- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:147.1-148.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德(18b26–19a1)指出,如果假设关于未来的所有矛盾对都确切地划分真与假,就会导致荒谬的结论:审虑和行动将毫无意义,万事万物自古以来都将出于必然发生。阿摩尼奥斯阐明了这一论证的结构,说明亚里士多德如何总括先前的推演,并指出这种决定论结论如何与偶真性的自明实在以及“自然不做徒劳之事”的基本原则相冲突。
" Τὰ μὲν δὴ συμβαίνοντα ἄτοπα ταῦτα καὶ τοιαῦτα ἕτερα, εἴπερ πάσης καταφάσεως καὶ ἀποφάσεως ἢ ἐπὶ τῶν καθόλου λεγομένων ὡς καθόλου ἢ ἐπὶ τῶν καθ’ ἕκαστα ἀνάγκη τῶν ἀντικειμένων εἶναι τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ, μηδὲν δὲ ὁπότερ’ ἔτυχεν εἶναι ἐν τοῖς γινομένοις, ἀλλὰ πάντα εἶναι καὶ γίνεσθαι ἐξ ἀνάγκης· ὥστε οὔτε βουλεύεσθαι δέοι ἂν οὔτε πραγματεύεσθαι, ὡς ἐὰν μὲν τοδὶ ποιήσωμεν, ἔσται τοδί,1 ἐὰν δὲ μὴ τοδί, οὐκ ἔσται τοδί· οὐδὲν γὰρ κωλύει καὶ εἰς μυριοστὸν ἔτος τὸν μὲν φάναι τοῦτο ἔσεσθαι τὸν δὲ μὴ φάναι, ὥστε ἐξ ἀνάγκης ἔσται ὁπότερον ἦν αὐτῶν ἀληθὲς εἰπεῖν τότε." ἀλλὰ μὴν οὐδὲ τοῦτο διαφέρει, εἴ τινες εἶπον τὴν ἀντίφασιν ἢ μὴ εἶπον· δῆλον γὰρ ὅτι οὕτως ἔχει τὰ πράγματα, κἂν μὴ ὁ μὲν καταφήσῃ τι ὁ δὲ ἀποφήσῃ· οὐ γὰρ διὰ τὸ καταφάναι ἢ ἀποφάναι ἔσται ἢ οὐκ ἔσται, οὐδ’ εἰς μυριοστὸν ἔτος μᾶλλον ἢ ἐν ὁποσῳοῦν χρόνῳ. ὥστε εἰ ἐν ἅπαντι χρόνῳ οὕτως εἶχεν, ὥστε τὸ ἕτερον ἀληθεύεσθαι, ἀναγκαῖον ἦν τοῦτο γενέσθαι, καὶ ἕκαστον τῶν γενομένων ἀεὶ οὕτως εἶχεν, ὥστε ἐξ ἀνάγκης γενέσθαι· ὅ τε γὰρ ἀληθῶς εἶπέ τις ὅτι ἔσται, οὐχ οἷόν τε μὴ γενέσθαι, καὶ τὸ γινόμενον ἀληθὲς ἦν εἰπεῖν ὅτι ἔσται. Προέκειτο μὲν ἐξ ἀρχῆς σκοπεῖν εἰ πάσης ἀντιφάσεως εἰς τὸν μέλλοντα χρόνον λαμβανομένης αἱ προτάσεις ὡρισμένως διαιροῦσι τό τε ἀληθὲς καὶ τὸ ψεῦδος, δέδεικται δὲ διὰ πλειόνων ὡς ἕπεται τούτῳ τὸ ἐκποδὼν γίνεσθαι τοῦ ἐνδεχομένου τὴν φύσιν, τῶν μὲν ἐξ ἀνάγκης ἐκβαινόντων τῶν δὲ τὴν ἔκβασιν ἀδύνατον ἐχόντων, καὶ ἐφ’ ἡμῖν εἶναι μηδέν, ἅπερ δεῖ λοιπὸν ἐπιδεῖξαι ἄτοπα καὶ τῇ ἐναργείᾳ μαχόμενα. σφίγγων οὖν ἐν τούτοις τὸν πάντα λόγον2 ὁ Ἀριστοτέλης τοῦ τε προτεθέντος ἐξ ἀρχῆς προβλήματος ἀναμιμνήσκει καί τινα τὰ ἕπεσθαι αὐτῷ δεδειγμένα προστίθησι, καὶ ἄτοπα ταῦτα καλεῖ, καίτοι μηδέπω δείξας ὅτι ἐστὶν ἄτοπα, ταῖς τε αὐτοφυέσιν ἐννοίαις τῶν ψυχῶν ἀποχρώμενος καὶ ὡς εὐθὺς ἐπάξων τὴν κατασκευὴν3 τοῦ ἄτοπον εἶναι τὸν ἀναιρεῖν πειρώμενον τὸ ἐνδεχόμενον λόγον (ὃν ἐλέγχει διχόθεν, νῦν μὲν ἐπιδεικνὺς ὅσα ἕπεται αὐτῷ ἀδύνατα, ὀλίγον δὲ ὕστερον καὶ τὰ ψευδῶς εἰλημμένα ἐν αὐτῷ διαβάλλων)· ἔδει γὰρ αὐτό τε καθ’ αὑτὸ δεικνύναι τὸ πρᾶγμα ὅπως ἔχει φύσεως, λέγοντα ὅτι ἔστιν ἐν τοῖς οὖσι τὸ ἐνδεχόμενον (πολλὰ γὰρ ἕπεται ἀδύνατα τοῖς ἀναιρεῖν αὐτὸ πειρωμένοις, καὶ ἡ ἐνάργεια δείκνυσιν αὐτὸ ὑφεστηκός), καὶ ἐπὶ τούτοις σαθρὸν ἐπιδεῖξαι τὸν προειρημένον λόγον τὸν πάντα ἀναγκάζειν πειρώμενον καὶ τὸ ἐνδεχόμενον ἐκβάλλειν τῶν ὄντων. διὰ τούτων οὖν τέως παραδιδοὺς τὰ ἑπόμενα ἀδύνατα τοῖς ἀναιροῦσι τὸ ἐνδεχόμενον, φησὶν ὡς εἴ τις ἀξιοίη πᾶσαν ἀντίφασιν κατὰ πάντα χρόνον ὁμοίως ἔχειν πρὸς τὸ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καὶ μὴ μόνον τὰς διαγωνίους, ἃς καθόλου ὡς καθόλου καλεῖν εἴωθεν, ἀφωρισμένως ἔχειν ἀεὶ τὴν μὲν ἑτέραν τῶν προτάσεων ἀληθῆ τὴν δὲ ἑτέραν ψευδῆ κατὰ πᾶσαν ὕλην, ἀλλὰ καὶ τὰς καθ’ ἕκαστα, ᾧ ἠκολούθει τὸ ἐκποδὼν γίνεσθαι τὸ ἐνδεχόμενον, ματαιοπονίαν τῆς φύσεως κατηγορήσει βουλευτικοὺς ἡμᾶς ποιησάσης· δῆλον γὰρ ὡς εἰ μηδὲν ἐστιν ἐφ’ ἡμῖν, μάτην ἐπιχειρήσομεν βουλεύεσθαι περὶ τῶν οὐκ ἐν τῇ ἐξουσίᾳ τῇ ἡμετέρᾳ κειμένων, καὶ ὅμοιόν τι ποιήσομεν τοῖς βουλευομένοις πῶς ἂν ἀνατείλαι ἢ μὴ ἀνατείλαι ὁ ἥλιος. ἀλλὰ μὴν τὸ λέγειν ὡς μάτην ἡμᾶς ἡ φύσις βουλευτικοὺς ἐποίησε παντελῶς ἄλογον· αὐτό τε γὰρ καθ’ αὑτὸ τοῦτο ἀποδέδεικται γεωμετρικαῖς, φασίν, ἀνάγκαις ὡς οὐδὲν μάτην ὑπὸ τῆς φύσεως γίνεται, καὶ ὑπὸ τῆς ἐναργείας πάσης ἀποδείξεως μᾶλλον ὁμολογεῖται.
“因此,出现的荒谬后果就是这些以及其他类似之物,如果确实对于任何肯定和否定,无论就全称地表述的全称事物而言,还是就个别事物而言,对立者中必然一者为真而另一者为假,并且在生成的事物中没有任何偶然发生之物,相反一切事物都出于必然存在并生成;以至于既不需要去审虑,也不需要去操劳,以为只要我们做这事,就会有这结果,而如果不做这事,就不会有这结果;因为没有任何东西阻止某人在一万年前就说这事将会发生,而另一个人说它将不发生,以至于它们之中无论哪一个在当时说是真的,都将出于必然存在。” 然而,是否有人说出了这个矛盾,还是没有说出,也绝无分别;因为显而易见的是,即使并非一人作出肯定而另一人作出否定,事态依然如此;因为事情之将存在或将不存在并不是由于肯定或否定,在一万年之后也不会多于在任何一段时期之中。因此,如果在所有的时间中情况都如此,以致两者之中必有一者被说得真实,那么这事之生成就是必然的,并且生成的每一件事物都始终处于必然生成的状态;因为对于某人曾真实地说过它将存在的事物,它之不生成是不可能的,而正在生成的事物,曾经说它将存在乃是真的。 从一开始提出的议题,原是考察如果将任何矛盾取为关于未来时间的,诸命题是否确切地划分真与假;并且已经通过多条论证表明,随之而来的是偶真之物的本性被扫除,有的事物出于必然结局,有的事物其结局是不可能的,而且没有任何事物取决于我们——这些后果接下来必须被证明是荒谬的且与自明性相冲突的。因此,亚里士多德在这些话中紧缩起整个论证,既提醒我们想起从一开始提出的问题,又增补了被表明随之而来的某些后果,并将它们称为荒谬之事,尽管他尚未证明它们是荒谬的,但他充分利用了灵魂固有的先验观念,并且如同立刻要引入对‘企图取消偶真之物的论辩是荒谬的’这一点的论证一样(他是从两方面来驳斥这一论辩的:现在展示随之而来的诸种不可能之事,不久之后也抨击其中被错误假定的前提);因为他既必须就事情本身说明其本性如何,指出偶真之物存在于存在物之中(因为对于企图取消它的人会随之产生许多不可能之事,而自明性也表明它是确实存立的),又必须在此之外证明,上述企图把一切都归于必然并把偶真之物从存在物中驱逐出去的论证是脆弱不堪的。因此,他暂时通过这些话将随取消偶真之物者而来的不可能的后果传授给我们,他说,如果有人主张每一个矛盾在每一个时间对于划分真与假都具有同样的地位,并且不仅对角线上的命题——他习惯称之为全称地被取用的全称命题——在任何质料上都始终确定地一者为真而另一者为假,而且个别命题也是如此——随之而来的后果正是偶真之物被扫除——那么此人就是指控那把我们造成具有审虑能力的自然是在徒劳劳作;因为显而易见,如果没有任何事情取决于我们,我们对于那些并不处于我们权能之内的事情企图进行审虑就是徒劳的,而我们所做的事情就会类似于那些审虑太阳将如何升起或不升起的人。然而,说自然徒劳地把我们造成具有审虑能力的,乃是彻底不合情理的;因为正如人们所说,自然不做任何徒劳之事,这本身已经通过几何学的必然性得到了证明,并且比起任何论证,它更为自明性所承认。
- 1.30ὡς ἐὰν μὲν τοδὶ ποιήσωμεν, ἔσται τοδί
连词 ὡς 引导一个状语从句,表示先行动词不定式“审虑”(βουλεύεσθαι)与“操劳”(πραγματεύεσθαι)的主观根据或意图(“以为……”、“出于……的考虑”)。随后的条件句(ἐὰν μὲν ... ἐὰν δὲ μὴ ...)具体阐明了实践审虑所预设的行动与后果之间的关联。
- 1.30σφίγγων οὖν ἐν τούτοις τὸν πάντα λόγον
分词 σφίγγων(字面意为“紧束”、“勒紧”)表示在此将此前展开的多条论证紧缩并汇总为一个严密总括的论述动作。紧随其后的主要动词 ἀναμιμνήσκει 与 προστίθησι 构成了这一紧缩总括的具体内容。
- 1.30καίτοι μηδέπω δείξας ὅτι ἐστὶν ἄτοπα, ταῖς τε αὐτοφυέσιν ἐννοίαις τῶν ψυχῶν ἀποχρώμενος καὶ ὡς εὐθὺς ἐπάξων τὴν κατασκευὴν
在让步分词从句 καίτοι μηδέπω δείξας... 之后,分词 ἀποχρώμενος 与带有 ὡς 的将来分词 ἐπάξων 并列,用以解释亚里士多德在尚未正式证明这些后果为荒谬之前,何以能够直接称其为“荒谬”(ἄτοπα)的理由。ὡς 加将来分词表示作者的主观意图或即将来临的论述计划。
