- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:151.7-152.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼乌阐明了偶真之物仅实存于“并非总是现实活动着的事物”(即生成消灭领域)中的理由,并梳理和解释了偶真之物的分类:碰巧而定、通常、以及少见。
Ἐν τίσι δὲ τῶν ὄντων ἔχει τὴν ὑπόστασιν τὸ ἐνδεχόμενον, συντόμως ἐδίδαξεν εἰπὼν ὅτι ἐν τοῖς μὴ ἀεὶ ἐνεργοῦσι, ταὐτὸν δ’ εἰπεῖν τοῖς ποτὲ μὲν οὖσι ποτὲ δὲ μὴ οὖσι· ταῦτα γὰρ μεταξὺ ὄντα τῶν τε ἀεὶ ὄντων καὶ τῶν ἀεὶ μὴ ὄντων ὡς μὲν ἐνεργοῦντα ὅλως διαφέροι ἂν τῶν ἀεὶ μὴ ὄντων, ὡς δὲ μὴ ἀεὶ ἐνεργοῦντα διαφέροι ἂν τῶν ἀεὶ ὄντων τε καὶ ἐνεργούντων. ποῖα δέ ἐστι τὰ μὴ ἀεὶ ἐνεργοῦντα, πάλιν συντόμως ἐδίδαξεν εἰπὼν ἐν οἷς ἄμφω ἐνδέχεται καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι, τοῦτ’ ἔστι τοῖς ἐν γενέσει καὶ φθορᾷ· οὔτε γὰρ τῶν ἀεὶ μὴ ὄντων τι δύναταί ποτε ἐνεργεῖν (πῶς γὰρ ὃ μηδὲ τὴν ἀρχὴν1 τοῦ εἶναι πέφυκε μετέχειν;) οὔτε τῶν ἀεὶ ὄντων τι δύναταί ποτε μὴ ἐνεργεῖν· εἰ γάρ ἐστιν ἀεὶ ὄν, δῆλον ὡς ἀεὶ τέλειόν ἐστι καὶ τὴν οὐσίαν τὴν ἑαυτοῦ κατὰ φύσιν ἔχον (οὐ γὰρ ἂν ἄλλως ἠδύνατο εἶναι ἀΐδιον), τοιοῦτον δὲ ὂν ἕξει τινὰ πάντως οὐσιώδη ἐνέργειαν, καθ’ ἣν ἀεὶ ἐνεργεῖν αὐτὸ ἀναγκαῖον, ἵνα μὴ καὶ ὁντιναοῦν χρόνον ἀνενέργητον μένον ματαίαν δεικνύῃ τὴν ἑαυτοῦ φύσιν καὶ αὐτὸ τηνάλλως ἐγκαταλέγηται τοῖς οὖσιν. ὥστε εἰκότως τὰ ποτὲ μὲν ὄντα ποτὲ δὲ μὴ ὄντα τῶν ὄντων ἐχαρακτήρισεν ἀπὸ τοῦ μὴ ἀεὶ ἐνεργεῖν. πᾶσι μὲν οὖν τοῖς ἐνδεχομένοις τοῦτο ὑπάρχει τὸ δύνασθαι καὶ εἶναι καὶ μὴ εἶναι· ὥστε καὶ πρὸ τῆς ἐκβάσεως αὐτῶν ὑπάρξει αὐτοῖς τὸ δύνασθαι καὶ γενέσθαι καὶ μὴ γενέσθαι. ἀλλὰ τὰ μὲν αὐτῶν ὁμοίως ἔχει πρός τε τὸ εἶναι καὶ πρὸς τὸ μὴ εἶναι, διὸ καὶ πρὸς τὸ γενέσθαι καὶ τὸ μὴ γενέσθαι, ὅσα ἐπὶ τῇ προαιρέσει κεῖται τῇ ἡμετέρᾳ καὶ καλεῖται ὁπότερ’ ἔτυχε, τὰ δὲ ἀποκλίνει μᾶλλον ἢ πρὸς τὸ εἶναι καὶ γενέσθαι καὶ λέγεται ὡς ἐπὶ τὸ πολύ, ἢ πρὸς τὸ μὴ εἶναι μηδὲ γενέσθαι καὶ λέγεται ὡς ἐπ’ ἔλαττον, ἅπερ ἀμφότερα κοινῶς σημῆναι βουληθεὶς εἶπε τὰ δὲ μᾶλλον μὲν καὶ ὡς ἐπὶ τὸ πολὺ θάτερον, οὐ μὴν ἀλλ’ ἐνδέχεται γενέσθαι καὶ θάτερον, θάτερον δὲ μή· ἔχει γὰρ τὸ μὲν οὕτως λεγόμενον ὡς ἐπὶ τὸ πολὺ τὴν μὲν ἔκβασιν αὐτὸ τοῦτο ὡς ἐπὶ τὸ πολύ, ἐνδεχόμενον μέντοι καὶ τὸ μὴ ἐκβῆναι, εἰ καὶ σπανιώτερον τοῦ ἐκβῆναι, τὸ δὲ ἐπ’ ἔλαττον τὸ μὲν μὴ ἐκβαίνειν ὡς ἐπὶ τὸ πολύ, ἐνδεχόμενον μέντοι καὶ τὸ ἐκβαίνειν, εἰ καὶ σπανιώτερον τοῦ μὴ ἐκβαίνειν. ἐπιτρέπων οὖν ἡμῖν τὸ ὡς ἐπὶ τὸ πολὺ θάτερον, τοῦ τε εἶναι δηλονότι καὶ τοῦ μὴ εἶναι, καὶ τὸ τούτῳ ἀντικείμενον καὶ ἐπ’ ἔλαττον, ὃ καὶ αὐτὸ προσηγόρευσε θάτερον, μεθαρμόζειν2 ὡς ἂν ἐθέλωμεν πρός τε τὸ εἶναι καὶ τὸ μὴ εἶναι, διὰ τῶν αὐτῶν λεξειδίων περιέλαβε τὰ πλεῖστον ἀλλήλων διεστηκότα σημαινόμενα τοῦ ἐνδεχομένου, τό τε ἐπὶ τὸ πολὺ καὶ τὸ ἐπ’ ἔλαττον. δῆλον δὲ ὅτι καὶ τοῖς πράγμασιν ὁμοίως ἔχουσιν αἱ περὶ αὐτῶν ἀποφάνσεις κατὰ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι.
偶真之物在哪些存在物中具有其实存,他通过说“在并非总是现实活动着的事物中”简要地给出了教导,这等于说“在有时存在而有时不存在的事物中”。因为这些事物处于常在之物与常不在之物之间,只要它们现实活动着,便完全有别于常不在之物;而只要它们并非总是现实活动着,便有别于常在且常现实活动之物。至于哪些事物是并非总是现实活动着的,他再次通过说“在其中存在与不存在两者都是偶真的”简要地给出了教导,也就是在处于生成与消灭之中的事物中。因为常不在之物中没有任何一个能够在任何时候现实活动(因为那在自然上连从根本上分有存在都不可能的事物,又如何能够现实活动呢?),常在之物中也没有任何一个能够在任何时候不现实活动。因为如果它是常在之物,显然它是始终完全的,并依据本性保持其自身的实体(否则它便不可能成为永恒的);而作为这样的事物,它在任何情况下都必将拥有一种实体性的现实活动,依据这种现实活动它必须始终活动着,以免它在任何哪怕最短暂的时间中保持非活动状态,从而表明其自身的本性是徒劳的,并且它自身徒然地被列于存在物之中。因此,他从并非总是现实活动这一特征来界定存在物中那些有时存在而有时不存在者,是完全合理的。 因此,对所有偶真之物而言,都具有能够存在也能够不存在这一属性;从而在其实现之前,能够生成与能够不生成也将属于它们。但其中有些事物对于存在与不存在具有同等的关系,从而对于生成与不生成也是如此——即凡取决于我们的抉择并被称为“碰巧而定”的事物;而另一些事物则更为倾斜:要么倾向于存在和生成,并被称为“通常”,要么倾向于不存在和不生成,并被称为“少见”。他希望共同指明这两者,因而说道:“另一些事物虽然一方更多地且通常是如此,然而也有可能另一方生成,而前者不生成。”因为如此被称为“通常”的事物,其实现正是这一点——在绝大多数情况下如此,但未实现也是可能的,即便这比实现更为罕见;而“少见”的事物,未实现是在绝大多数情况下如此的,但实现也是可能的,即便这比未实现更为罕见。因此,他准许我们将“通常的一方”(显而易见即存在或不存在)以及与此相对的“少见的一方”(他将这本身也称为“另一方”),按照我们所希望的方式去配合于存在和不存在两者,从而通过同样的短语概括了偶真之物彼此相距最远的两种含义,即“通常”与“少见”。显然,关于这些事物的断言,在为真或为假方面与事物本身处于相同的状态。
- 1.31μηδὲ τὴν ἀρχήν
τὴν ἀρχήν 与否定词(οὐ、μή)连用时是表示“全然”、“从根本上”、“起初”的宾格副词用法。此处与 μηδέ 连用,强化了完全否定:“连从根本上分有存在都不能”。
- 1.31ἐπιτρέπων οὖν ἡμῖν τὸ ὡς ἐπὶ τὸ πολὺ θάτερον ... μεθαρμόζειν
句子的骨干是由分词 ἐπιτρέπων 引领修饰主要动词 περιέλαβε。分词 ἐπιτρέπων 带间接宾语 ἡμῖν 及补足不定式 μεθαρμόζειν(“允许我们去使之配合”)。不定式的直接宾语为两个并列的名词短语(τὸ ὡς ἐπὶ τὸ πολὺ θάτερον 与 τὸ τούτῳ ἀντικείμενον...),并共同受介词短语 πρός τε τὸ εἶναι καὶ τὸ μὴ εἶναι 限制。
