- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:150.1-151.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在原文(19a7)中通过审虑和付诸行动作为未来之事的发端以及外衣剪裁与磨损的例子确立了偶真之物的实存;阿摩尼乌斯在此疏解了该论证结构,并阐明了亚里士多德使用“将有之事”和“做某事”的含义。
" Εἰ δὴ ταῦτα ἀδύνατα· ὁρῶμεν γὰρ ὅτι ἀρχή ἐστι τῶν ἐσομένων καὶ ἀπὸ τοῦ βουλεύεσθαι καὶ ἀπὸ τοῦ πρᾶξαί τι,1 καὶ ὅλως ὅτι ἔστιν ἐν τοῖς μὴ ἀεὶ ἐνεργοῦσι τὸ δυνατὸν εἶναι καὶ μὴ ὁμοίως· ἐν οἷς ἄμφω ἐνδέχεται καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι, ὥστε καὶ τὸ γενέσθαι καὶ τὸ μὴ γενέσθαι. καὶ πολλὰ ἡμῖν δῆλά ἐστιν οὕτως ἔχοντα, οἷον ὅτι τοῦτο τὸ ἱμάτιον δυνατόν ἐστι διατμηθῆναι, καὶ οὐ διατμηθήσεται ἀλλ’ ἔμπροσθεν κατατριβήσεται. ὁμοίως δὲ καὶ τὸ μὴ διατμηθῆναι δυνατόν· οὐ γὰρ ἂν ὑπῆρχε τὸ ἔμπροσθεν αὐτὸ κατατριβῆναι, εἴ γε μὴ δυνατὸν ἦν τὸ μὴ διατμηθῆναι. ὥστε καὶ ἐπὶ τῶν ἄλλων γενέσεων, ὅσαι κατὰ δύναμιν λέγονται τὴν τοιαύτην. φανερὸν οὖν ὅτι οὐχ ἅπαντα ἐξ ἀνάγκης οὔτε ἔστιν οὔτε γίνεται, ἀλλὰ τὰ μὲν ὁπότερ’ ἔτυχε, καὶ οὐδὲν μᾶλλον ἡ κατάφασις ἢ ἡ ἀπόφασις ἀληθής, τὰ δὲ μᾶλλον μὲν καὶ ὡς ἐπὶ τὸ πολὺ θάτερον, οὐ μὴν ἀλλ’ ἐνδέχεται γενέσθαι καὶ θάτερον, θάτερον δὲ μή." Παραδοὺς ἡμῖν διὰ τῶν προλαβόντων ὅσα ἕπεται ἀδύνατα τοῖς ἀναιροῦσι τὸ ἐνδεχόμενον, ὅτι τὸ μάτην βουλεύεσθαι μάτην ἐγχειρεῖν ὅλως ταῖς πράξεσι καὶ ὅσα τούτοις ἐστὶν ἀκόλουθα, οἷον τὸ μάτην αἰτιᾶσθαί τινας ὡς συμπράττοντας ἡμῖν ἢ ἀντιπράττοντας, μάτην ἐπαινεῖν τινας ὡς ἀγαθοὺς ἢ ψέγειν ὡς κακούς, καὶ ὀνόματα κενὰ εἶναι τὰ πολυθρύλλητα ταῦτα, τὴν ἀρετὴν καὶ τὴν κακίαν (ποῦ γὰρ οἷόν τε ταῦτα χώραν ἔχειν, μηδενὸς ὄντος ἐφ’ ἡμῖν ἀλλ’ ἐξ ἀνάγκης ἡμῶν, ὡς ὁ ἐκείνων λόγος, ἐπὶ τὸ τάδε τινὰ πράττειν ἀγομένων; ἅπερ δηλονότι καὶ ἐναργῶς ἄλογα καὶ τὸν ὅλον τῶν ἀνθρώπων ἄρδην ἀνατρέπει βίον), προτίθεται διὰ τούτων καὶ ἐπ’ εὐθείας ἐξ αὐτῆς τῆς ἐναργείας τῶν πραγμάτων ἐπιδεῖξαι2 ὅτι τε ἔστιν ἐν τοῖς οὖσι τὸ ἐνδεχόμενον καὶ ἐν τίσιν ἐστίν, ὅτι οὐκ ἐν τοῖς ἀιδίοις ἀλλ’ ἐν μόνοις τοῖς ἐν γενέσει καὶ φθορᾷ τὸ εἶναι ἔχουσιν. ὅτι μὲν οὖν τό τε βουλεύεσθαι μεγάλην ἔχει πρὸς τὰς πράξεις δύναμιν καὶ πολλά ἐστιν ἐφ’ ἡμῖν τῶν ὄντων, ἃ οὐκ ἂν ἐπράχθη μὴ βουλευσαμένων ἡμῶν καὶ ταῖς ὁδοῖς τῆς ἐκβάσεως αὐτῶν ἐγκεχειρηκότων, δείκνυσιν ἀπὸ τοῦ κατὰ τὸ ἱμάτιον παραδείγματος, ὃ ἐφ’ ἡμῖν ἐστιν ἢ διατεμεῖν ἢ σῶον ἐᾶσαι καὶ ἀδιάτμητον, ἄχρις ἂν ἢ ἐν χρήσει ὂν καὶ φορούμενον κατατριβῇ ἢ καὶ ἄνευ χρήσεως κείμενον ὑπὸ τοῦ χρόνου κατασαπῇ. δῆλον δὲ ὅτι καὶ ἐπ’ ἄλλων πολλάκις μυρίων οἱ αὐτοὶ ἁρμόσουσι λόγοι· ὥστε φανερὸν ὅτι πάντων τῶν οὕτω γινομένων κυρίους ἡμᾶς ἐποίησεν ἡ φύσις. ἅπερ ἐνδεικνύμενος ὁ Ἀριστοτέλης εἶπεν ὅτι ἀρχή ἐστι τῶν ἐσομένων καὶ ἀπὸ τοῦ βουλεύεσθαι καὶ ἀπὸ τοῦ πρᾶξαί τι, τῷ μὲν ὀνόματι τοῦ ἐσομένου ἐπὶ τοῦ μήπω μὲν ἐκβεβηκότος δυναμένου δὲ ἐκβῆναι, εἰ μή τι κωλύσοι, κοινότερον νῦν χρησάμενος, διὰ δὲ τοῦ πρᾶξαί τι δηλῶν τὸ ταῖς ἀρχαῖς ἐγχειρῆσαι τῆς πράξεως, ὅπερ πρότερον ἐκάλει πραγματεύεσθαι.
“因此,如果这些是不可能的——因为我们看到,将有之事不仅发端于审虑,也发端于做某事,而且总的来说,在并非总是现实活动着的事物中,同样存在着能够存在和能够不存在的潜能;在这些事物中,存在与不存在两者都是偶真的,从而生成与不生成也都是偶真的。并且对我们来说许多这样状态的事物是显而易见的,比如这件外衣能够被裁开,并且它不会被裁开而是会先被磨破。但同样地,它不被裁开也是可能的;因为如果它不被裁开不是可能的,那么它先被磨破这一事实原本就不会属于它。因而在依据这种潜能而被言说的其他生成中也是如此。所以显然,并非一切事物都出于必然地存在或生成,而是有些事物是碰巧而定,肯定并不比否定更真;另一些事物虽然在一方面更为通常且在绝大多数情况下如此,然而另一方也有可能生成,而前者则不生成。” 在通过前文向我们交代了取消偶真之物的人会随之产生多少不可能的后果——徒劳地审虑,对一切行为徒劳地着手,以及随这些而来的种种后果,比如徒劳地归因于某些人与我们协作或作对,徒劳地称赞某些人为善或斥责其为恶,并且这些屡屡被挂在嘴边的事情,即美德与恶德,成了空洞的名字(因为当没有任何事情取决于我们,而是如他们的论说所言,我们出于必然地被驱使去行这些特定之事时,这些东西在哪里还能有其立足之地呢?这些显明而确定是荒谬的,并且把人类的整个生活从根基上颠覆了)——之后,〔亚里士多德〕打算通过这些言辞也直接从事物本身的明证性出发来展示:在存在物中存在着偶真之物,并且它存在于哪些事物之中,即它并非存在于永恒之物中,而仅仅存在于那些在生成与消灭中拥有其存在的事物中。因此,审虑对于行为具有巨大的效力,并且在存在物中许多事情是取决于我们的,若非我们进行了审虑并着手于实现它们的途径,这些事情就不会被做出,关于这一点,他是通过关于外衣的例子来表明的:外衣是取决于我们去裁开它,还是保持其完好而不被裁开,直到它在被使用和穿戴中被磨破,或者在不用而闲置中随着时间朽坏。显而易见,同样的论述常常也适用于无数其他事物;从而清楚表明,自然造就了我们成为所有如此生成之事物的主宰。亚里士多德正是指示着这些才说:“将有之事不仅发端于审虑,也发端于做某事”,他现在更为宽泛地将“将有之事”这一名称用于尚未实现、但若无阻碍便能实现之事,并通过“做某事”表明着手于行动的发端,即他先前称作“操劳”的事情。
- 1.31ἀρχή ἐστι τῶν ἐσομένων καὶ ἀπὸ τοῦ βουλεύεσθαι καὶ ἀπὸ τοῦ πρᾶξαί τι
在引文(lemma)中,介词短语 καὶ ἀπὸ ... καὶ ἀπὸ ... 说明始原(ἀρχή)的来源:“将有之事的发端既源于审虑,也源于做某事”。阿摩尼乌斯在后文中将“做某事”(πρᾶξαί τι)诠释为着手行动的发端(ἐγχειρῆσαι)。
- 1.31Παραδοὺς ἡμῖν διὰ τῶν προλαβόντων ... προτίθεται διὰ τούτων καὶ ἐπ’ εὐθείας ἐξ αὐτῆς τῆς ἐναργείας τῶν πραγμάτων ἐπιδεῖξαι
该长句的骨干结构由句首的不定过去时主动分词 Παραδοὺς(支配 ὅσα ἕπεται ἀδύνατα 及其后一系列同格不定词短语)构成,穿过插入从句(ποῦ γὰρ...),最终连向主句动词 προτίθεται 及其所带的补足不定词 ἐπιδεῖξαι。
