← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§138.10-139.20

现在过去与将来单称命题中的真假分割

阿摩尼奥斯回到对《解释篇》第9章(18a28)的注解,根据亚里士多德的文句解释道:过去和现在的命题以及其他矛盾对立形式确定地分割真假,而将来的单称命题在可能质料中被取用时,则仅“不确定地”分割真假。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.25#7

ἀλλὰ τούτων μὲν ἅλις. Ἐπανάγοντες δὲ τὸν λόγον ἐπὶ τὴν ἐξήγησιν τῶν ὑπὸ τοῦ Ἀριστοτέλους ἐν τούτοις λεγομένων πρῶτον μὲν ἀκόλουθα εἶναι φήσομεν τὰ διὰ τούτων παραδιδόμενα τοῖς ὀλίγῳ πρότερον εἰρημένοις· ἐλέγετο γὰρ προσεχῶς περὶ ἀντιθέσεως καταφάσεώς τε καὶ ἀποφάσεως οὐκ ἀεὶ διαιρουσῶν τό τε ἀληθὲς καὶ τὸ ψεῦδος· τούτοις οὖν ἀκολούθως προστίθησι ποία κατάφασις πρὸς ποίαν ἀπόφασιν ἀντίκειται οὕτως ὥστε διαιρεῖν μὲν αὐτὰς ἀεὶ τό τε ἀληθὲς καὶ τὸ ψεῦδος, οὐ μέντοι ἀφωρισμένως ἀλλ’ ἀορίστως.1 παραδίδωσι δὲ πρῶτον μὲν τὰ κοινῶς ὑπάρχοντα ταῖς τε διαγωνίοις ἀντιφάσεσι καὶ τῇ τῶν καθ’ ἕκαστα, λέγων ὅτι πάσαις αὐταῖς ὑπάρχει τὸ ἀφωρισμένως ταῦτα μερίζειν κατὰ τὸν ἐνεστῶτα χρόνον καὶ τὸν παρῳχηκότα (τοῦτο γάρ ἐστι τὸ ἐπὶ τῶν ὄντων καὶ γενομένων τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθῆ ἢ ψευδῆ εἶναι), πρότερον μὲν ὅτι ταῖς διαγωνίοις τοῦτο ὑπάρχει διδάσκων, ἃς καθόλου ὡς καθόλου προσηγόρευσεν, ὡς ἐχούσας τὴν ἑτέραν τῶν προτάσεων καθόλου, ἔπειτα προστιθεὶς ὅτι καὶ ἐπὶ τῶν καθ’ ἕκαστα προτάσεων τὸ αὐτὸ συμβαίνει, ὅπερ καὶ ἐπὶ τῶν διαγωνίων· τοῦτο γὰρ βούλεται τὸ ὥσπερ εἴρηται. ἐπισημαινόμενος δὲ ὅτι τῶν ἀπροσδιορίστων προτάσεων κατὰ τὴν ἐνδεχομένην ὕλην λαμβανομένων οὐκ ἀνάγκη τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ εἶναι, ἔπειτα ἐπάγων τὴν κατὰ τὸν μέλλοντα χρόνον διαφορὰν τῶν καθ’ ἕκαστα προτάσεων πρὸς τὰ λοιπὰ τῶν ἀντιφάσεων εἴδη διὰ τοῦ λέγειν ἐπὶ δὲ τῶν καθ’ ἕκαστα καὶ μελλόντων οὐχ ὁμοίως,2 καὶ ἐνδεικνύμενος ἡμῖν διὰ τούτων ὡς αἱ μὲν ἄλλαι προτάσεις, αἵ τε διαγώνιοι καὶ αἱ ἀπροσδιόριστοι, οὕτως ἔχουσι κατὰ τὸν μέλλοντα χρόνον, ὥσπερ εἶχον κατά τε τὸν ἐνεστῶτα χρόνον καὶ τὸν παρεληλυθότα, αἱ δὲ καθ’ ἕκαστα οὐκέτι (πάνυ δὲ ἀκριβῶς τὸ ἴδιον τῶν προτάσεων, περὶ ὧν ὁ λόγος, ἀφοριζόμενος ἐπὶ τῶν καθ’ ἕκαστα καὶ μελλόντων εἶπε διὰ τοῦ μελλόντων τὸ ἐπὶ τῆς ἐνδεχομένης ὕλης λαμβανόμενον σημαίνων· ἄλλο γὰρ ἐστιν, ὡς αὐτὸς ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς διορίζεται, τὸ μέλλον παρὰ τὸ ἐσόμενον,3 καὶ τὸ μὲν ἐσόμενον τὸ πάντως ἐκβησόμενον σημαίνει, ὡς ὅταν εἴπωμεν ‘ἔσται χειμὼν ἢ θέρος ἢ ἔκλειψις’, τὸ δὲ μέλλον τὸ καὶ ἐκβῆναι καὶ μὴ ἐκβῆναι δυνάμενον, οἷον ‘μέλλω βαδίζειν, μέλλω πλέειν’)· ἐνδεικνύμενος οὖν ὅτι κατὰ μὲν τὰς ἄλλας ὕλας, τήν τε ἀναγκαίαν καὶ τὴν ἀδύνατον, ὁμοίως ἔχουσιν αἱ καθ’ ἕκαστα προτάσεις, ὥσπερ ἐπὶ τοῦ προλαβόντος χρόνου καὶ τοῦ ἐνεστῶτος οὕτω δὲ καὶ ἐπὶ τοῦ μέλλοντος κατὰ τὸ ἀφωρισμένως διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, κατὰ δὲ τὴν ἐνδεχομένην οὐκέτι, καίτοι τῶν ἄλλων πασῶν ἀντιφάσεων καὶ ἐπὶ ταύτης τῆς ὕλης ὁμοίως ἐχουσῶν εἰς τὸν μέλλοντα χρόνον ὥσπερ καὶ ἐπὶ τῶν λοιπῶν, προστέθεικε τὸ οὐχ ὁμοίως, ἅμα διὰ τούτου σημαίνων κατὰ τί αὗται οὐκέτι ὁμοίως ἔχουσιν ἐπὶ τῆς εἰρημένης ὑποθέσεως λαμβανόμεναι, ὅτι διαιροῦσι μὲν πάντως τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, οὐ μέντοι ἀφωρισμένως ἀλλ’ ἀορίστως· ἀνάγκη μὲν γὰρ τὸν Σωκράτην λούσασθαι ἢ μὴ λούσασθαι αὔριον, καὶ οὔτε ἄμφω οὔτε μηδέτερον γενέσθαι δυνατόν· πότερον δὲ τούτων ἔσται τὸ ἀληθές, οὐχ οἷόν τε γνῶναι πρὸ τῆς τοῦ πράγματος ἐκβάσεως, εἴπερ ἑκάτερον αὐτῶν καὶ γενέσθαι καὶ μὴ γενέσθαι δι’ αὐτὴν τὴν τοῦ ἐνδεχομένου φύσιν ἐγχωρεῖ. τοῦτο οὖν βραχέως ἐνεδείξατο ἡμῖν διὰ τοῦ εἰπεῖν οὐχ ὁμοίως.

关于这些便到此为止。将论述引回到亚里士多德在这些字句中所言的解释上,我们首先要说,通过这些字句所传授的,与不久前所说的是紧密相承的;因为刚才所谈论的是并不总是分割真与假的那种肯定与否定的对立;因此,他顺着这些补充说明了,究竟何种肯定与何种否定相对立,以至于它们总是分割真与假,然而不是确定地、而是不确定地分割。他首先传授了对角线矛盾对立与单称命题矛盾对立所共有的特征,指出对于所有这些命题而言,在现在时和过去时中确定地划分这些都属于它们(因为“对于现存的和已经生成的事物而言,肯定或否定是真或是假”指的就是这一点),他先是教导说这属于对角线对立——他将这种对立称为“作为全称的全称”,因为其具有命题之一作为全称命题——随后补充说,对于单称命题也发生与对角线对立中完全相同的情况;因为“如前所述”正是这个意思。在指出当无规定命题在可能质料中被取用时,并不必然是一真一假之后,他接着通过说“但对于个别和将来的事物则并非同样如此”,引入了单称命题在将来时中相对于矛盾对立的其余种类的差异,并通过这些向我们表明:虽然其他命题——即对角线对立和无规定命题——在将来时中的情况就像它们在现在时和过去时中的情况一样,但单称命题却不再如此(而他极其精确地界定了所论命题的特有属性,说“对于个别和将来的事物”,通过“将来的事物”来表示在可能质料中被取用的事物;因为正如他自己在《论生成与消灭》中所明确区分的,将要发生之物与必定存在之物是不同的,必定存在之物表示无论如何必将发生之物,如当我们说“将有冬天或夏天或交食”时;而将要发生之物则表示既能发生也能不发生之物,例如“我将要散步,我将要航海”);因此,在表明单称命题在其他质料中(即必然质料和不可能质料中),正如在过去时和现在时中一样,在将来时中在确定地分割真与假方面也是处于同样的状态,而在可能质料中则不再如此(尽管所有其余的矛盾对立即使在这种质料中,关于将来时也像在其余质料中一样处于同样状态)之后,他补充了“并非同样如此”,同时借此表明,当这些命题在所述假设下被取用时,它们在何种意义上不再处于同样状态:即它们无论如何都分割真与假,然而并非确定地、而是不确定地分割;因为苏格拉底明天必然要么洗澡要么不洗澡,并且既不可能两者都发生,也不可能两者都不发生;但这二者之中哪一个是真的,在事情的结局之前是不可能知晓的,既然确实由于可能之物自身的本性,它们之中的每一个既可能发生也可能不发生。因此,他通过说“并非同样如此”,向我们简要地指明了这一点。

语法注3 条
  1. 1.25οὐ μέντοι ἀφωρισμένως ἀλλ’ ἀορίστως

    成对出现的样态副词 ἀφωρισμένως(“确定地”)与 ἀορίστως(“不确定地”)修饰动词 διαιροῦσι(“分割”)。这表明矛盾对立对真假的划分本身虽然普遍成立,但在两端之中哪一端为真在事前是否确定已定。

  2. 1.25ἐπισημαινόμενος δὲ ... ἐνδεικνύμενος οὖν ... προστέθεικε τὸ οὐχ ὁμοίως

    这是一个长周期句:分词 ἐπισημαινόμενος、ἐπάγων 与 ἐνδεικνύμενος 并列,在夹入长插入成分(πάνυ δὲ ἀκριβῶς ... μέλλω πλέειν)后,通过带有复述小词 οὖν 的分词 ἐνδεικνύμενος οὖν 重新接续,最终由主动词 προστέθεικε 支配。

  3. 1.25ἄλλο γάρ ἐστιν ... τὸ μέλλον παρὰ τὸ ἐσόμενον

    介词 παρὰ 支配宾格,与表示差异的形容词 ἄλλο 连用,表示“与……不同/相异”,用以引出“将要发生之物(tò méllon)”与“必定存在之物(tò esómenon)”之间的概念区分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:138.10-139.20