- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:153.26-155.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯将必然性的两重划分(绝对必然与述词存续期间的条件必然)对应于命题的质料(必然、不可能、偶然)及言论的真值,指出整个选言矛盾对立作为整体是绝对必然的,而未来的个别偶然断言并非确定为真,从而驳斥了决定论的谬误。
ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἐξ ἀνάγκης μὴ ὄντος· καὶ γὰρ τοῦτο διττόν, τὸ μὲν ἁπλῶς (οἷον τὸ μὴ εἶναι τὴν διάμετρον σύμμετρον τῇ πλευρᾷ ἢ τὸ μὴ παύεσθαι τῆς κινήσεως τὸν ἥλιον ἢ τὸ μὴ εἶναι τόδε τὸ πῦρ ψυχρόν), τὸ δὲ ἕως ἂν μὴ ᾖ τὸ κατηγορούμενον, οἷον τὸ ἐξ ἀνάγκης μὴ βαδίζειν, ὅταν μὴ βαδίζῃς· οὐ γὰρ ἁπλῶς τοῦτο ἀληθές, ἀλλ’ ἕως ἂν μὴ βαδίζῃς, ἐπειδὴ ἀδύνατον τὸν μὴ βαδίζοντα ὅτε μὴ βαδίζει ἅμα καὶ βαδίζειν. καὶ ἔχεις ἐν τούτοις τὴν κατὰ τὰς ὕλας διαφορὰν τῶν προτάσεων παραδεδομένην· τὸ μὲν γὰρ ἁπλῶς ὂν τὸ ἀναγκαῖον σημαίνει, τὸ δ’ ἁπλῶς μὴ ὂν τὸ ἀδύνατον, τὸ δὲ ἔστ’ ἂν ᾖ τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ ὂν καὶ ἔστ’ ἂν μὴ ᾖ μὴ ὄν τὸ ἐνδεχόμενον. Ταῦτα διελόμενος ὁ Ἀριστοτέλης παραπλησίως τοῖς ἐπὶ τῶν ὄντων εἰρημένοις ἔχειν φησὶ τὸ ἀναγκαῖον τὴν ἐν τοῖς λόγοις ἀλήθειαν· τοὺς μὲν γὰρ αὐτῶν ἐξ ἀνάγκης ἀληθεύειν κατὰ τὸ ἁπλῶς λεγόμενον ἀναγκαῖον, ἐφ’ οἵων ἂν λέγωνται πραγμάτων, εἴτε ἀιδίων εἴτε φθαρτῶν εἴτε ὄντων εἴτε μὴ ὄντων, ὡς τοὺς κατὰ τὴν ὅλην ἀντίφασιν προφερομένους, οἷον ὅτι Σωκράτης ἢ βαδίζει ἢ οὐ βαδίζει (τὸ γὰρ ὅλον τοῦτο ἀνάγκη εἶναι ἀληθὲς οὐ μόνον ὄντος ἀλλὰ καὶ μὴ ὄντος Σωκράτους) καὶ ὅτι τὸ πῦρ ἢ θερμὸν ἢ οὐ θερμόν, εἰ καὶ συμβαίνει ἐπὶ τῶν τοιούτων διὰ τὴν τοῦ πράγματος φύσιν θάτερον μόριον τῆς ἀντιφάσεως ἀφωρισμένως ἀληθεύειν, καὶ οὐ τὴν ὅλην ἀντίφασιν μόνον. τοὺς μὲν οὖν τῶν λόγων οὕτως ἔχειν φησὶ τὸ ἐξ ἀνάγκης ἀληθεύειν κατὰ τὸ ἁπλῶς ἀναγκαῖον, τοὺς δὲ κατὰ τὸν ἕτερον τρόπον, ἕως ἂν ὑπάρχῃ ἢ μὴ ὑπάρχῃ τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ, ὡς τὸ ἐξ ἀνάγκης βαδίζειν ἢ ἐξ ἀνάγκης μὴ βαδίζειν τὸν Σωκράτην· οὕτως γὰρ ἀνάγκη τὸ ἀληθὲς ἔχειν τοὺς λόγους, ὅπερ φησὶν ὁ Ἀριστοτέλης, ὡς ἔχει φύσεως τὰ ὑπ’ αὐτῶν σημαινόμενα πράγματα, ἐπεὶ καὶ εἰσὶν ἐξηγηταὶ τῶν πραγμάτων οἱ λόγοι καὶ διὰ τοῦτο μιμοῦνται αὐτῶν τὴν φύσιν, ὡς πρὸ τοῦ Ἀριστοτέλους ὁ Πλάτων ἡμᾶς ἐδίδαξεν. Ἀλλὰ τί ταῦτα φαίης ἂν πρὸς τὸ προκείμενον καὶ πῶς διὰ τούτων σαλεύεται ὁ ἀναιρεῖν δοκῶν τὸ ἐνδεχόμενον λόγος; ὅτι, φήσω,1 εἰ μὲν πᾶς λόγος εἶχε τὸ ἐξ ἀνάγκης ἀληθεύειν κατὰ τὸ ἁπλῶς ἀναγκαῖον, εἰκότως ἐλάμβανον οἱ ἀναιροῦντες τὸ ἐνδεχόμενον ἐκ τοῦ ὁρᾶν ἐξ ἀνάγκης ἀληθεύοντας τοὺς λόγους τοὺς οἰκείους τῇ ἐκβάσει τῶν πραγμάτων περὶ τῶν ἤδη ἐκβεβηκότων ἀποφαινομένους ὅτι καὶ οἱ πρὸ τῆς ἐκβάσεως αὐτῶν διαβεβαιούμενοι ἐκβήσεσθαι αὐτὰ τὸ ἀληθὲς ἐξ ἀνάγκης ἔχουσι,2 καὶ οὕτως τῷ ὄντι συνέβαινεν ἀναιρεῖσθαι τὸ ἐνδεχόμενον. ἐπεὶ δὲ τοῦτο τῇ μὲν ὅλῃ ἀντιφάσει, ὥσπερ ἐλέγομεν, ὑπάρχει, τοῖς δὲ μέρεσιν αὐτῆς, ἐφ’ ὧν τὸ κατηγορούμενον ποτὲ μὲν ὑπάρχει τῷ ὑποκειμένῳ ποτὲ δὲ οὐχ ὑπάρχει, οὐκέτι, δῆλον ὅτι οὐ συνάγουσιν ὅπερ προτίθενται· οἷον, ὅπερ αὐτός φησιν, ἀνάγκη πάντως αὔριον ἢ γενέσθαι ἢ μὴ γενέσθαι ναυμαχίαν, οὐ μέντοι διελόντες καὶ τὸ ἕτερον μόνον μόριον τῆς ἀντιφάσεως εἰπόντες ἀσφαλῶς ἀποφανούμεθα ὅτι ἔσται πάντως ἢ οὐκ ἔσται πάντως. δῆλον ἄρα ὅτι ἀνάγκη τοὺς περὶ τῶν ἐνδεχομένων ἀποφαινομένους λόγους (ὅπερ ἐσήμηνε τῇ ἀναιρέσει τῶν ἄκρων, τοῦ ἀναγκαίου λέγω καὶ τοῦ ἀδυνάτου, ὧν τὸ μὲν ἐκάλεσεν ἀεὶ ὂν τὸ δὲ ἀεὶ μὴ ὄν) μὴ πάντως ἔχειν τὸ ἕτερον μόριον τῆς ἀντιφάσεως ἀφωρισμένως ἀληθεῦον, ὅπερ ἦν τὸ ἐξ ἀρχῆς ἡμῖν εἰς ἐπίσκεψιν προκείμενον, ἀλλ’ ἤτοι ἄμφω ὁμοίως δεκτικὰ ψεύδους τε καὶ ἀληθείας, ὡς τὰ περὶ τῶν ὁπότερ’ ἔτυχεν ἐνδεχομένων ἀποφαινόμενα, ἢ τὸ μὲν ἕτερον μᾶλλον ἀληθεύειν πεφυκὸς3 τὸ δὲ ἕτερον ψεύδεσθαι μᾶλλον, οὔτε μέντοι τὸ ἀληθεῦον ἀεὶ ἀληθεῦον οὔτε τὸ ψευδόμενον ἀεὶ ψευδόμενον, ὅπερ ἐσήμηνε διὰ τοῦ οὐ μέντοι ἤδη ἀληθῆ ἢ ψευδῆ. δῆλον δὲ ὅτι ἐπὶ μὲν τοῦ ὡς ἐπὶ τὸ πολὺ λεγομένου ἡ κατάφασίς ἐστιν ἡ μᾶλλον ἀληθής, ἐπὶ δὲ τοῦ ὡς ἐπ’ ἔλαττον ἡ ἀπόφασις.
同样的道理也适用于出于必然性而不存在的事物;因为这也有两种,一种是绝对的(例如对角线不与边通约,或者太阳不停止运动,或者这团火不是冷的),另一种则是只要被陈述之物不存在就一直延续的,例如只要你不走路,出于必然性就不走路。因为这并非绝对地为真,而是只要你不走路就为真,既然不走路的人在不走路时绝不可能同时走路。在这些区分中,你便得到了依材料而划分的命题差异:绝对存在的事物意指必然的,绝对不存在的事物意指不可能的,而在被陈述之物属于主词期间存在、不属于期间不存在的事物,则意指偶然的。 亚里士多德在划分了这些之后,指出言论中的真理如同在存在事物上所说的那样具有必然性:言论中的一部分按照绝对被称为必然的方式出于必然性而为真,无论它们是针对何种事物而言的,无论是永恒的还是可毁灭的,无论是存在的还是不存在的,正如依整个矛盾对立而被陈述出来的命题,例如“苏格拉底要么走路要么不走路”(因为这整个命题不仅在苏格拉底存在时,而且在他不存在时也必然为真),以及“火要么热要么不热”,即使在诸如此类的事物上由于事物本身的本性,碰巧是矛盾对立的一方确定地为真,而不仅是整个矛盾对立为真。因此他说,言论中的一部分按照绝对必然的方式具有出于必然性而为真的性质,而另一部分则依另一种方式具有,即只要被陈述之物属于或不属于主词就一直延续,例如苏格拉底出于必然性走路或出于必然性不走路。因为正如亚里士多德所说,言论必然以此种方式具有真理,正如它们所表示的事物在本性上所处的那样,既然言论是事物的阐释者并因此摹仿事物的本性,正如在亚里士多德之前柏拉图教导我们的那样。 然而你可能会说:“这些对于眼前的论题有什么用处?那个看似取消偶真性的论证又是如何通过这些被动摇的呢?”我将回答说:因为,如果每一条言论都按照绝对必然的方式具有出于必然性而为真的性质,那么那些取消偶真性的人,根据看到切合事物结果的言论在断言已经发生的事情时出于必然性而为真,便推定那些在它们发生之前就断言它们将要发生的〔言论〕也出于必然性具有真理,本是合情合理的,而这样一来偶真性就确实会被取消了。但是,既然如我们所言,这一点属于整个矛盾对立,而对于矛盾对立的各个部分——在其中被陈述之物有时属于主词有时不属于——却不再属于,显然他们并没有推导出他们所提出的结论;正如他自己所言,明天要么发生要么不发生一场海战完全是必然的,然而若将其分拆开并仅仅陈述矛盾对立的一方,我们绝不能确定地断言它必然会发生或必然不会发生。由此显然,断言偶然事物的言论(他通过取消两端即必然和不可能指明了这一点,他将其中之一称为始终存在的,另一称为始终不存在的),必然并非完全是矛盾对立的一方确定地为真——这正是我们从一开始就摆在面前加以考察的问题——而是要么双方同样容纳真假,如断言碰巧而定的偶然事物的言论那样;要么是一方在本性上更有可能为真,而另一方更有可能为假,然而为真者并非始终为真,为假者也非始终为假,正如他通过“然而并非已经是真的或假的”所指明的那样。显然,在被称为绝大多数情况下如此的事物中,肯定是更有可能为真的;而在较少情况下如此的事物中,否定是更有可能为真的。
- 1.32Ἀλλὰ τί ταῦτα φαίης ἂν πρὸς τὸ προκείμενον ... ὅτι, φήσω
构成设想问答的句式结构。针对提问者的疑问,句首的 ὅτι 引导说明理由的主句(相当于“[这是因为]……”),而紧随其后插入的 φήσω(“我将说/回答”)作为插入语,承接回答并向读者交代论证的意图。
- 1.32εἰκότως ἐλάμβανον οἱ ἀναιροῦντες τὸ ἐνδεχόμενον ἐκ τοῦ ὁρᾶν ... ὅτι καὶ οἱ πρὸ τῆς ἐκβάσεως αὐτῶν διαβεβαιούμενοι ἐκβήσεσθαι αὐτὰ τὸ ἀληθὲς ἐξ ἀνάγκης ἔχουσι
主动词 ἐλάμβανον(假定、认定)的直接宾语是由 ὅτι 引导的名词性分句(ὅτι καὶ οἱ... ἔχουσι),其间插入了表示推断依据的介词短语 ἐκ τοῦ ὁρᾶν...。这一跨越式的分离结构(hyperbaton)之主干为:“取消偶真性的人从看到[X]出发,合乎情理地假定了[Y]”。
- 1.32ἀνάγκη τοὺς περὶ τῶν ἐνδεχομένων ἀποφαινομένους λόγους ... μὴ πάντως ἔχειν ... ἀλλ’ ἤτοι ἄμφω ὁμοίως δεκτικὰ ... ἢ τὸ μὲν ἕτερον μᾶλλον ἀληθεύειν πεφυκὸς
从属于无人称表述 ἀνάγκη 的“宾格加不定式”结构。宾格逻辑主语 τοὺς ... λόγους 支配带有否定词 μὴ 的不定式 ἔχειν,但在后续由 ἀλλ’ ἤτοι... 引导的对照从句中,语法结构转变为省略了连系不定式 εἶναι 的表语结构(ἄμφω δεκτικὰ [εἶναι] ... ἢ τὸ μὲν ἕτερον ... πεφυκὸς [εἶναι])。
