← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§136.25-138.10

神谕的解释与对决定论荒谬性的反驳

安摩尼乌阐明,可能事件并不会仅仅因为诸神的确定知晓就变为必然,借助叙利亚诺化解了基于模糊神谕的质疑,并揭示了一切必然论无法自圆其说地解释反对必然论之意见存在的荒谬性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.25#6

καὶ οὐ χρὴ νομίζειν ὅτι ἀναγκαίαν ἕξει τὴν ἔκβασιν ἃ λέγομεν ἐνδεχόμενα διὰ τὸ ὑπὸ θεῶν γινώσκεσθαι ὡρισμένως· οὐ γὰρ διότι γινώσκουσιν αὐτὰ οἱ θεοί, διὰ τοῦτο ἀναγκαίως ἐκβήσεται, ἀλλ’ ἐπειδὴ φύσιν ἔχοντα ἐνδεχομένην καὶ ἀμφίβολον πέρας ἕξει πάντως ἢ τοῖον ἢ τοῖον, διὰ τοῦτο τοὺς θεοὺς εἰδέναι ἀναγκαῖον ὅπως ἐκβήσεται. καὶ ἔστι τὸ αὐτὸ τῇ μὲν φύσει τῇ ἑαυτοῦ ἐνδεχόμενον, τῇ δὲ γνώσει τῶν θεῶν οὐκέτι ἀόριστον ἀλλ’ ὡρισμένον. δῆλον δὲ ὅτι καὶ τῇ ἡμετέρᾳ γνώσει δυνατὸν ὡρισμένως ποτὲ γινώσκεσθαι τὸ ἐνδεχόμενον, ὅτε οὐδὲ κυρίως ἔτι ἐστὶν ἐνδεχόμενον ἀλλ’ ἐξ ἀνάγκης ἀκολουθεῖ τοῖς προηγησαμένοις αἰτίοις τῆς ἑαυτοῦ γενέσεως· τὴν γοῦν σφαῖραν τὴν ἠρεμοῦσαν ἐν παραλλήλῳ τῷ ὁρίζοντι ἐπιπέδῳ δυνατὸν μὲν τοῦ ἐπιπέδου τὴν αὐτὴν ἔχοντος θέσιν κινεῖσθαί τε ὑπό τινος καὶ μή, τοῦ μέντοι ἐπιπέδου κλιθέντος μὴ κινηθῆναι ἀδύνατον. διὰ ταῦτα καὶ τοὺς ἰατροὺς ὁρῶμεν ὁτὲ μὲν οὐδὲν θαρροῦντας ἀποφαίνεσθαι περὶ τῶν ἀρρώστων εἴτε ὑγιανοῦσιν εἴτε φθαρήσονται, ὡς ἂν ἐνδεχομένων ὄντων ἀμφοτέρων, ποτὲ δὲ ἀνενδοιάστως περὶ τοῦ ἑτέρου τούτων ὡς τῷ ἀρρώστῳ πάντως τι ὑπάρξοντος1 ἀποφαινομένους. Ἐπεὶ δέ τινες θρασύτερον ἀναστρεφόμενοι περὶ τὴν ζήτησιν τοῦ προκειμένου θεωρήματος οἴονται δεικνύναι μηδὲ τοῖς θεοῖς ὡρισμένην ὑπάρχουσαν γνῶσιν τῶν ἐνδεχομένων χρησμοὺς παράγοντες ἡμῖν περὶ τῶν μελλόντων ἀμφιβόλως ἀποφηναμένους, ῥητέον πρὸς αὐτούς, ἅπερ ὁ μέγας φησὶ Συριανός, ὅτι πρῶτον μὲν ἐφιστάνειν ἐχρῆν ὡς ἄλλη μέν ἐστιν ἡ τῶν θεῶν γνῶσις καὶ νόησις ἑτέρα δὲ ἡ τῆς προφήτιδος ἐνέργεια, κινηθείσης μὲν ἐκ θεοῦ τεκούσης δὲ ἐν αὐτῇ καὶ λόγον μεριστὸν καὶ μέτρα καὶ γνῶσιν ἀμφίβολον· οὐ γὰρ δὴ τὸ ἐλλαμπόμενον τοιοῦτόν ἐστιν οἷον τὸ ἐλλάμπον. ἔπειτα δὲ ὅτι καὶ τοῦ συμφέροντος ἕνεκεν τῶν ἀκουόντων πολλάκις ἀμφίβολοι δίδονται χρησμοὶ τὴν διάνοιαν αὐτῶν γυμνάζοντες· χρῶνται γὰρ ἡμῖν ὡς αὐτοκινήτοις οἱ θεοὶ καὶ τοῦτον τὸν τρόπον τὰ περὶ ἡμᾶς κυβερνῶσι καὶ πάντα ἡμῖν κατὰ τὴν ἡμῶν αὐτῶν ἀξίαν ἀπονέμουσιν. ἀλλὰ ταῦτα μὲν ἴσως καὶ τολμηρὰ καὶ τῶν προκειμένων εἰς ἐξέτασιν μακρὰν ἀποπλανώμενα· ὅλως δὲ ὁ πάντα ἀναγκάζων λόγος πότερον καὶ αὐτὸ τοῦτο ἐξ ἀνάγκης συμβαίνειν τοῖς ἀνθρώποις φησί, τὸ λέγειν ὅτι πάντα ἠνάγκασται, ἢ ἐφ’ ἡμῖν κεῖσθαι τὰς περὶ τοῦ τρόπου τῆς γενέσεως τῶν πραγμάτων δόξας; εἰ μὲν γὰρ τὸ δεύτερον ἀληθές, οὐκ ἄρα πάντα ἐξ ἀνάγκης· εἰ δὲ τὸ πρότερον, πῶς δοξάζουσί τινες τὸ ἀντικείμενον, ὅτι πολλά ἐστιν ἐφ’ ἡμῖν; τὸ γὰρ ὑπὸ τῆς φύσεως τῆς πάντα ἀναγκαζούσης, ὡς ὁ ἐκείνων λόγος, κινεῖσθαι παρὰ φύσιν ἡμᾶς ἐπὶ τὸ καταψηφίζεσθαι τῶν ὑπ’ αὐτῆς γινομένων παντελῶς ἄλογον2 καὶ παραπλήσιον ὡς εἴ τις ἰατρικὴν τέχνην διδάσκων δι’ αὐτοῦ τούτου παρεσκεύαζε τοὺς διδασκομένους τὰς ἀρχὰς τῆς τέχνης ἧς μετῄεσαν ἀναιρεῖν, καίτοι τὸν μὲν τεχνίτην εἰκὸς ποιῆσαί τι τῶν παρὰ τὴν τέχνην, οὐ καθ’ ὃ τοιοῦτος, οἷον τὸν ἰατρὸν δοῦναι φθόριον ἢ δηλητήριον, ἅτε ψυχὴν αὐτοκίνητον ἔχοντα καὶ τῆς τέχνης μηδὲν συντελούσης πρὸς αὐτὴν τῆς ψυχῆς τὴν τελειότητα τοῦ δὲ σώματος ἢ τῶν ἐκτὸς ἐπιμελουμένης, τὴν μέντοι φύσιν ὑπεναντίον τι τῷ οἰκείῳ τέλει ποιεῖν ἀμήχανον. οὐ μὴν οὐδ’ ὥσπερ τῶν τεράτων, οὕτω καὶ τῶν δοξῶν πλεονεξίαν τῆς ὕλης ἢ ἔνδειαν αἰτιασόμεθα· οὔτε γὰρ πλάττειν αὐτοῖς βουλομένοις ῥᾴδιον ἀποδοῦναι τῶν διαφόρων δοξῶν ἐκ τῆς κατὰ τὴν ὕλην διαφορᾶς τὰς αἰτίας οὔτε πάντων ἔτι τὴν εἱμαρμένην αἰτίαν εἶναι ὁμολογήσουσιν.

并且不应认为,我们称为可能之事的东西,会因为被诸神确定地知晓而具有必然的结局。因为并不是由于诸神知晓它们,由此便必然发生;而是因为具有可能的和双向的本性之物,无论如何必定具有或是这样或是那样的结局,正因如此,诸神必然知晓它将如何发生。并且同一事物,依其自身的本性而言是可能的,而依诸神的知识而言则不再是不确定的,而是确定的。显然,通过我们的知识,可能之事有时也能够被确定地知晓,即当它不再严格是可能的、而是必然依随于其自身生成的先行原因时;例如,静止于与地平线平行的平面上的球体,在平面保持同一位置时,确实既可能被某物推动也可能不被推动,然而一旦平面倾斜,不被推动则是不可能的。基于这些原因,我们也看到医生们有时对病人完全不敢断言是痊愈还是死亡,仿佛二者皆属可能;而有时则对其中之一毫不犹豫地断言,仿佛这无论如何必将属于病人。 然而,既然有些人对于摆在面前的命题的探讨表现得相当大胆,以为能够证明连诸神对可能之事也没有确定的知识,向我们引出关于未来做出模棱两可宣告的神谕,那么就必须对他们说出伟大的叙利亚诺所说的话:首先,应当注意到,诸神的知识与理智思维是一回事,而女先知的活动则是另一回事,她虽受神推动,却在自身之中也产生了可分的理性原则、尺度以及模棱两可的知识;因为受照耀之物绝非与照耀之物相同。其次,模棱两可的神谕往往也是为了听众的益处而赐予的,以锻炼他们的理智;因为诸神将我们视为自主运动者来对待,以这种方式掌管我们的事务,并按照我们自身的配享向我们分配一切。 不过,这些说法或许既是大胆的,又远远偏离了摆在面前供审查的论题。总的来说,将一切必然化的论辩,究竟是主张“断言一切已被必然化”这件事情本身对于人类也是出于必然发生的,还是主张关于事物生成方式的诸意见取决于我们自身?因为如果后者为真,那么并非一切都出于必然;如果前者为真,为何有些人却持有相反的意见,认为许多事情取决于我们自身?因为,按照他们的论辩,由必然化一切的自然推动我们做出反乎本性的举动,去对由它所生成的事物做出否决判决,这是完全荒谬的,正如若有人教授医术,却恰恰通过这一手段使受教者准备去摧毁他们所从事的那门技术的原则一样——尽管技艺人做出某种反乎技艺之事是合理的,但并非就其作为技艺人而言(例如医生给出堕胎药或毒药,因为他拥有自主运动的灵魂,而技艺对灵魂自身的完满性毫无贡献,只是照料身体或外在之物),然而自然做出与其固有目的相反之事则是绝无可能的。再者,我们绝不能像对待怪胎那样,同样将诸意见归咎于质料的过剩或不足;因为即使他们想要凭空捏造,也绝不容易从质料上的差异中说明各种不同意见的原因,而且他们也将不再承认命运是一切的原因。

语法注2 条
  1. 1.25ὡς τῷ ἀρρώστῳ πάντως τι ὑπάρξοντος

    由 ὡς 引导的分词结构,属格将来分词 ὑπάρξοντος 与前文 περὶ τοῦ ἑτέρου τούτων 中的 τοῦ ἑτέρου 一致(不定代词 τι 为副词性宾格),表示医生主观上的判断或确信依据(“仿佛这无论如何必将属于病人”)。它起到了补充说明主要分词句中 περὶ τοῦ ἑτέρου τούτων(关于这二者之一)所作断言之内容的作用。

  2. 1.25τὸ γὰρ ὑπὸ τῆς φύσεως τῆς πάντα ἀναγκαζούσης, ὡς ὁ ἐκείνων λόγος, κινεῖσθαι παρὰ φύσιν ἡμᾶς ἐπὶ τὸ καταψηφίζεσθαι τῶν ὑπ’ αὐτῆς γινομένων παντελῶς ἄλογον

    带冠词的不定词短语 τὸ ... κινεῖσθαι παρὰ φύσιν ἡμᾶς ἐπὶ τὸ καταψηφίζεσθαι τῶν ὑπ’ αὐτῆς γινομένων 整体充当表语形容词 ἄλογον 的主语(省略了系动词 ἐστί)。在这一长句主语内部,多层嵌套了施事介词短语 ὑπὸ τῆς φύσεως 及其修饰分词 τῆς πάντα ἀναγκαζούσης、插入句 ὡς ὁ ἐκείνων λόγος、不定词的主格宾格 ἡμᾶς,以及表示目的的介词短语 ἐπὶ τὸ καταψηφίζεσθαι 及其所统辖的宾格性属格 τῶν ὑπ’ αὐτῆς γινομένων。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:136.25-138.10