← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§145.20-146.29

驳斥未来对立命题两者同假的立场

阿摩尼奥斯注解亚里士多德(18b16),驳斥了认为未来偶真命题两者同假的第三种立场。他阐明这种立场不仅摧毁了矛盾公理,还会导致同一事件既必然发生又不可能发生的荒谬结论,从而最终依然取消了偶真之物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.29

" Ἀλλὰ μὴν οὐδ’ ὡς οὐδέτερόν γε ἀληθὲς ἐνδέχεται λέγειν, οἷον ὅτι οὔτε ἔσται οὔτε οὐκ ἔσται· πρῶτον μὲν γὰρ οὔσης τῆς καταφάσεως ψευδοῦς ἡ ἀπόφασις οὐκ ἀληθής,1 καὶ ταύτης ψευδοῦς οὔσης τὴν κατάφασιν συμβαίνει μὴ ἀληθῆ εἶναι. καὶ πρὸς τούτοις εἰ ἀληθὲς εἰπεῖν ὅτι λευκὸν καὶ μέγα, δεῖ ἄμφω ὑπάρχειν· εἰ δὲ ὑπάρξει εἰς αὔριον, ὑπάρξειν εἰς αὔριον. εἰ δὲ μήτε ἔσται μήτε μὴ ἔσται αὔριον, οὐκ ἂν εἴη τὸ ὁπότερ’ ἔτυχεν, οἷον ναυμαχία· δέοι γὰρ ἂν μήτε γενέσθαι ναυμαχίαν αὔριον μήτε μὴ γενέσθαι." Ἐπειδὴ προείληπται μὲν πρὸς ἀναίρεσιν τοῦ ἐνδεχομένου τὸ τὰς προτάσεις, περὶ ὧν ὁ λόγος, ἀφωρισμένως διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἔλαβε δὲ τοῦτο διὰ τὸ μὴ δύνασθαι αὐτὰς συναληθεύειν ἀλλήλαις, ὅπερ ἐλέγετο διὰ τοῦ ἄμφω γὰρ οὐχ ὑπάρξει ἅμα ἐπὶ τοῖς τοιούτοις, ἠδύνατο δέ τις ὑποπτεύειν ὡς οὐκ ἀναγκαῖον ἢ συναληθεύειν αὐτὰς ἢ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος2 (ἐνδέχεσθαι γὰρ καὶ συμψεύδεσθαι), διὰ τοῦτο νῦν προτίθεται δεῖξαι ὅτι οὐδὲ συμψεύδεσθαι δυνατὸν ταύτας τὰς προτάσεις, ὅπερ οὔτε ὀνίνησί τι τὸν οὕτως λέγειν αἱρούμενον πρὸς τὸ εἰσάγειν τὸ ἐνδεχόμενον ἀλλὰ καὶ ἄλλως ἐστὶν ἀδύνατον· δειχθήσεται γὰρ καὶ κατ’ αὐτὴν τὴν ὑπόθεσιν τὸ αὐτὸ πρᾶγμα καὶ ἀναγκαίως ἐκβαῖνον καὶ ἀδύνατον ἔχον τὴν ἔκβασιν. φησὶν οὖν ὡς οὐδὲ τοῦτο ἐνδέχεται λέγειν ὅτι αἱ καθ’ ἕκαστα καὶ ἐνδεχόμεναι προτάσεις κατὰ τὸν μέλλοντα χρόνον συμψεύδονται ἀλλήλαις, ὅπερ ἐσήμηνε διὰ τοῦ οὐδ’ ὡς οὐδέτερόν γε ἀληθές, ἐπεὶ πρῶτον μέν, φησίν, ἀναιρήσομεν τὸ ἀξίωμα τῆς ἀντιφάσεως, ἀφ’ οὗ πάσας προάγομεν τὰς ἀποδείξεις ὡς ὄντος ἐναργεστάτου. πρὸς δὲ τούτοις συμβήσεται τὸ πρᾶγμα ἅμα μήτε ἔσεσθαι διὰ τὸ ψεύδεσθαι τὴν λέγουσαν ἔσεσθαι αὐτὸ κατάφασιν καὶ πάλιν ἔσεσθαι διὰ τὸ ψεύδεσθαι τὴν λέγουσαν μὴ ἔσεσθαι αὐτὸ ἀπόφασιν, ὥστε καὶ ἔσεσθαι αὐτὸ ἐξ ἀνάγκης καὶ μὴ ἔσεσθαι ἐξ ἀνάγκης, οὗ τί ἂν εἴη τερατωδέστερον; ἵνα δὲ τοῦτο συναγάγῃ, ἀναμιμνήσκει πάλιν ἡμᾶς τοῦ λημματίου τοῦ λέγοντος ὅτι τῇ ἀληθείᾳ τῶν λόγων ἡ τῶν πραγμάτων ἔκβασις ἀκολουθεῖ, καὶ οὐ κατὰ τὸν ἐνεστῶτα χρόνον μόνον ἀλλὰ καὶ κατὰ τὸν μέλλοντα· εἰ γάρ τις προειπὼν ὅτι τεχθήσεται αὔριον παιδίον λευκὸν καὶ μέγα ἀληθῶς προλέγοι, δεῖ αὔριον τεχθῆναι παιδίον, ᾧ ἄμφω τὰ προειρημένα ὑπάρξει. σιωπήσας οὖν τὸ τούτων ἀκόλουθον, ὅτι καὶ τῷ ψεύδει τῶν λόγων ἕπεται τὸ τὰ πράγματα μὴ ὑπάρχειν, ὡς ἤδη πρότερον αὐτῷ παραδεδομένον, ἅμα τούτῳ τῷ θεωρήματι τὸ ἑπόμενον τῷ παραλελειμμένῳ συνάγει3 λέγων εἰ δὲ μήτε ἔσται μήτε μὴ ἔσται αὔριον, οὐκ ἂν εἴη τὸ ὁπότερ’ ἔτυχε, τοῦτ’ ἔστιν εἰ δὴ συμψεύδονται αἱ τοιαῦται προτάσεις, ἀναιρεθήσεται μὲν καὶ οὕτως τὸ ἐνδεχόμενον, ἀναιρεθήσεται δὲ διὰ τὸ ἅμα ἀναγκαίως τε ἐκβαίνειν τὸ πρᾶγμα καὶ ἀδύνατον ἔχειν τὴν ἔκβασιν.

“然而,说两者都不是真的,也是不可能的,例如说它既不是将存在也不是将不存在;因为首先,当肯定是假的时,否定就不是真的,而当否定是假的时,结果就是肯定不是真的。此外,如果说它是白的和大的是真的,两样就必须归属;如果〔说它〕明天将归属〔是真的〕,它明天就〔必须〕归属。但如果明天既不是将存在也不是将不存在,那么偶然发生之物,例如海战,就不会存在;因为明天海战既不发生也不不发生就会是必然的。” 既然为了取消偶真之物,所讨论的命题以确定的方式划分真与假已经作为前提被假定,并且他采用这一点是因为它们不能彼此同真——这此前曾通过“因为在诸如此类的事物中两者不会同时归属”表达出来——而有人可能怀疑,它们要么同真、要么划分真与假并不是必然的(因为它们也可能同假),因此他现在打算证明,这些命题同假也是不可能的。这对于选择这样说以引入偶真之物的人毫无裨益,而且在其他方面也是不可能的;因为即便根据这一假设本身,同一事物也将被证明既必然实现,又其结局是不可能的。因此他说,说关于未来时间的个别的且偶真的诸命题彼此同假,也是不可能的,他通过“〔说〕两者都不是真的也〔是不可能的〕”指明了这一点。因为他说,首先我们将取消矛盾公理,而我们是从这一公理作为最自明之物出发推进一切论证的。此外,结果将是该事物同时既将不存在(因为说它将存在的肯定命题是假的),又反过来将存在(因为说它将不存在的否定命题是假的),以至于它既出于必然将存在,又出于必然将不存在,还有什么比这更荒谬的呢?为了推导这一结论,他再次让我们想起那个短小的前设命题,即事物的结局伴随着话语的真理,并且不仅在现在时间,而且在未来时间;因为如果有人事先说了明天将出生一个白而大的婴儿并且作出了真实的预言,那么明天就必须出生一个具备上述两者的婴儿。因此,对于伴随着这些而来的结论,即事物的非归属也伴随着话语的虚假,他保持了沉默,因为这先前已由他传授过,而在提出这一定理的同时,他推导出了伴随着被省略项而来的推论,说道:“但如果明天既不是将存在也不是将不存在,那么偶然发生之物就不会存在”;也就是说,如果这类命题确实同假,偶真之物也同样会被取消,并且会因为该事物同时既必然实现而其结局又是不可能的而被取消。

语法注3 条
  1. 1.29οὔσης τῆς καταφάσεως ψευδοῦς ἡ ἀπόφασις οὐκ ἀληθής

    独立属格结构 οὔσης τῆς καταφάσεως ψευδοῦς 用作条件从句(“当肯定命题为假时”),主句 ἡ ἀπόφασις οὐκ ἀληθής 省略了系动词 ἐστιν(或 ἔσται),用以表述在两者同假的假设下产生的荒谬推论。

  2. 1.29ὡς οὐκ ἀναγκαῖον ἢ συναληθεύειν αὐτὰς ἢ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος

    在由 ὡς 引导的从句内部,ἦ 是并列连词 ἢ(“要么……要么……”)的误植,与后面的 ἢ διαιρεῖν 形成并列,构成“要么同真,要么划分真假”的双重选言。

  3. 1.29ἅμα τούτῳ τῷ θεωρήματι τὸ ἑπόμενον τῷ παραλελειμμένῳ συνάγει

    介词性副词 ἅμα 支配与格短语 τούτῳ τῷ θεωρήματι(“与这一定理的同时”),修饰主要动词 συνάγει;后者的直接宾语是中性实体化分词 τὸ ἑπόμενον。第二个与格 τῷ παραλελειμμένῳ 则是由 ἑπόμενον 支配的与格补足语(“伴随着被省略项而来的推论”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:145.20-146.29