← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§152.12-153.26

绝对必然性与条件必然性的区分

在引用亚里士多德的原文(19a23–19b4)之后,阿摩尼奥斯剖析了企图否定未来偶真性的决定论论证,并阐明了亚里士多德为此提出的“绝对与本义的必然性”同“带有时间限定的条件必然性”的双重区分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.32#1

" Τὸ μὲν οὖν εἶναι τὸ ὂν ὅταν ᾖ, καὶ τὸ μὴ ὂν μὴ εἶναι ὅταν μὴ ᾖ, ἀνάγκη· οὐ μέντοι οὔτε τὸ ὂν ἅπαν ἀνάγκη εἶναι οὔτε τὸ μὴ ὂν ἀνάγκη μὴ εἶναι· οὐ γὰρ ταὐτόν ἐστιν τὸ ὂν ἅπαν εἶναι ἐξ ἀνάγκης ὅτε ἐστί, καὶ τὸ ἁπλῶς εἶναι ἐξ ἀνάγκης. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ μὴ ὄντος. καὶ ἐπὶ τῆς ἀντιφάσεως ὁ αὐτὸς λόγος· εἶναι μὲν ἢ μὴ εἶναι ἅπαν ἀνάγκη, καὶ ἔσεσθαί γε ἢ μή· οὐ μέντοι διελόντα γε εἰπεῖν θάτερον ἀναγκαῖον. λέγω δὲ οἷον ἀνάγκη μὲν ἔσεσθαι ναυμαχίαν αὔριον ἢ μὴ ἔσεσθαι, οὐ μέντοι γενέσθαι ναυμαχίαν αὔριον ἀναγκαῖον οὐδὲ μὴ γενέσθαι, γενέσθαι μέντοι ἢ μὴ γενέσθαι ἀναγκαῖον. ὥστε ἐπεὶ ὁμοίως οἱ λόγοι ἀληθεῖς ὥσπερ τὰ πράγματα, δῆλον ὅτι ὅσα οὕτως ἔχει ὥστε ὁπότερ’ ἔτυχεν εἶναι καὶ τὰ ἐναντία ἐνδέχεσθαι, ἀνάγκη ὁμοίως ἔχειν καὶ τὴν ἀντίφασιν. ὅπερ συμβαίνει ἐπὶ τοῖς μὴ ἀεὶ οὖσιν ἢ μὴ ἀεὶ μὴ οὖσι· τούτων γὰρ ἀνάγκη μὲν θάτερον μόριον τῆς ἀντιφάσεως ἀληθὲς εἶναι ἢ ψεῦδος, οὐ μέντοι τόδε ἢ τόδε ἀλλ’ ὁπότερ’ ἔτυχε, καὶ μᾶλλον μὲν ἀληθῆ τὴν ἑτέραν, οὐ μέντοι ἤδη ἀληθῆ ἢ ψευδῆ. ὥστε δῆλον ὅτι οὐκ ἀνάγκη πάσης καταφάσεως καὶ ἀποφάσεως τῶν ἀντικειμένων τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ εἶναι· οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ὄντων, οὕτως ἔχει καὶ ἐπὶ τῶν μὴ ὄντων μὲν δυνατῶν δὲ εἶναι, ἀλλ’ ὥσπερ εἴρηται." Πρόκειται μὲν ἐν τούτοις αὐτὸν λοιπὸν τὸν λόγον τὸν ἀναιρεῖν δοκοῦντα τὸ ἐνδεχόμενον σαθρὸν ἐπιδεῖξαι καὶ μηδὲν ἀναγκαῖον συνάγοντα,1 προῄει δὲ οὗτος ἐκ τῶν ἤδη ἐκβεβηκότων ἀξιῶν κρίνεσθαι τὰ ἔτι μέλλοντα· λαβὼν γὰρ ὡς εἰ ἔστι τι νῦν λευκόν,2 ἀνάγκη ἀληθεύειν τὸν αὐτὸ τοῦτο λέγοντα περὶ αὐτοῦ ὅτι ἔστι λευκόν, καὶ οὐ νῦν μόνον ἀλλὰ καὶ ἐν ἅπαντι τῷ πρόσθεν χρόνῳ ἀληθὲς ἦν προλέγειν ὅτι ἔσται λευκόν (ὡς οὐδὲν τοῦτο ἐκείνου διαφέρον), καὶ ὅτι ὅπερ ἐν παντὶ τῷ πρόσθεν χρόνῳ ἀληθὲς ἦν εἰπεῖν ὅτι ἔσται λευκὸν ἀνάγκη γενέσθαι, συνάγειν ἠξίου τὸ πάντα ἐξ ἀνάγκης γίνεσθαι τὰ γινόμενα. πρὸς τοῦτον τοίνυν τὸν λόγον ἐνιστάμενος διὰ τούτων ὁ Ἀριστοτέλης πάνυ τεχνικῶς, πρὶν διελέσθαι τὰς εἰς τὸν μέλλοντα χρόνον γινομένας ἀποφάνσεις, πῶς μὲν ἔχουσι τὸ ἐξ ἀνάγκης ἀληθεύειν πῶς δὲ οὐκ ἔχουσι, διορίζεται πρότερον περὶ τῶν κατὰ τὸν ἐνεστῶτα χρόνον γινομένων, καὶ τὴν διαφορὰν αὐτῶν ἀπὸ τῆς φύσεως τῶν πραγμάτων λαμβάνων, ἐπειδὴ χρὴ τὸν ἀληθεύοντα λόγον συνᾴδειν ἐξ ἀνάγκης τῷ πράγματι περὶ οὗ ἀποφαίνεται, διττὸν εἶναί φησι τὸ ἀναγκαῖον, τὸ μὲν τὸ ἁπλῶς καὶ κυρίως λεγόμενον, ὅπερ ἐστὶ τὸ ἀεὶ ὑπάρχον τῷ ὑποκειμένῳ ὡς οὐδὲ ὑφεστάναι χωρὶς αὐτοῦ δυναμένῳ (τοῦ ἀεὶ ἤτοι κατὰ τὸν ἄπειρον χρόνον λαμβανομένου ὡς ἐπὶ τῶν ἀϊδίων, οἷον ὅταν λέγωμεν ἐξ ἀνάγκης κινεῖσθαι τὸν ἥλιον ἢ τοῦ τριγώνου τὰς γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι, ἢ ἕως ἂν ὑπάρχῃ τὸ ὑποκείμενον, ὡς ὅταν εἴπωμεν ἐξ ἀνάγκης τόδε τὸ πῦρ θερμὸν εἶναι ἢ τὸν Σωκράτην ζῷον εἶναι), τὸ δὲ οὐ τοιοῦτον ἀλλὰ μετὰ μὲν προσδιορισμοῦ3 τοῦ ἕως ἂν ᾖ τὸ κατηγορούμενον ὑπὸ τοῦ λέγοντος οὕτως αὐτὸ ἔχειν ἀληθεῦον, ἁπλῶς δὲ οὐκέτι, εἴτε ἀΐδιον εἴη τὸ ὑποκείμενον εἴτε φθαρτόν· τὸ γὰρ ἐξ ἀνάγκης ἐπιπροσθεῖσθαι ὑπὸ τοῦ νέφους ἢ τῆς σελήνης τὸν ἥλιον, ἕως ἂν ἐπιπροσθῆται, ἀληθές, ἁπλῶς δὲ οὐκέτι, καὶ τὸ ἐξ ἀνάγκης καθέζεσθαί σε ἢ βαδίζειν, ἕως ἄν τι τούτων ὑπάρχῃ σοι, ἀληθές, ἁπλῶς δὲ οὐκέτι· οὔτε γὰρ ἀεὶ βαδίζομεν ἢ καθεζόμεθα, οὔτε μὴν ἕως ἄν τοῦ εἶναι μετέχωμεν.

“因此,存在着的事物在它存在时存在,不存在的事物在它不存在时不存在,是必然的;然而,并非一切存在着的事物都必然存在,也并非不存在的事物都必然不存在。因为一切存在着的事物在它存在时出于必然性而存在,与它绝对地出于必然性而存在,并不是同一回事。对于不存在的事物也是同样如此。对于矛盾对立也有同样的道理:一切事物要么存在要么不存在是必然的,将来要么存在要么不存在亦然;然而,分拆开来说其中某一方却并非必然。我的意思是,例如,明天要么有一场海战要么没有海战是必然的,但明天发生一场海战并非必然,不发生一场海战也非必然,不过发生或不发生却是必然的。因此,既然言论与事物的真伪状态相同,显然,凡是处于碰巧而定且容许相反属性的状态的事物,其矛盾对立也必然处于相同的状态。这正是发生在并非总是存在或并非总是并不存在的事物身上的情况;因为对于这些事物,矛盾对立的一方为真或为假是必然的,然而并非这一个或那一个[确定地如此],而是碰巧而定,并且虽然其中一方更有可能为真,却并非已经是真的或假的。因此显而易见,对于相互对立的每一个肯定与否定而言,并不必然是一方为真而另一方为假;因为对于不存在但有可能存在的事物而言,其情况并不像在存在着的事物上那样,而是如前所述。” 在这些文字中,接下来摆在面前的任务在于证明那个看似取消偶真性的论证本身是站不住脚的,并且没有推导出任何必然的结论。该论证推进的方式,是主张应当根据已经发生的事情来评判尚在未来的事情;因为它假定,如果现在某物是白的,那么关于它说了这同一件事(即它是白的)的人必然说出了真理,并且不仅在现在,而且在之前的一切时间里,预言它将是白的总归是真的(仿佛这与那毫无区别),而且凡是在之前的一切时间里说它将是白的总归是真的事物都必然生成,由此该论证要求推导出所有生成的事物都是出于必然性而生成的。因此,亚里士多德通过这些文字以极其精妙的方式反对该论证,在划分就未来时间而言作出的断言究竟如何具有出于必然性的真实性以及如何不具有之前,首先对就现在时间作出的〔断言〕作出了限定。并且,由于说出真理的言论必须出于必然性而与它所断言的事物相符,他从事物的本性出发把握它们的差异,指出必然之物有两种。一种是绝对且本义上所说的,即作为主词没有它便甚至无法实存的东西而始终属于主词的必然(这种“始终”,要么是就永恒事物中无限的时间而言的,例如当我们说太阳出于必然性而运动,或者三角形的内角等于两直角;要么是只要主词存在就一直延续的,例如当我们说这团火出于必然性是热的,或者苏格拉底出于必然性是动物)。另一种则非如此,而是带有“只要说它如此的人所陈述之物存在”这一限制条件时为真,但绝对地看则不再为真,无论主词是永恒的还是会毁灭的。因为只要太阳被遮挡,太阳出于必然性被云层或月亮遮挡就是真的,但绝对地看则不再为真;只要坐着或行走属于你,你出于必然性坐着或行走就是真的,但绝对地看则不再为真;因为我们既非始终行走或坐着,也绝非只要分有存在就一直如此。

语法注3 条
  1. 1.32Πρόκειται μὲν ἐν τούτοις αὐτὸν λοιπὸν τὸν λόγον τὸν ἀναιρεῖν δοκοῦντα τὸ ἐνδεχόμενον σαθρὸν ἐπιδεῖξαι καὶ μηδὲν ἀναγκαῖον συνάγοντα

    非人称动词 πρόκειται 以不定式 ἐπιδεῖξαι 为主语,ἐπιδεῖξαι 的直接宾语是 τὸν λόγον(受强调词 αὐτόν 修饰,中间插入副词性的 λοιπόν,并由修饰成分 τὸν ἀναιρεῖν δοκοῦντα τὸ ἐνδεχόμενον 扩展)。形容词 σαθρόν 与分词短语 μηδὲν ἀναγκαῖον συνάγοντα 均作为宾语补足语,由 ἐπιδεῖξαι 统辖,意为“表明该论证是站不住脚的,且没有推导出任何必然的结论”。

  2. 1.32λαβὼν γὰρ ὡς εἰ ἔστι τι νῦν λευκόν, ἀνάγκη ἀληθεύειν τὸν αὐτὸ τοῦτο λέγοντα περὶ αὐτοῦ ὅτι ἔστι λευκόν

    分词 λαβών(主格阳性单数)修饰主句 συνάγειν ἠξίου 的主语(即提出决定论命题的对手)。它统领由 ὡς 引出的一连串前提假定:首先是条件句(εἰ ἔστι τι νῦν λευκόν... ἀνάγκη ἀληθεύειν...),随后并列了 καὶ οὐ νῦν μόνον... 以及 καὶ ὅτι ὅπερ...。整个分词结构系统性地层叠了对手的预设前提,最后收结于主句谓语动词 ἠξίου。

  3. 1.32διττὸν εἶναί φησι τὸ ἀναγκαῖον, τὸ μὲν τὸ ἁπλῶς καὶ κυρίως λεγόμενον... τὸ δὲ οὐ τοιοῦτον ἀλλὰ μετὰ μὲν προσδιορισμοῦ

    主动词 φησί 统辖宾格不定式结构 διττὸν εἶναι τὸ ἀναγκαῖον,随后通过 τὸ μέν ... τὸ δέ 展开为同格的两相对比部分。前者由关系从句 ὅπερ ἐστὶ τὸ ἀεὶ ὑπάρχον... 进一步界定;后者则以 οὐ τοιοῦτον 形成对比,并带有中性分词 ἀληθεῦον(与宾格 τὸ ἀναγκαῖον 一致),界定了唯有在带有时间限定条件(μετὰ προσδιορισμοῦ τοῦ ἕως ἂν ᾖ τὸ κατηγορούμενον)时才为真的必然性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:152.12-153.26