← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§140.22-141.37

通过真假与存否的相互换位否定偶真事象

针对亚里士多德通过论证言论真假与事物存否的相互换位来推导取消偶真之物的段落(18a39–18b9),阿摩尼乌斯阐释了其论证结构,指出了过去时“曾经是真实的”所蕴含的时间先在性以及言外补充“以确定的方式”之含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.27#1

" Εἰ γὰρ ἀληθὲς εἰπεῖν ὅτι λευκὸν ἢ οὐ λευκόν ἐστιν, ἀνάγκη εἶναι λευκὸν ἢ οὐ λευκόν, καὶ εἰ ἔστι λευκὸν ἢ οὐ λευκόν, ἀληθὲς ἦν φάναι ἢ ἀποφάναι·1 καὶ εἰ μὴ ὑπάρχει, ψεύδεται, καὶ εἰ ψεύδεται, οὐχ ὑπάρχει· ὥστε ἀνάγκη τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθῆ εἶναι ἢ ψευδῆ. οὐδὲν ἄρα οὔτε ἔστιν οὔτε γίνεται οὔτε ἀπὸ τύχης οὔτε ὁπότερ’ ἔτυχεν, οὐδὲ ἔσται ἢ οὐκ ἔσται, ἀλλ’ ἐξ ἀνάγκης ἅπαντα καὶ οὐχ ὁπότερ’ ἔτυχεν· ἢ γὰρ ὁ φὰς ἀληθεύσει ἢ ὁ ἀποφάς· ὁμοίως γὰρ ἂν ἐγίνετο ἢ οὐκ ἐγίνετο· τὸ γὰρ ὁπότερ’ ἔτυχεν οὐδὲν μᾶλλον οὕτως ἢ μὴ οὕτως ἔχει ἢ ἕξει." Τὸ προειρημένον λημμάτιον κρατῦναι βουλόμενος ὁ Ἀριστοτέλης, ὅτι τῇ ἀληθείᾳ τῶν λόγων ἕπεται ἡ ὕπαρξις τῶν πραγμάτων καὶ τῷ ψεύδει ἡ ἀνυπαρξία, διὰ παραδειγμάτων ἐπιδείκνυσι τοῦτο οὕτως ἔχον, ἐπείπερ τὰ παραδείγματα σαφεστέρους ποιεῖν εἰώθασι τοὺς χωρὶς αὐτῶν λεγομένους λόγους. παρείληπται μὲν οὖν ὁ γὰρ αἰτιολογικὸς σύνδεσμος ἐν τῷ εἰ γὰρ ἀληθὲς εἰπεῖν πρὸς ἔνδειξιν τῆς προσθέσεως τῶν νῦν λεγομένων, ὅτι τοῦ προειρημένου θεωρήματος περιέχουσι κατασκευήν. λέγει δὲ ὅτι εἰ ἀληθὲς εἰπεῖν περί τινος, οἷον τοῦδε τοῦ ἱματίου, ὅτι λευκόν ἐστιν, ἀνάγκη λευκὸν αὐτὸ εἶναι, καὶ εἰ ὅτι οὐ λευκόν, ἀνάγκη λευκὸν μὴ εἶναι. εἶτα προστίθησί τι διὰ τούτων τοῖς προειρημένοις ἀντιστρέφειν πρὸς ἑαυτὸ τὸ λημμάτιον ἀξιῶν, λέγω δὲ ὅτι οὐ μόνον τοῖς λόγοις ἀληθεύουσιν ἀκολουθεῖν ἀνάγκη τὴν ὕπαρξιν τῶν πραγμάτων, ἀλλὰ καὶ τῇ ὑπάρξει τὴν ἀλήθειαν τῶν λόγων· διόπερ φησὶ καὶ εἰ ἔστι λευκὸν ἢ οὐ λευκόν, ἀληθὲς ἦν φάναι ἢ ἀποφάναι, διδάσκων ἡμᾶς ἅμα διὰ τοῦ μὴ εἰπεῖν ἀληθές ἐστι φάναι ἀλλὰ ἀληθὲς ἦν, ὅπερ ἐν τοῖς ἑξῆς σαφῶς προσθήσει, ὅτι οὐ μόνον κατ’ αὐτὸν τὸν χρόνον, καθ’ ὃν ἐκβαίνει τὰ πράγματα καὶ ὑφέστηκεν, ἀληθές ἐστι λέγειν περὶ αὐτῶν ὅτι οὕτως ἔχει ὡς ἔχει, ἀλλὰ καὶ πρὸ τῆς ἐκβάσεως ἀληθής ἐστιν ἡ περὶ αὐτῶν πρόρρησις, ἀναγκαίως τοῦτο προλαμβάνων ὡς ἐσόμενον αὐτῷ χρήσιμον πρὸς τὴν ἀναίρεσιν τοῦ ἐνδεχομένου καὶ τὴν ὅλην τῆς ἐφόδου δύναμιν, ὡς μαθησόμεθα, συνέχον. τοῦτο οὖν ὥσπερ ἐκ συλλογισμοῦ συνάγων ἀκολούθως ἐπάγει τὸ ὥστε ἀνάγκη τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθῆ εἶναι ἢ ψευδῆ, προσυπακουμένου δηλονότι τοῦ ἀφωρισμένως.2 καὶ τοῦτο εἰκότως· εἰ γὰρ ἀνάγκη τὸ λευκὸν ἢ εἶναι ἢ μὴ εἶναι καὶ παρὰ ταῦτα οὐκ ἔστιν, ἀλλ’ ὄντος μὲν αὐτοῦ ἡ περὶ αὐτοῦ προρρηθεῖσα κατάφασις ὡρισμένως ἀληθὴς μὴ ὄντος δὲ ἡ ἀπόφασις, εὐλόγως ἄρα ὥσπερ συμπέρασμα ἑπόμενον τοῖς προειρημένοις ἐπήγαγε τὸ ὥστε ἀνάγκη ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθῆ εἶναι ἢ ψευδῆ. ἀντιστρεφούσας δὲ ἀλλήλαις ἐπιδείξας τήν τε ἀλήθειαν τῶν λόγων καὶ τὴν ὕπαρξιν τῶν πραγμάτων, πρὶν τὸ εἰρημένον συμπέρασμα ἐπαγαγεῖν, μεταξὺ προστίθησιν ὅτι καὶ τὸ ψεῦδος τῶν λόγων καὶ ἡ ἀνυπαρξία τῶν πραγμάτων ἀντιστρέφουσι πρὸς ἄλληλα διὰ τοῦ καὶ εἰ μὴ ὑπάρχει, ψεύδεται, καὶ εἰ ψεύδεται, οὐχ ὑπάρχει. Τούτων οὖν οὕτως ἐχόντων ἐκ τῶν προειρημένων λαβὼν ὅτι ἀνάγκη τὴν ἑτέραν τῶν ἀντιφασκουσῶν ἀλλήλαις κατὰ τὸν μέλλοντα χρόνον καθ’ ἕκαστα καὶ ἐνδεχομένων προτάσεων ὡρισμένως τὴν μὲν ἑτέραν ἀληθεύειν τὴν δὲ ἑτέραν ψεύδεσθαι, ὡς αὐτόθεν ἑπομένου τοῦ ἀναιρεῖσθαι διὰ τὰ προειλημμένα τὸ ἐνδεχόμενόν3 φησιν οὐδὲν ἄρα οὔτε ἔστιν οὔτε γίνεται οὔτε ἀπὸ τύχης οὔτε ὁπότερ’ ἔτυχε, διὰ τοῦ ἄρα σημαίνων ὡς ἐκ τῆς ἀνάγκης τῶν προειλημμένων ἀναιρεῖσθαι συμβαίνει τὸ ἐνδεχόμενον.

“因为如果说它是白或不是白是真实的,那么它必然是白或不是白,而且如果它是白或不是白,那么肯定或否定它曾经是真实的;如果它不存在,他就说了假话,如果他说了假话,它就不存在;因此肯定或否定必然是真的或假的。所以没有任何事物凭机遇或按偶然发生的方式存在或生成,也不会将存在或将不存在,而是一切都出于必然性,而不是按偶然发生的方式;因为要么肯定者将说真话,要么否定者将说真话;因为否则它就会同样地生成或不生成;因为按偶然发生的事物是如此或将是如此,绝不比不是如此[或将不是如此]有更多的可能性。” 亚里士多德意图强化上述辅助前提,即事物的存在伴随言论的真实,事物的不存在伴随虚假,便通过事例展示这一情况确实如此,因为事例向来能使没有事例而作的论说更加明晰。因此,因果连词“因为”在“因为如果说……是真实的”中被采用,是为了指明现在所说内容的补充,即它们包含了对上述定理的论证。他说,如果就某物(例如这件斗篷)说它是白的是真实的,那么它必然是白的;如果[说它]不是白的,那么它必然不是白的。随后,他通过这些话在上述内容之上有所增补,要求该辅助前提自身能够换位;我是说,不仅事物的存在必然伴随说真话的言论,而且言论的真实也必然伴随事物的存在。因此他说,“而且如果它是白或不是白,那么肯定或否定它曾经是真实的”,同时通过不说“肯定它是真实的”而说“曾经是真实的”来教导我们——这一点他将在接下来的部分中清楚地补充——:不仅在事物产生结局并实际存在的那个时间本身,关于它们说如其所是那样是真实的,而且在结局之前,关于它们的预先断言也是真实的;他必然预先设定这一点,是将其视为对自己取消偶真之物是有用的,并且正如我们将要学到的,它支撑着整个论击的力量。因此,他仿佛从三段论中推导出这一点,随后引入了“因此肯定或否定必然是真的或假的”,显然其中言外补充了“以确定的方式”。这也是理所当然的;因为如果白的事物要么存在要么不存在是必然的,且除这些之外别无可能,而在它存在时,关于它预先作出的肯定是确定为真的,而在它不存在时,否定是确定为真的,那么他如同引入紧随上述内容的结论一样引入“因此肯定或否定必然是真的或假的”,就是完全合理的。在指明了言论的真实与事物的存在相互换位之后,在引入上述结论之前,他在这之间通过“如果它不存在,他就说了假话,如果他说了假话,它就不存在”补充说明,言论的虚假与事物的不存在也相互换位。 因此,在这些条件成立的情况下,他从上述论点中得出:在针对将来时间互相矛盾的个别且偶真的命题中,必然是一方以确定的方式说真话,而另一方说假话;他认为通过预设的前提取消偶真之物是直接随之而来的,因而说“所以没有任何事物凭机遇或按偶然发生的方式存在或生成”,通过“所以”表明:从预设前提的必然性出发,取消偶真之物乃是必然发生的。

语法注3 条
  1. 1.27ἀληθὲς ἦν φάναι ἢ ἀποφάναι

    正如阿摩尼乌斯所指出的,亚里士多德使用了未完成过去时 ἦν 而非现在时 ἀληθές ἐστι。这一时态选择表明了时间上的先在性,用以说明在事物实际发生或不发生之前所作出的预断(προρρηθῆναι)已经为真,而非仅仅在事物实现的那一刻才为真。

  2. 1.27προσυπακουμένου δηλονότι τοῦ ἀφωρισμένως

    独立属格结构。中性定冠词 τοῦ 与副词 ἀφωρισμένως 结合构成实质化的名词短语,作为属格主语,意为“‘以确定的方式’这一说法”。这表明尽管亚里士多德在结论中未明文写出,但从论证语境来看,必须言外补出这一限定条件。

  3. 1.27ὡς αὐτόθεν ἑπομένου τοῦ ἀναιρεῖσθαι διὰ τὰ προειλημμένα τὸ ἐνδεχόμενόν

    带有 ὡς 的独立属格结构,用以表示说话者的主观假定或推论依据。属格主语是带有冠词的不定词短语 τοῦ ἀναιρεῖσθαι ... τὸ ἐνδεχόμενον(“偶真之物被取消”),副词 αὐτόθεν(“直接地/立刻”)修饰 ἑπομένου。该结构概括了亚里士多德据以推导出“所以没有任何事物……”(οὐδὲν ἄρα...)的前提依据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:140.22-141.37