- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:142.1-143.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯将偶真之物划分为“多半如此”、“极少如此”与“等几率(偶然发生)”三种,分析了它们与自然、技艺、机遇、自发及决意的关系,并注解了亚里士多德关于未来真假确定性将消解一切偶然性的论证。
οὗπερ εἰς τρία διῃρημένου1 τὸ μὲν λέγεται ὡς ἐπὶ τὸ πολύ, οἷον τὸ γενέσθαι ἄνθρωπον πενταδάκτυλον ἢ ἐν γήρᾳ πολιοῦσθαι (σπάνια γὰρ τὰ μὴ οὕτως ἔχοντα), τὸ δὲ ὡς ἐπ’ ἔλαττον, οἷον τὸ τὸν σκάπτοντα θησαυρῷ περιτυχεῖν, τὸ δὲ ἐπ’ ἴσης, οἷον τὸ λούσασθαι καὶ μὴ λούσασθαι ἢ βαδίσαι καὶ μὴ βαδίσαι. καὶ περὶ μὲν τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον ἔχουσι δύο τινὰ αἴτια, ἥ τε φύσις καὶ ἡ τέχνη· τήν τε γὰρ φύσιν ὡς ἐπὶ τὸ πολὺ κατορθοῦσαν ὁρῶμεν ἐν τοῖς οἰκείοις ἀποτελέσμασι (τὰ γὰρ τέρατα σπάνια) καὶ τὰς τέχνας ἐνίοτε μὲν ἀποτυγχανούσας διὰ τὸ ῥευστὸν τῆς ὑποκειμένης αὐταῖς ὕλης, ὡς ἐπὶ τὸ πολὺ μέντοι κατορθοῦν ἐπαγγελλομένας· οὐ γὰρ ἄν τις αὐταῖς ἐχρήσατο μὴ τοῦτο ἐπαγγελλομέναις· διόπερ ὅ τε ῥήτωρ ὡς ἐπὶ τὸ πολὺ διαβεβαιοῦται τὸν δικαστὴν πείσειν καὶ ὁ ἰατρὸς ὡς ἐπὶ τὸ πολὺ τὸν ἄρρωστον ὑγιάσειν, καὶ ἕκαστος τῶν ἄλλων τεχνιτῶν ὡς ἐπὶ τὸ πολὺ τεύξεσθαι τοῦ οἰκείου τέλους. περὶ δὲ τὸ ἐπ’ ἔλαττον ἐνδεχόμενον δύο ταῦτα ἔχουσιν, ἥ τε τύχη καὶ τὸ αὐτόματον. διαφέρουσι δὲ ἀλλήλων, ὅτι τὸ μὲν ἀπὸ τύχης παρυφίστασθαι παὶ ἐπισυμβαίνειν2 παρὰ δόξαν καὶ σπανίως λέγεται τοῖς κατὰ προαίρεσιν γινομένοις, ταὐτὸν δὲ εἰπεῖν τοῖς τῶν ἀνθρώπων ἔργοις (ἐπὶ μόνων γὰρ τῶν ἀνθρώπων ἡ προαίρεσις λέγεται, τῶν βουλεύεσθαι καὶ αἱρεῖσθαι τόδε πρὸ τοῦδε πεφυκότων, οὔτε τῶν κρειττόνων ἡμῶν βουλῆς δεομένων οὔτε τῶν ἀλόγων ζῴων βουλεύεσθαι δυναμένων), τὸ μὲν οὖν ἀπὸ τύχης παρυφίσταται, ὅπερ ἐλέγομεν, τοῖς κατὰ προαίρεσιν γινομένοις, τὸ δὲ ἀπὸ ταὐτομάτου τοῖς κατὰ φύσιν· εἰ μὲν γάρ τις ἡμῶν προελθὼν ἐπὶ τὸ ἐντυχεῖν τῷ φίλῳ περιτύχοι παρ’ ἐλπίδα τινὶ βιβλίον πιπράσκοντι καὶ τοῦτο ὠνήσαιτο, κατὰ τύχην λέγεται αὐτὸ ὠνήσασθαι, διότι τὸ πρίασθαι τὸ βιβλίον προαιρέσει τινὶ τῇ πρὸς τὴν πρόοδον κινησάσῃ ἡμᾶς παρυπέστη καὶ ἔξωθεν ἐπισυμβέβηκεν, οὐδεμιᾶς αὐτὸ ὡρισμένως ποιησάσης προσεχοῦς αἰτίας (καὶ γὰρ ἐπὶ λουτρὸν ἀπιὼν ἐπρίατο ἄν τὸ βιβλίον καὶ εὐξόμενος ἢ θέαν τινὰ ὀψόμενος), εἰ δέ γε σεισμοῦ γεγονότος καὶ διαστάντος τινὸς τῆς γῆς μέρους ὕδατος ἀναρραγείη πηγὴ μὴ οὖσα πρότερον ἢ οὖσα ἀφανισθείη, οὐκ ἂν λέγοιτο ἀπὸ τύχης ἡ πηγὴ γεγονέναι ἢ ἀπολωλέναι ἀλλ’ ἐκ ταὐτομάτου. καὶ εἰ ἀπὸ μετεώρου τινὸς κατενεχθεὶς λίθος οὕτως ἔχοι θέσεως, ὥστε εἶναι πρὸς καθέδραν, φέρε εἰπεῖν, ἐπιτήδειος, ἀπὸ ταὐτομάτου καὶ οὐκ ἀπὸ τύχης λέγεται εἶναι καθέδρα, διότι τὸ σύμπτωμα τοῦτο παρυπέστη οὐ προαιρέσει ἀλλὰ τῇ φυσικῇ αὐτοῦ ῥοπῇ, καθ’ ἣν ἄνωθεν ἐπὶ τὰ κάτω ἠνέχθη. περὶ δέ γε τὸ ἐπ’ ἴσης ἐνδεχόμενον ἡ προαίρεσις ἔχει μόνη, οἷον τὸ προελθεῖν ἢ μὴ προελθεῖν καὶ τὸ διαλεχθῆναι ἢ μή. καὶ τοῦτο μόνον τὸ εἶδος τοῦ ἐνδεχομένου καλεῖται ὁπότερον ἔτυχε, διότι οὐδὲν πλέον οὐδὲ ἔλαττον ἔχει κατὰ τοῦτο ἡ ὕπαρξις τῆς ἀνυπαρξίας, ἀλλ’ ὁπότερον ἔτυχε μόριον τῆς ἀντιφάσεως ὁμοίως ἐκβῆναι δυνατόν. ἀναιρῶν οὖν, ὅπερ ἐλέγομεν, τὸ ἐνδεχόμενον οὐδὲν ἄρα, φησίν, οὔτε ἔστιν οὔτε γίνεται οὔτε ἀπὸ τύχης οὔτε ὁπότερ’ ἔτυχε, τοῦτ’ ἔστιν οὐδὲν ἄρα οὔτε νῦν ἐστιν ἤδη ἐκβεβηκὸς ἢ ὡς ἐπ’ ἔλαττον ἐνδεχόμενον ἢ ὡς ἐπ’ ἴσης οὔτε ὕστερόν ποτε ἐκβήσεται. εἶτα καὶ κοινὴν ποιούμενος τὴν ἀναίρεσιν παντὸς τοῦ ἐνδεχομένου προσέθηκεν οὐδ’ ἔσται ἢ οὐκ ἔσται·3 ἅπαν γὰρ ἐνδεχόμενον ταύτῃ διαφέρει τοῦ τε ἀναγκαίως ἐκβαίνοντος καὶ τοῦ ἀδυνάτου, ὅτι τὸ μὲν μόνως ἔσεσθαι λέγομεν καὶ τὸ ἀδύνατον μόνως οὐκ ἔσεσθαι, τὸ δὲ ἐνδεχόμενον ἢ ἔσεσθαι ἢ μὴ ἔσεσθαι. οὐδὲν οὖν, φησίν, οὔτε ἔστιν οὔτε γίνεται τὸν τῶν ἐνδεχομένων τρόπον, ἀλλ’ ἐξ ἀνάγκης ἅπαντα καὶ οὐχ ὁπότερ’ ἔτυχεν. εἶτα ὥσπερ ἀναμιμνήσκων ἡμᾶς τῆς ἐφόδου, καθ’ ἣν ταῦτα ἔδοξε συμβαίνειν, ἐπάγει ἢ γὰρ ὁ φὰς ἀληθεύσει ἢ ὁ ἀποφάς. εἰ δὲ ὁ ἕτερος τούτων ὡρισμένως ἀληθεύσει, τῷ δὲ τὴν ἑτέραν πρότασιν τῆς ἀντιφάσεως ὡρισμένως ἀληθεύειν εἵπετο ἡ ἀναίρεσις τοῦ ἐνδεχομένου, φανερὸν ὅτι οἰχήσεται τὸ ἐνδεχόμενον ἐκ τῶν ὄντων, τό τε ἄλλο καὶ τὸ οἷον κέντρον αὐτοῦ τὸ ὁπότερ’ ἔτυχεν, ὅπερ ἔλαβεν ἀντὶ τοῦ ἐνδεχομένου παντὸς ὁ Ἀριστοτέλης. εἰ δέ γε εἶχέ τινα ὑπόστασιν, ὁμοίως ἂν ἐγίνετο ἢ οὐκ ἐγίνετο· τοῦτο γὰρ λέγομεν ὁπότερ’ ἔτυχεν ἢ εἶναι ἢ γίνεσθαι, ὅπερ οὐδὲν μᾶλλον οὕτως ἢ μὴ οὕτως ἔχει ἢ ἕξει, ἐπὶ μὲν τοῦ γεγονότος δηλονότι καὶ ἤδη ἐν ὑποστάσει ὄντος τὸ ἔχει λέγοντες ἐπὶ δὲ τοῦ γενησομένου τὸ ἕξει.
在[偶真之物]被分为三种情况中,第一种被称为多半如此的,例如人生来有五个手指,或者在老年时头发变白(因为不如此的情况是罕见的);第二种被称为极少如此的,例如掘地者偶然发现宝藏;第三种被称为等几率的,例如洗澡与不洗澡,或者散步与不散步。关于多半如此的偶真之物,有两种原因涉及其中:自然与技艺。因为我们看到自然在其特有的成果中多半是成功的(因为畸形物是罕见的),而诸技艺虽然有时由于它们所承受的质料的流动性而遭致失败,然而却自许在多半情况下是成功的;因为如果技艺不作此承诺,就不会有人使用它们。因此,修辞学家确信自己多半能够说服审判官,医师确信自己多半能够治愈病人,其他各类工匠也各自确信自己多半能够达到其特有的目的。关于极少如此的偶真之物,有两种原因涉及其中:机遇与自发。而它们彼此不同,因为出于机遇的事物据说附带发生并出乎意料且罕见地伴随着按决意发生的事情,也就是说伴随着人类的作为(因为决意只对人类而言,他们生来就适合于深思熟虑并在二者之中先选此项,而那些高于我们的存在者不需要深思熟虑,无理性的动物则不能深思熟虑)。因此,正如我们所说,出于机遇的事物附带发生于按决意产生的事情,而出于自发的事物则附带发生于顺应自然的事情。因为如果我们中有人为了会见朋友而出门,意外遇到了卖书的人并买下了这本书,那么据说他是凭机遇买下它的,因为买书这件事附带发生并外在地伴随着那驱使我们出行的某种决意,而没有任何确定的直接原因造成了它(因为他在去洗澡、去祈祷或去看演出时,本也可能买下这本书)。然而,如果发生地震,大地的某一部分裂开,先前不存在的水泉喷涌而出,或者原有的水泉消失了,那么这口水泉的生成或毁灭就不会被称为出于机遇,而是出于自发。而且,如果一块石头从某处高空坠落,其位置恰好适合于(姑且这么说)当作坐席,那么它就被称为出于自发的坐席,而不是出于机遇的坐席,因为这种巧合附带发生不是由于决意,而是由于它自身的自然倾向,它是顺着这种倾向自上而下跌落的。关于等几率的偶真之物,唯有决意涉及其中,例如出行或不出行,交谈或不交谈。并且唯有偶真之物的这种形态被称为“偶然发生的事物”,因为按照这一形态,存在之于不存在绝无多也无少,而是矛盾双方中偶然发生的任何一部分都同样可能结局。因此,正如我们所说,在取消偶真之物时他说:“所以没有任何事物凭机遇或按偶然发生的方式存在或生成”,这就是说,没有任何事物现在作为极少如此的偶真之物或作为等几率的偶真之物已经结局而存在,在将来的某个时候也不会结局。随后,他使对一切偶真之物的取消成为普遍的,因而补充说:“也不会将存在或将不存在”;因为一切偶真之物与必然结局之物以及不可能之物的区别正在于:我们说前者只会将存在,不可能之物只会将不存在,而偶真之物是将存在或将不存在。因此他说,没有任何事物以偶真之物的方式存在或生成,而是一切都出于必然性,而不是按偶然发生的方式。随后,他仿佛在提醒我们导致这些结论看似成立的论击方法,引入了“因为要么肯定者将说真话,要么否定者将说真话”。如果这二人中的一人将以确定的方式说真话,而取消偶真之物本就随矛盾的一方命题以确定的方式说真话而来,那么显然偶真之物将从存在者中荡然无存,无论是其余的偶真之物,还是仿佛作为其核心的偶然发生之物——亚里士多德用它来指代全部偶真之物。如果它确实具有某种实在性,那么它就会同样地生成或不生成;因为我们把如此或将是如此绝不比不是如此[或将不是如此]有更多可能性的事物,称为按偶然发生的方式存在或生成,显而易见,对于已经发生且已经实际存在的事物我们说“是如此”,而对于将要发生的事物我们说“将是如此”。
- 1.27οὗπερ εἰς τρία διῃρημένου
关系代词 οὗπερ 以前一分块末尾的 τὸ ἐνδεχόμενον(偶真之物)为先行词,与分词 διῃρημένου 一同构成属格绝对结构(“当这[偶真之物]被分为三种时”)。
- 1.27παὶ ἐπισυμβαίνειν
文本中的误抄 παὶ 被视作连词 καὶ。不定式 παρυφίστασθαι(附带存在)与 ἐπισυμβαίνειν(意外发生)构成并列,共同支配与格短语 τοῖς κατὰ προαίρεσιν γινομένοις(按决意发生的事情)。
- 1.27οὐδ’ ἔσται ἢ οὐκ ἔσται
对亚里士多德引文 οὐδὲ ἔσται ἢ οὐκ ἔσται 的注疏。阿摩尼奥斯指出,偶真之物的本质恰恰在于其“将存在或将不存在”的双向可能性(ἢ ἔσεσθαι ἢ μὴ ἔσεσθαι),而正是这种将来的双向偶真性本身被 οὐδέ 所否定。
