← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§139.21-140.21

依据命题真伪与事件必然性建构决定论

阿摩尼奥斯解释了亚里士多德在关于未来偶真事物的矛盾对立中,如何先行建构取消偶真之物的决定论立场,阐明言论的真伪与事物的必然性或不可能性的随伴关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.26

" Εἰ γὰρ πᾶσα κατάφασις ἢ ἀπόφασις ἀληθὴς ἢ ψευδής, καὶ ἅπαν ἀνάγκη ὑπάρχειν ἢ μὴ ὑπάρχειν· εἰ δὴ ὁ μὲν φήσει ἔσεσθαί τι ὁ δὲ μὴ φήσει τὸ αὐτὸ τοῦτο, δῆλον ὅτι ἀνάγκη ἀληθεύειν τὸν ἕτερον αὐτῶν, εἰ πᾶσα κατάφασις ἢ ἀπόφασις ἀληθὴς ἢ ψευδής· ἄμφω γὰρ οὐχ ὑπάρξει ἅμα ἐπὶ τοῖς τοιούτοις." Βούλεται μὲν διὰ τούτων παραστῆναι τῇ δόξῃ τῇ ἀναιρούσῃ τὸ ἐνδεχόμενον, ἵνα ὡς οἷόν τέ ἐστι κρατυνθεῖσαν αὐτὴν διελέγξῃ, τοὺς δὲ προισταμένους ταύτης τῆς δόξης διὰ τούτων ὑποκρινόμενος ὥσπερ λημμάτιόν τι πρῶτον λαμβάνει, ὅτι τῇ μὲν ἀληθείᾳ τῶν λόγων ἕπεσθαι ἀνάγκη τὴν ὕπαρξιν τῶν πραγμάτων, τῷ δὲ ψεύδει τὴν ἀνυπαρξίαν, ὅπερ αὐτῷ βούλεται τὸ εἰ γὰρ πᾶσα κατάφασις ἢ ἀπόφασις ἀληθὴς ἢ ψευδής, καὶ ἅπαν ἀνάγκη ὑπάρχειν1 ἢ μὴ ὑπάρχειν. ἔπειτα ὁρμᾶται μὲν ἀπὸ τοῦ ἀξιώματος τῆς ἀντιφάσεως λέγων ὅτι ἀνάγκη τῶν καθ’ ἕκαστα καὶ ἐνδεχομένων προτάσεων ἐπὶ τοῦ μέλλοντος χρόνου λαμβανομένων τὴν ἑτέραν ἀληθεύειν, ἐπειδὴ οὔτε ἀμφοτέρας ἅμα ψεύδεσθαι οὔτε ἀληθεύειν ἀμφοτέρας ἅμα δυνατόν. τούτων δὲ τὸ μὲν ὅτι οὐκ ἀληθεύουσιν ἄμφω λέγεται σαφῶς ἐν τούτοις διὰ τοῦ ἄμφω γὰρ οὐχ ὑπάρξει ἅμα ἐπὶ τοῖς τοιούτοις, τοῦτ’ ἔστιν αἱ γὰρ τοιαῦται προτάσεις οὐ πείσονται τὸ αὐτὸ ταῖς ἀπροσδιορίστοις ταῖς ἐπὶ τῆς ἐνδεχομένης ὕλης λαμβανομέναις (ἐκείνας μὲν γὰρ συναληθεύειν ἐλέγομεν, ταύτας δὲ συναληθεύειν ἀδύνατον, ἵνα μὴ τὸ αὐτὸ ἅμα τῷ αὐτῷ καὶ ὑπάρχῃ καὶ μὴ ὑπάρχῃ, οἷον τῷ Σωκράτει καὶ τὸ λούσασθαι τῇ ἑξῆς καὶ τὸ μὴ λούσασθαι), τὸ δὲ ὅτι οὐδὲ ψεύδεσθαι αὐτὰς ἅμα δυνατόν, ἐν τοῖς ἐφεξῆς προσθήσει. τούτων οὖν ἀνῃρημένων καὶ διὰ τούτου κατεσκευασμένου τοῦ διαιρεῖν αὐτὰς τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ὅτι καὶ ὡρισμένως, φησί, τοῦτο ποιοῦσιν ἐπιδείξομεν,2 εἰ δύο τινὰς οἷον μαντεύεσθαι προσποιουμένους λάβοιμεν περί τινος τῶν καθ’ ἕκαστα προλέγειν πειρωμένους οἷον ἀρρώστου, τὸν μὲν ὅτι ὑγιανεῖ τὸν δὲ ὅτι οὐχ ὑγιανεῖ· δῆλον γὰρ ὅτι τὸν μὲν ἕτερον αὐτῶν ἀληθεύειν ἀνάγκη τὸν δὲ ἕτερον ψεύδεσθαι. εἰ μὲν οὖν ὁ λέγων ὑγιανεῖν αὐτὸν ἀληθεύοι, ἀνάγκη αὐτὸν ὑγιᾶναι (προείληπται γὰρ ὅτι τῇ ἀληθείᾳ τῶν λόγων ἕπεται πάντως ἡ ἔκβασις τῶν πραγμάτων), εἰ δὲ ὁ τὴν ἀπόφασιν εἰπὼν ἀληθεύοι, δῆλον ὅτι ἀδύνατον αὐτὸν ὑγιᾶναι· ὥστε ἢ ἀναγκαίως ἐκβήσεται τὸ πρᾶγμα ἢ ἀδύνατον ἕξει τὴν ἔκβασιν· ἀνῄρηται ἄρα τὸ ἐνδεχόμενον.

“因为如果每一个肯定或否定都是真的或假的,那么一切事物也必然存在或不存在;因此,如果一人断言某事将发生,而另一人否定这同一件事,显然他们中必有一人说真话,如果每一个肯定或否定都是真的或假的;因为在这些情况下,两者不会同时存在。” 他意图通过这些话来支持取消偶真(或然)之物的观点,以便在该观点被尽可能强化后加以驳斥;他通过这些话扮演这一观点的支持者,把言论的真实必然伴随事物的存在、而虚假必然伴随事物的不存在,当作某种第一辅助前提来采用;这正是他在“因为如果每一个肯定或否定都是真的或假的,那么一切事物也必然存在或不存在”中所意指的。随后,他从矛盾律出发,指出在针对将来时间所取的个别且偶真的命题中,必然有一方说真话,因为两者既不可能同时为假,也不可能同时为真。在这些论点中,关于两者不同时为真这一点,在此处通过“因为在这些情况下,两者不会同时存在”明确表述,这就是说:这类命题不会与偶真质料上所取的无规定命题遭受同样的遭遇(因为我们曾说那些命题同时为真,但这些命题却不可能同时为真,以免同一事物在同一时间对同一主体既存在又不存在,例如对苏格拉底而言,次日洗浴和不洗浴两者[同时成立]);至于它们不可能同时为假这一点,他将在接下来的部分中补充。因此,当这些都被排除,且由此确立了命题分割真与假之后,他说:“我们将证明它们也是以确定的方式做出此点的,如果我们设定两个人仿佛自命预言、试图对某个别事物进行预言,例如对一个病人,一人说他将康复,另一人说他将不康复”;因为显然他们中必有一人说真话,而另一人说假话。因此,如果说他将康复的人说真话,那么他康复就是必然的(因为已预先假定事物的结局必然跟随言论的真理),而如果说出否定的人说真话,显然他康复就是不可能的;因此事物要么必然出现,要么结局是不可能的;所以偶真之物就被取消了。

语法注2 条
  1. 1.26ὅπερ αὐτῷ βούλεται τὸ εἰ γὰρ πᾶσα κατάφασις ἢ ἀπόφασις ἀληθὴς ἢ ψευδής, καὶ ἅπαν ἀνάγκη ὑπάρχειν ἢ μὴ ὑπάρχειν

    关系代名词 ὅπερ 的先行词是前述的 ὅτι 从句(言论的真伪伴随事物的存在或不存在)。βούλεται 作动词,以引文 τὸ εἰ γὰρ... 作主语,并带与格 αὐτῷ,构成惯用结构,意为“这就是他在‘因为如果……’一语中所要表达的意思”。

  2. 1.26τούτων οὖν ἀνῃρημένων καὶ διὰ τούτου κατεσκευασμένου τοῦ διαιρεῖν αὐτὰς τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ὅτι καὶ ὡρισμένως, φησί, τοῦτο ποιοῦσιν ἐπιδείξομεν

    句首由两个独立属格构成(τούτων ἀνῃρημένων 以及 κατεσκευασμένου τοῦ διαιρεῖν...,“在这些被排除且确立了命题分割真假之后”)。随后主句中,主动词 ἐπιδείξομεν 的宾语从句(ὅτι καὶ ὡρισμένως... τοῦτο ποιοῦσιν)被前置(hyperbaton 倒置)。φησί(他说)是注解者用来标示亚里士多德立论声音的插入语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:139.21-140.21