← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§144.1-145.19

关于未来的真言与必然性的等价分析

亚里士多德提出了一个更为详尽的论证,由过去关于未来的真实预言推导出一切事物的必然发生;阿莫尼乌斯分析了其中“不可能不”与“必然”的逻辑等价性,并批驳了由事后为真推导事前必然性的谬误。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.28

"“Ἔτι εἰ ἔστι λευκὸν νῦν, ἀληθὲς ἦν εἰπεῖν πρότερον ὅτι ἔσται λευκόν· ὥστε ἀεὶ ἀληθὲς ἦν εἰπεῖν ὁτιοῦν τῶν γινομένων ὅτι ἔστιν ἢ ἔσται. εἰ δὲ ἀεὶ ἀληθὲς ἦν εἰπεῖν ὅτι ἔστιν ἢ ἔσται, οὐχ οἷόν τε τοῦτο μὴ εἶναι οὐδὲ μὴ ἔσεσθαι· ὃ δὲ μὴ οἷόν τε μὴ γενέσθαι, ἀδύνατον μὴ γενέσθαι· ὃ δὲ ἀδύνατον μὴ γενέσθαι, ἀνάγκη γενέσθαι· ἅπαντα οὖν τὰ ἐσόμενα ἀναγκαῖον γενέσθαι· οὐδὲν ἄρα ὁπότερ’ ἔτυχεν οὐδὲ ἀπὸ τύχης ἔσται· εἰ γὰρ ἀπὸ τύχης, οὐκ ἐξ ἀνάγκης." Τὰ διὰ τῶν προλαβόντων ἀσυμφανῶς εἰρημένα πρὸς κατασκευὴν τοῦ καὶ εἰς τὸν μέλλοντα χρόνον λαμβανομένας τὰς προτάσεις, περὶ ὧν ὁ λόγος, ἀφωρισμένως διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ᾧ αὐτόθεν εἵπετο μηδεμίαν ἐν τοῖς οὖσι χώραν ἔχειν τὸ ἐνδεχόμενον, βούλεται διὰ τούτων σαφέστερον ἡμῖν παραδοῦναι1 μετὰ πλείονος ἐπεξεργασίας προάγων τὸν λόγον. διὸ ὥσπερ ἀπ’ ἄλλης ἀρχῆς ποιούμενος τὴν ἐπιχείρησίν φησιν· ἔτι εἰ ἔστι λευκόν τι νῦν, οἷον παιδίον ἄρτι τεχθέν, ἀληθὲς ἦν εἰπεῖν τῇ προτεραίᾳ ὅτι τεχθήσεται τῇ ἑξῆς λευκὸν παιδίον, καὶ οὐ τῇ προτεραίᾳ μᾶλλον ἢ πρὸ οἵου δήποτε χρόνου· τίς γὰρ ἡ ἀποπλήρωσις;2 ὃ δὲ ἀεὶ προλέγοντες ὅτι ἔσται ἀληθεύομεν, οὐχ οἷόν τε τοῦτο μὴ ἔσεσθαι, ὥσπερ οὐδὲ ὃ εἶναι λέγοντες ἀληθεύομεν, οἷόν τε τοῦτο μὴ εἶναι· ἀδύνατον ἄρα ἦν μὴ γενέσθαι λευκὸν παιδίον, διότι ἡ περὶ αὐτοῦ ἐν τῷ ἀπείρῳ καὶ προλαβόντι χρόνῳ γεγονυῖα πρόρρησις ἀληθής· ὃ γὰρ μὴ οἷόν τε, φησί, μὴ γενέσθαι, ἀδύνατον μὴ γενέσθαι, ὃ δὲ ἀδύνατον μὴ γενέσθαι, ἀνάγκη γενέσθαι, προάγων τὸν λόγον εἰς τὸ πάντα ἀναγκάζειν, ὅπερ ἦν αὐτῷ προκείμενον, ἐκ τῶν σαφεστέρων μὲν καὶ μᾶλλον συγχωρουμένων προτάσεων, ἴσον δὲ δυναμένων ταῖς εἰς ἃς μεταλαμβάνονται·3 τό τε γὰρ οὐχ οἷόν τε τὸ ἀδύνατον σημαίνει καὶ τὸ οὐχ οἷόν τε μὴ γενέσθαι τῷ ἀδύνατον μὴ γενέσθαι εἰς ταὐτὸν ἔρχεται, τὸ δὲ ἀδύνατον μὴ γενέσθαι τῷ ἀναγκαῖον γενέσθαι, ὥσπερ καὶ τὸ ἀδύνατον γενέσθαι τῷ ἀναγκαῖον μὴ γενέσθαι. μᾶλλον μέντοι κινούμεθα ὑπὸ τοῦ ἀδύνατον μὴ γενέσθαι ὡς ἐναργεστέρου ἤπερ ὑπὸ τοῦ ἀνάγκη γενέσθαι, διὸ καὶ ὁ ἰατρὸς εἰπὼν λόγου χάριν ὅτι ἀνάγκη φλεβοτομηθῆναι τὸν ἄρρωστον, εἴπερ βούλοιτο ὑγιασθῆναι, ὡς κατασκευαστικὸν τούτου καὶ πρὸς τὴν πειθὼ κινῆσαι μᾶλλον ὀφεῖλον προστίθησιν ‘ἀδύνατον γὰρ μὴ φλεβοτομηθέντα αὐτὸν ὑγιᾶναι’. ὥστε εἰκότως, φησίν, ἐλέγομεν ἅπαντα τὰ ἐσόμενα ἐξ ἀνάγκης γενέσθαι καὶ μηδὲν μήτε ἀπὸ τύχης μήτε καθ’ ἕτερον τρόπον τοῦ ἐνδεχομένου. Ῥητέον δὲ πρὸς ταύτην τὴν ἐπιχείρησιν ὅτι τὸ ἐκβεβηκὸς νῦν καὶ ἤδη γεγονὸς οὐκ ἀληθὲς πρὸ τῆς ἐκβάσεως λέγειν ὅτι ἔσται πάντως λευκόν·4 οὐ γὰρ ἐπειδὴ ὁ χρόνος εἰς τὸ εἶναι αὐτὸ ἀποκατέστησε, διὰ τοῦτο οἴεσθαι χρὴ ἐξ ἀναγκαίας αὐτὸ προκαταβολῆς γεγονέναι. ὥστε τῶν προλεγόντων περὶ αὐτοῦ οὐχ ὁ λέγων ὅτι ἐξ ἀνάγκης ἔσται λευκὸν ἀληθεύσει, ἀλλ’ ὁ τὸ ὅλον τοῦτο ἐνδεχομένως αὐτὸ ἐκβήσεσθαι λέγων· εἰ δὲ τοῦτο, δῆλον ὅτι δυνατὸν ἦν αὐτὸ καὶ μὴ ἐκβῆναι· οὐ γὰρ ἂν ἄλλως ἠλήθευε τὸ ἐνδεχομένως αὐτὸ ἐκβήσεσθαι. μὴ τοίνυν ἀπὸ τοῦ ἤδη ἐκβάντος τὸ ἔτι μέλλον κρινέτωσαν οἱ ταῦτα λέγοντες, ἀλλὰ φυλάττοντες αὐτὸ μήπω ἐκβεβηκὸς ζητείτωσαν εἰ ἐξ ἀνάγκης ἐκβήσεται· οὐ γὰρ ἕξουσι τοῦτο ἐπιδεῖξαι, ὡς αὐτὸς ἡμᾶς σαφῶς ἐν τοῖς ἑξῆς ὁ Ἀριστοτέλης διδάξει.

“此外,如果现在是白的,那么先前说它将是白的就是真的;以至于对于生成的事物中的任何一个,说它存在或将存在总是真的。但如果说它存在或将存在总是真的,这就不能不存在也不能将不存在;而不能不生成的,就不可能不生成;不可能不生成的,就有必然性生成;所以一切将存在的事物都必然生成;因此没有任何事物按偶然发生的方式存在,也不会出于机遇;因为如果是出于机遇,就不是出于必然。” 为了确立所讨论的命题即使在针对将来的时间被取用时,也以确定的方式划分真与假——由此直接得出偶真之物在存在者中毫无立足之地——而通过前面的论述说得并不明晰的事情,他希望通过这些话,在更充分的推敲下推进论述,从而更清楚地传达给我们。因此,他仿佛从另一个起点发起论击,说道:此外,如果现在有某种白的东西,例如刚出生的婴儿,那么在前一天说次日将出生一个白婴儿就是真的,并且在前一天说是真的并不比在任何更早的时间之前说是真的更多;因为这有什么限度呢?而凡是我们总是预言其将存在并且所说为真的事物,这就不能将不存在,正如凡是我们说其存在并且所说为真的事物,这就不能不存在一样。因此,一个白婴儿不生成曾是不可能的,因为在无限的先前时间中关于它所作的预言是真的。“因为凡不能不生成的,”他说,“就不可能不生成;而凡不可能不生成的,就有必然性生成”,他由此从更明晰且更容易被首肯的命题,将论述推进到将一切事物必然化——这正是他所面临的议题;而这些命题与它们被替换成的命题具有同等的效力。因为“不能”就表示不可能,并且“不能不生成”与“不可能不生成”归于同一件事,而“不可能不生成”则归于“必然生成”,正如“不可能生成”归于“必然不生成”一样。然而,我们更容易被作为更自明之事的“不可能不生成”所触动,而不是被“必然生成”所触动;因此,医师在例如说了病人若想治愈就必然接受放血之后,作为对此的论证并且更有助于推动劝服,补充道:“因为他不接受放血是不可能痊愈的”。所以他说,我们理所当然地说过,一切将存在的事物都出于必然性而生成,没有任何事物出于机遇或按照偶真之物的其他方式生成。 然而针对这种论击应当指出:对于现在已经结局且已经生成的事物,在其结局之前说它必定将是白色的,并不是真的;因为绝不能因为时间已将它交付于存在,就因此认为它是出于必然的预先设定而生成的。所以,在关于它进行预言的人中,并不是那说它必然将是白的人说真话,而是那说“它将以偶真的方式结局”这一整体的人说真话;如果是这样,显然它也曾可能不结局;因为否则“它将以偶真的方式结局”就不会是真的了。因此,主张这些观点的人,不应当根据已经结局的事物来判断尚处于未来的事物,而应当将其保持为尚未结局的事物,去探究它是否出于必然性而结局;因为他们将无法证明这一点,正如亚里士多德本人在后文中将清楚地教导我们的那样。

语法注4 条
  1. 1.28Τὰ διὰ τῶν προλαβόντων ἀσυμφανῶς εἰρημένα ... βούλεται διὰ τούτων σαφέστερον ἡμῖν παραδοῦναι

    句子的核心骨架是一个倒装长句:句首由中性复数分词短语 Τὰ ... εἰρημένα 构成长宾语,作不定式 παραδοῦναι 的补足语,受主动词 βούλεται(省略的主语为亚里士多德)支配。πρὸς κατασκευὴν τοῦ ... διαιρεῖν 是表达目的的介词短语带冠词不定式结构,不定式 διαιρεῖν 的主语由宾格 τὰς προτάσεις 充当,后者由分词句 καὶ εἰς τὸν μέλλοντα χρόνον λαμβανομένας 修饰。

  2. 1.28τίς γὰρ ἡ ἀποπλήρωσις;

    这是一个省略了系动词 ἐστίν 的修辞性反问句。此处的 ἀποπλήρωσις 意为“界限”、“完结”,反问语气表明预言不仅在前一天,而且在先前任何时间都成立,溯及过去的范围没有任何停顿点或人为边界。

  3. 1.28προάγων τὸν λόγον εἰς τὸ πάντα ἀναγκάζειν, ὅπερ ἦν αὐτῷ προκείμενον, ἐκ τῶν σαφεστέρων μὲν καὶ μᾶλλον συγχωρουμένων προτάσεων, ἴσον δὲ δυναμένων ταῖς εἰς ἃς μεταλαμβάνονται

    现在分词 προάγων 与主语(亚里士多德)一致。介词短语 ἐκ τῶν ... προτάσεων 修饰 προάγων,表示推导论证所依赖的前提。ἴσον δὲ δυναμένων 是修饰 προτάσεων 的属格分词短语,其后的与格冠词 ταῖς 作代词性用法(“那些命题”),并带有关系从句 εἰς ἃς μεταλαμβάνονται(“被替换成的诸命题”)。

  4. 1.28τὸ ἐκβεβηκὸς νῦν καὶ ἤδη γεγονὸς οὐκ ἀληθὲς πρὸ τῆς ἐκβάσεως λέγειν ὅτι ἔσται πάντως λευκόν

    句首的宾格短语 τὸ ἐκβεβηκὸς νῦν καὶ ἤδη γεγονός 充当不定式 λέγειν 的宾语,或者作为将 ὅτι 从句的主语提前至主句的先取结构(prolepsis)。句子的基本结构为:οὐκ ἀληθές [ἐστι] πρὸ τῆς ἐκβάσεως λέγειν [关于已结局之物] ὅτι πάντως ἔσται λευκόν(“在结局之前断言那现在已经结局的事物必定将是白的,这是不真实的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:144.1-145.19