- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:148.19-149.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯注解了亚里士多德揭示决定论所导致的荒谬后果(审虑的徒劳性)及其反驳之无力的论述,依据自然的目的性以及《范畴篇》中确立的事实对陈述真假的因果优先性,对决定论进行了驳斥。
καὶ αὐτοὶ μέντοι οἱ πάντα ἀναγκάζοντες καὶ τὸ ἐνδεχόμενον ἐκποδὼν ποιοῦντες πάντως ὁμολογήσουσιν αὐτὴν πάλιν εἶναι τὴν φύσιν τὴν πάντα, ὡς αὐτοί φασιν, ὡρισμένως καὶ ἐξ ἀνάγκης μάτην δὲ οὐδὲν ποιοῦσαν· ὥστε πῶς οὐ καταγέλαστον τὸ λέγειν τὴν φύσιν καὶ μηδὲν ἐν τῇ ἐξουσίᾳ τῇ ἡμετέρᾳ καταλιπεῖν καὶ ποιεῖν ἡμᾶς βουλευτικοὺς ὡς ἂν ὄντας κυρίους τοῦ πρᾶξαί τινα ἢ μὴ πρᾶξαι; εἰ γὰρ λέγοι τις ὅτι χρῆται τῇ διανοίᾳ ὡς ὀργάνῳ πρὸς τὴν ἔκβασιν τῶν πράξεων, ἀλλ’ ἐχρῆν, φήσομεν, ὁρμᾶν ἡμᾶς αὐτόθεν ἐπὶ τὰς πράξεις, ἐφ’ ἃς ἡ φύσις κατήπειγεν, ὥσπερ ἐπὶ τῶν ὄντως ὑπὸ φύσεως κινουμένων συμβαῖνον ὁρῶμεν ἀνενδοιάστως ἐπὶ τὰ οἰκεῖα τέλη φερομένων. διὸ καὶ ἡμεῖς ὅταν μιμώμεθα τὴν φύσιν κατὰ τέχνην τινὰ ἐνεργοῦντες, οὐ βουλευόμεθα, εἴπερ τελείαν καὶ πρόχειρον ἔχοιμεν τὴν γνῶσιν τῆς τέχνης, ὅπερ ἀνάγκη ὑπάρχειν τῷ μιμησομένῳ τὴν φύσιν. Εἰ τοίνυν πάντα ἐξ ἀνάγκης, οὔτε βουλεύεσθαι δέοι ἄν, φησίν, οὔτε πραγματεύεσθαι, τοῦτ’ ἔστι ταῖς ἀρχαῖς τῶν πράξεων ἐγχειρεῖν· οἷον εἰ διανοοίμεθα πλεῦσαι ἐξ Αἰγύπτου Ἀθήναζε, οὐ χρὴ κατελθεῖν εἰς τὸν λιμένα οὐδὲ ναῦν ζητῆσαι οὐδὲ τὰ σκευάρια ἐμβαλέσθαι· καὶ γὰρ μηδὲν τούτων πεπραχότων ἡμῶν ἀνάγκη γενέσθαι ἡμᾶς ἐν Ἀθήναις. εἶτα καὶ τρόπον, καθ’ ὃν βουλεύεσθαι εἰώθαμεν, ὑπογράφων ἡμῖν ὡς ἐὰν μὲν τοδὶ ποιήσωμεν, φησίν, ἔσται τοδί, ἐὰν δὲ μὴ τοδί, οὐκ ἔσται τοδί· προκειμένου γὰρ φέρε τοῦ ἀπελθεῖν εἰς τόνδε τὸν τόπον, εἰς ὃν δυνατὸν καὶ διὰ νεὼς ἀπελθεῖν καὶ ὑποζυγίῳ χρώμενον, βουλευόμεθα πότερος τῶν τρόπων τῆς ἐκεῖσε ἀφίξεώς ἐστιν ἡμῖν αἱρετώτερος, τὰ ἑκατέρῳ ἑπόμενα ἀγαθὰ ἢ φαῦλα παρατιθέντες παρ’ ἄλληλα καὶ ἀντισηκοῦντες ἀλλήλοις· ὁποτέρῳ γὰρ ἂν αὐτῶν φαίνηται ἢ μεῖζον ἀγαθὸν ἢ ἔλαττον κακὸν ἑπόμενον, ἐκεῖνο μᾶλλον αἱρούμεθα. οὕτω δὲ καὶ ὁ ποιητὴς τὸν Ἀχιλλέα φησὶν εἰδέναι ὅτι μένων μὲν ἐν τῇ Τροίᾳ καὶ πολεμῶν ὀλιγοχρόνιος ἔσται καὶ εὐκλεής, ἀναχωρῶν δὲ τοῦ πολέμου καὶ τὴν ἐν τῇ πατρίδι διατριβὴν ἀγαπῶν πολυχρόνιος μὲν ἀκλεὴς δέ, καὶ προτιμῆσαι τὴν εὔκλειαν τοῦ εἰς γῆρας ἐλθεῖν. εἶτα πάλιν ἀναμνήσας ἡμᾶς τῆς ἐπιχειρήσεως τῆς ἀναιρεῖν δοκούσης τὸ ἐνδεχόμενον (λέγω δὴ τοῦ δύο τινῶν προλεγόντων ἀντίφασιν τὸν ἕτερον ὡρισμένως ἀληθεύειν καὶ διὰ τοῦτο ἐκβαίνειν τὸ ὑπ’ ἐκείνου λεγόμενον), ὅπερ ἄν τις ἀπερισκέπτως εἶπεν ἐλέγχειν οἰόμενος τὴν ἐπιχείρησιν τῷ λέγειν ‘ἀλλ’ οὐδὲν γέγονε τοιοῦτον οὐδὲ προεῖπέ τις περὶ τοῦ πράγματος ὡς ἐκβησομένου, ἵνα καὶ ἀληθεύειν ἐκεῖνον συγχωρήσαντες ἀναγκαίως φῶμεν τὸ πρᾶγμα ἐκβεβηκέναι’, τοῦτο θεὶς διαβάλλει καὶ δείκνυσιν οὐκ ὀρθῶς λεγόμενον·1 οὐ γὰρ διὰ τὸ ἀληθεῦσαι τοὺς πρὸ τῆς ἐκβάσεως τοῦ πράγματος εἰπόντας αὐτὸ ἐκβήσεσθαι φήσομεν ἐκβαίνειν τὸ πρᾶγμα, ἀλλ’ ἔμπαλιν διὰ τὴν τοῦ πράγματος φύσιν ἀληθὴς ὁ περὶ αὐτοῦ λεγόμενος λόγος· ὡς γὰρ εἴρηται καὶ ἐν Κατηγορίαις, εἰ καὶ ἀντιστρέφουσι ταῦτα πρὸς ἄλληλα, ἥ τε τοῦ πράγματος φύσις καὶ ὁ ἀληθὴς περὶ αὐτοῦ λόγος, ἀλλ’ οὐχ ὁ λόγος τῷ πράγματι τοῦ εἶναι αἴτιος ἀλλ’ ἡ τοῦ πράγματος ὕπαρξις τοῦ ἀληθεύειν τὸν λόγον αἰτία· ὥστε εἰ μηδὲν ἔλαττον ἔχει τοῦ πράγματος ἡ ἔκβασις διὰ τὸ μὴ κατ’ ἐνέργειαν προειρῆσθαι τὸν ἐκβήσεσθαι αὐτὸ ἀποφαινόμενον λόγον,2 πᾶσαι αἱ περὶ τῶν ἐνδεχομένως γινομένων πρὸ τῆς ἐκβάσεως λεγόμεναι προρρήσεις, εἴτε κατ’ ἐνέργειαν εἴτε κατὰ δύναμιν, ἀληθεῖς ἔσονται. τούτου δὲ οὕτως ἔχοντος ἀναγκαίως ἐκβέβηκεν ἕκαστον αὐτῶν, καὶ οὐκ ἐνεδέχετο αὐτὸ μὴ ἐκβῆναι.
况且,那些把一切归于必然并扫除偶真之物的人本身,也必定会承认自然本身反过来正如他们自己所说的那样,确定地且出于必然地行一切事,而绝不做徒劳之事。因此,说自然一方面没有在我们的权能中留下任何东西,另一方面又把我们造成具有审虑能力的,仿佛我们是做某事或不做某事的主宰一样,这岂不是可笑的吗?因为如果有人说,自然将思维用作通往行为结果的工具,那么我们将回答说,我们原本应当径直奔向自然所驱迫的行为,正如我们看到在那些真正由自然驱动的事物身上所发生的那样,它们毫不犹豫地走向其固有目的。因此,当我们依据某种技艺活动而模仿自然时,如果我们拥有完备而熟练的技艺知识,我们也不会去审虑;而这正是将要模仿自然的人所必须具备的。 那么,如果一切事物都出于必然,“既不需要去审虑,”他说,“也不需要去操劳,”也就是说,不需要去着手行动的发端。例如,如果我们打算从埃及航行到雅典,既不需要下到港口,也不需要寻找船只,更不需要装上行李;因为即使我们没有做这些事中的任何一件,我们也必然身在雅典。接着,他还向我们描画了我们惯常进行审虑的方式,他说:“以为只要我们做这事,就会有这结果,而如果不做这事,就不会有这结果。”因为假设摆在面前的任务是去往某个地方,既可以通过船只前往,也可以借助驮畜前往,我们就会审虑抵达那里的哪一种方式对我们而言更值得选择,把随每一种方式而来的利弊彼此并置并相互权衡;因为它们之中无论哪一种显得随之而来的是更大的利或更小的弊,我们就会更倾向于选择哪一种。同样,诗人也说阿喀琉斯知道,如果他留在特洛伊作战,他将寿命短暂却享有盛名;而如果他退出战争并在祖国乐享岁月,他将长寿却默默无名,于是他将盛名置于进入老年之上。 接着,在再次使我们想起那条似乎取消偶真之物的论证之后(我指的是,当某两个人预言矛盾之事时,其中一人确定地道出真理,并因此导致由那人所说的事情得以实现),有人可能会不加思索地自以为驳倒了该论证而说:‘可是根本没有发生过这样的事,也没有人关于该事实预言它将实现,以至于我们承认那人说了真话就必然要说该事实已经实现了’;〔亚里士多德〕提出了某人可能说的这番话并予以抨击,指出这说得并不正确。因为我们并不说事情之所以实现,是因为那些在事情结局之前说它将要实现的人说了真话,相反,关于事情所说的陈述之所以为真,是由于事情的本性。因为正如在《范畴篇》中所说的那样,即使两者——即事情的本性与关于它的真实陈述——相互换位,但陈述并不是事情存在的原因,相反,事情的实存才是陈述道出真理的原因。因此,如果不曾以现实活动预先说出表明它将要实现的陈述,对事情的结局并没有造成丝毫亏损,那么关于偶真发生之物在结局之前所说的一切预言,无论是在现实中还是在潜能中,都将是真的。既然情况如此,它们之中的每一件都必然实现了,并且它不实现是不可能的。
- 1.30ὅπερ ἄν τις ἀπερισκέπτως εἶπεν ἐλέγχειν οἰόμενος τὴν ἐπιχείρησιν τῷ λέγειν ... τοῦτο θεὶς διαβάλλει καὶ δείκνυσιν οὐκ ὀρθῶς λεγόμενον
全句的主要动词是 διαβάλλει καὶ δείκνυσιν。关系代词从句 ὅπερ ἄν τις ... εἶπεν ...(“某人可能会说的恰恰就是那事……”)被指示代词 τοῦτο 连同分词 θεὶς 一起作为主句的直接宾语予以复指。带冠词不定词的与格 τῷ λέγειν 充当方式/手段与格,引出紧随其后的直接引语。
- 1.30ὥστε εἰ μηδὲν ἔλαττον ἔχει τοῦ πράγματος ἡ ἔκβασις διὰ τὸ μὴ κατ’ ἐνέργειαν προειρῆσθαι τὸν ἐκβήσεσθαι αὐτὸ ἀποφαινόμενον λόγον
短语 μηδὲν ἔλαττον ἔχει 是惯用表达,意为“丝毫不逊色”、“未受任何亏损/影响”,其主语是 τοῦ πράγματος ἡ ἔκβασις(事情的实现/结局)。介词短语 διὰ τὸ μὴ ... προειρῆσθαι 由表示原因的 διά 接带冠词完成时被动不定词构成,而宾格名词短语 τὸν ... λόγον(陈述)则是该不定词在逻辑上的主语。
