的一切事物彼此之间的共通性,仅仅在于它们没有一个是那物本身。因此他也用单数说“不定[名称]”。他合理地将这种名称称为“无名之物”,指明它表示对由确定名称所指之物的剥夺。然而,既然他现在第一次提及这一无名主词,他指出这就是他此前传授过的称为不定名称的事物,是合情合理的,在那些地方他也向我们传授了不定动词的概念。文句的承接是清楚的,即便他因在中间插入关于无名主词的阐述而不得不经过长距离的间隔才给出归结句;其结构如下:“然而,既然肯定是某种东西关于某种东西的表意,而这或是名称,或是无名之物,那么一切肯定或是由名称和动词构成,或是由不定名称和动词构成。”显然,这是关于仅由主词和谓词构成的最单纯的肯定而言的,而他现在摆在面前要讲授的也正是关于这一肯定;因此不应当去探究这如何适用于带有第三个附加谓项的肯定,或带有模态的肯定。

语法注2 条
  1. 1.33ἓν δὲ δεῖ εἶναι καὶ καθ’ ἑνὸς τὸ ἓν τῇ καταφάσει

    引文中的句法结构。主要动词为非人称动词 δεῖ,统领不定式宾格结构,其中 τὸ ἓν ... ἓν εἶναι(那单一者[即谓项]为一)与[λέγεσθαι]καθ’ ἑνός(关于一个主项被述说)由 καί 连接。正如阿摩尼奥斯在后文解释中所明确指出的(“τοῦ ἓν δεῖν εἶναι τὸ κατηγορούμενον ἐν τῇ μιᾷ καταφάσει καὶ καθ’ ἑνὸς λέγεσθαι ὑποκειμένου”),主语宾格 τὸ ἓν 指谓项(κατηγορούμενον),后一个 ἑνός 指主项(ὑποκείμενον)。与格 τῇ καταφάσει 作处所或领域与格(“在肯定中”)。

  2. 1.33ἠνάγκασται διὰ μακροῦ ποιήσασθαι τὴν ἀπόδοσιν

    阿摩尼奥斯对亚里士多德引文开篇句法骨架的分析。由 Ἐπεὶ δέ ἐστί τι κατά τινος... 开始的原因/前提从句(protasis),在插入了关于名称与不定名称的大段解释之后,才接出主句的归结部分(apodosis)ἔσται πᾶσα κατάφασις...。阿摩尼奥斯指出这种远距离倒置隔开的结构为“经过长距离的间隔才给出归结句”(διὰ μακροῦ ποιήσασθαι τὴν ἀπόδοσιν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:155.9-157.10