- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:135.1-136.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯提出了一个难题:如果诸神确定地知晓未来的可能之事,就会导致决定论;如果不了解,就会否定诸神的知与护佑。他依据伊安布利柯的教导解决此难题,指出知识作为知者的活动并不受制于对象的等阶,因而诸神以自身优越、不可变且永恒的知识,确定地知晓不确定的可能之事。
εἰ δὲ γινώσκουσιν οἱ θεοὶ τὰ ἐνδεχόμενα καὶ ὡρισμένως γινώσκουσιν, ἵνα μή, ὅπερ ἐλέγομεν, ἀόριστον αὐτῶν ποιῶμεν τὴν γνῶσιν, καὶ ἴσασιν ὅτι μόνον τὸ ξύλινον τεῖχος σώσει τὰς Ἀθήνας ἐκ τῶν βαρβαρικῶν κινδύνων καὶ ἡ θεία Σαλαμὶς ἀπολεῖ τὰ τέκνα τῶν γυναικῶν καὶ ὁ Κροῖσος τὸν Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει καὶ ὁ Λάϊος παιδοποιῶν ἄρδην ἀνατρέψει πᾶσαν ἑαυτοῦ τὴν οἰκίαν, δῆλον ὅτι οὐχ οἷόν τε ταῦτα μὴ ἐκβαίνειν, εἰ δὲ μή, ψεύδεσθαι αὐτοὺς ἀναγκαῖον.1 δυοῖν οὖν θάτερον, ἢ πάντα ἀναγκαίως καὶ ὡς ὑπὸ τῶν θεῶν γινώσκεταί τε καὶ προλέγεται φήσομεν ἐκβαίνειν καὶ τὸ ἐνδεχόμενον ὄνομα ἔσται κενόν, ἢ οὔτε γινώσκεσθαι ὑπὸ τῶν θεῶν οὔτε προνοεῖσθαι τὰ τῇδε φήσομεν· ἀλλὰ μὴν τοῦτο ἀδύνατον· οἴχεται ἄρα τὸ ἐνδεχόμενον. Πρὸς τοῦτον οὖν τὸν λόγον δυσαντίβλεπτον, ὅπερ ἐλέγομεν, ὄντα καὶ ὑπ’ αὐτῆς δοκοῦντα τῆς ἐναργείας κρατύνεσθαι, ὡς αἱ τῶν μαντειῶν προρρήσεις δηλοῦσιν, ἀπαντῶντες ἡμεῖς κατὰ τὴν τοῦ θείου Ἰαμβλίχου ὑφήγησιν, τὰ διάφορα μέτρα τῶν γνώσεων διαιρεῖν ἀξιώσομεν λέγοντες ὡς ἡ γνῶσις μέση οὖσα τοῦ τε γινώσκοντος καὶ τοῦ γινωσκομένου, εἴπερ ἐστὶν ἐνέργεια τοῦ γινώσκοντος περὶ τὸ γινωσκόμενον, οἷον τῆς ὄψεως περὶ τὸ λευκόν, ποτὲ μὲν κρειττόνως γινώσκει τὸ γινωσκόμενον, τῆς αὐτοῦ τοῦ γνωστοῦ φύσεως ποτὲ δὲ χειρόνως ποτὲ δὲ συστοίχως·2 ὅταν μὲν γὰρ τὸν νοῦν τὸν ἡμέτερον τὰς πολιτικὰς τῶν πράξεων προχειριζόμενον λέγωμεν γινώσκειν τὰ καθ’ ἕκαστα τῶν πραγμάτων, ἀναφέροντα ταῦτα ἐπὶ τὰ καθόλου καὶ δι’ ἐκείνων ὡς οἰκείων γινώσκειν αὐτὰ πειρώμενον, δῆλον ὅτι κρείττονα ἐνταῦθα ἐροῦμεν εἶναι τοῦ γινωσκομένου τὴν γνῶσιν, εἴπερ μεριστὸν μὲν καὶ ἐν μεταβολῇ τὸ καθ’ ἕκαστον, ὁ δὲ λόγος, καθ’ ὃν ταῦτα ὁ νοῦς ὁ πρακτικὸς γινώσκει, ἀδιαίρετός τε καὶ ἀμετάβλητος. ὅταν δὲ αὐτὸς πρὸς ἑαυτὸν ἐπιστρεφόμενος καὶ κατὰ τὰς καθαρτικὰς ἐνεργῶν ἀρετὰς τὴν οὐσίαν τὴν ἑαυτοῦ θεωρῇ, σύστοιχον εἶναι ἀνάγκη τῷ γινωσκομένῳ τὴν γνῶσιν. ὅταν δέ γε ἀνελθὼν ἐπὶ τὸ ἀκρότατον τῆς ἑαυτοῦ τελειότητος καὶ τὰς θεωρητικὰς τῶν ἀρετῶν προχειριζόμενος θεωρῇ τὰ περὶ τῶν θείων διακοσμήσεων καὶ ὅπως ἐκ τῆς μιᾶς τῶν πάντων ἀρχῆς αὗται παράγονται καὶ τίς ἑκάστης ἡ ἰδιότης, χείρονα εἶναι ἀνάγκη τοῦ γινωσκομένου τὴν γνῶσιν. Τούτων οὖν οὕτως ἐχόντων ῥητέον τοὺς θεοὺς γινώσκειν μὲν πάντα τὰ γεγονότα καὶ τὰ ὄντα καὶ τὰ ἐσόμενα ἢ μέλλοντα τὸν θεοῖς προσήκοντα τρόπον, τοῦτο δέ ἐστι μιᾷ καὶ ὡρισμένῃ καὶ ἀμεταβλήτῳ γνώσει, διόπερ καὶ τῶν ἐνδεχομένων περιειληφέναι τὴν εἴδησιν, ἅτε καὶ πάντα τὰ ἐν τῷ κόσμῳ παράγοντας καὶ τῶν μὲν ἀϊδίων οὐσιῶν αἰτίους ὄντας τῶν δὲ γεννητῶν προαιτίους κατὰ τὰς οἰκείας ἑκάστοις αὐτῶν ἐνεργείας καὶ οἷον ὁρῶντας οὐκ αὐτὰς μόνον τὰς οὐσίας ἀλλὰ καὶ τὰς δυνάμεις αὐτῶν καὶ τὰς ἐνεργείας τάς τε κατὰ φύσιν καὶ τὰς παρὰ φύσιν, ὅπερ παρὰ φύσιν συνεισῆλθε τῇ ἀναγκαίᾳ τῆς ὑποβάσεως τῶν ὄντων ὑφέσει τοῖς καὶ τούτου μετέχειν ποτὲ πεφυκόσιν,3 οὐ προηγουμένως ἀλλὰ κατὰ τὸν λεγόμενον τῆς παρυποστάσεως τρόπον· γινώσκειν μέντοι τὰ ἐνδεχόμενα κρειττόνως τῆς αὐτῶν ἐκείνων φύσεως, διόπερ ταῦτα μὲν ἀόριστον ἔχειν τὴν φύσιν δύνασθαί τε καὶ ἐκβαίνειν καὶ μὴ ἐκβαίνειν, ἐκείνους δὲ ἅτε κρειττόνως τῆς φύσεως αὐτῶν τὴν γνῶσιν αὐτῶν προειληφότας ὡρισμένως καὶ ταῦτα εἰδέναι· καὶ γὰρ τὰ μεριστὰ τῶν πραγμάτων ἀμερίστως καὶ ἀδιαστάτως γινώσκειν αὐτοὺς ἀναγκαῖον, καὶ τὰ πεπληθυσμένα ἑνοειδῶς καὶ τὰ ἔγχρονα αἰωνίως καὶ τὰ γεννητὰ ἀγεννήτως· οὐ γὰρ δὴ συμπαραθέειν τῇ ῥύσει τῶν πραγμάτων τὴν τῶν θεῶν γνῶσιν ἀνεξόμεθα λέγειν, οὐδὲ εἶναί τι ἐπ’ ἐκείνων ἢ παρεληλυθὸς ἢ μέλλον οὐδὲ λέγεσθαι ἐπ’ αὐτῶν, ὡς ἐν Τιμαίῳ παρειλήφαμεν, τὸ ἦν ἢ τὸ ἔσται μεταβολῆς τινος ὄντα σημαντικά, μόνον δὲ τὸ ἔστι, καὶ τοῦτο οὐ τὸ συναριθμούμενον τῷ τε ἦν καὶ τῷ ἔσται καὶ ἀντιδιαιρούμενον αὐτοῖς, ἀλλὰ τὸ πρὸ πάσης χρονικῆς ἐμφάσεως ἐπινοούμενον καὶ τὸ ἄτρεπτον αὐτῶν καὶ ἀμετάβλητον σημαῖνον, ὅπερ καὶ ὁ μέγας Παρμενίδης παντὶ τῷ νοητῷ ὑπάρχειν ἀποφαίνεται· ‘οὐ γὰρ ἔην οὐδ’ ἔσται,’ φησίν, ‘ὁμοῦ πᾶν, ἔστι δὲ μοῦνον’.
但是,正如我们所说,为了不使诸神的知识成为不确定的,如果诸神知晓可能之事,并且是确定地知晓,且知晓“唯有木墙将拯救雅典脱离蛮族的危险”,“神圣的萨拉米斯将毁灭妇人的子嗣”,“克罗伊索斯渡过哈律斯河将毁灭一个大帝国”,“拉伊俄斯生子将彻底倾覆其整个家族”,那么显而易见,这些事情不可能不发生,否则诸神就必然说谎。因此二者必居其一:要么我们将断言,一切事物都必然地、且如诸神所知晓并预言的那样发生,而可能之事将成为一个空名;要么我们将断言,此地之事既不被诸神知晓,也不被诸神所护佑。然而这后者是不可能的;因此可能之事荡然无存。 因此,正如我们所说,面对这一难以正面抗拒、且似乎由明白的事实本身所证实的论辩(正如神谕的预言所显示的那样),我们根据神圣的伊安布利柯的指导做出回应,主张区分知识的不同尺度,指出:知识既然处于知者与可知者之间——如果它确实是知者关于可知者的活动,犹如视觉关于白色之物——那么,它知晓可知者,有时优于可知者本身的本性,有时劣于它,有时则与其相当。因为,当我们说我们的理智在从事政治行动时认识事物的个别事物,并将这些事物归结到普遍者上,且试图通过那些普遍者作为切近者来认识它们时,显而易见,我们在这里会说知识优于可知者,如果个别事物确实是可分且处于变化之中的,而实践理智据以认识它们的理性原则则是不可分且不变的。然而,当它转向自身,并按照净化的德性活动而观照自身的实质时,知识必然与可知者相当。当它上升到自身完满性的顶峰,从事理论的德性,观照关于神圣秩序的事情,以及它们如何从万物的单一始基中产生,以及各自的特质是什么时,知识必然劣于可知者。 因此,既然这些情况如此,就必须说,诸神乃是以适合诸神的方式知晓所有已发生的、现存的、以及将要发生或未来的事物,即凭着单一、确定且不可改变的知识;正因如此,他们也包揽了对可能之事的认识,因为他们产生宇宙中的一切事物,是对永恒实质的原因,也是按照生成物各自固有的活动而对其的始因,仿佛不仅看到实质本身,而且看到它们的能力以及活动,既包括合乎本性的活动,也包括违反本性的活动——这一违反本性的因素,伴随着存在者下降的必然退落,对于那些具有有时也分有它的本性者而言,并非主要地、而是按照所谓的寄生生成的方式共同进入的。然而,诸神知晓可能之事乃是优于那些事物本身的本性;因此,那些事物具有不确定的本性,既可能发生也可能不发生,而诸神由于在优于其本性的方式上预先掌握了关于它们的知识,所以对这些事物也是确定地知晓的。因为,诸神也必然以不可分且无间距的方式知晓事物中可分之物,以统一体的方式知晓繁多之物,以永恒的方式知晓时间之物,以无生成的方式知晓生成之物。因为我们绝不能容忍说诸神的知识伴随着事物的流动而奔逝,也不能容忍在他们那里有任何过去或未来的事物,或者如我们在《蒂迈欧篇》中所领受的那样,对他们言说“曾是”或“将是”(这些表示某种变化),而唯有“是”;并且这“是”不是与“曾是”和“将是”一同被计算并与它们相对立划分的,而是在任何时间性显现之前被设想,且表示其不可转变与不可改变的状态,正如伟大的巴门尼德也断言这属于所有可知解者一样:“因为它并不曾是,亦将不会是,”他说,“而是整体齐备,唯是存在。”
- 1.25εἰ δὲ μή, ψεύδεσθαι αὐτοὺς ἀναγκαῖον
成语性短语 εἰ δὲ μή 承接前句的否定条件,即“如果这些[预言之事]不发生”。主句中,带宾格的不定式短语(ψεύδεσθαι αὐτούς)充当非人称结构 ἀναγκαῖον[ἐστί]的主语。
- 1.25ποτὲ μὲν κρειττόνως γινώσκει τὸ γινωσκόμενον, τῆς αὐτοῦ τοῦ γνωστοῦ φύσεως ποτὲ δὲ χειρόνως ποτὲ δὲ συστοίχως
比较属格 τῆς αὐτοῦ τοῦ γνωστοῦ φύσεως 依附于比较级副词 κρειττόνως 和 χειρόνως,通过倒装(hyperbaton)被置于 τὸ γινωσκόμενον 之后。该属格短语共同充当 κρειττόνως、χειρόνως 以及表示相称的副词 συστοίχως 的基准。
- 1.25ὅπερ παρὰ φύσιν συνεισῆλθε τῇ ἀναγκαίᾳ τῆς ὑποβάσεως τῶν ὄντων ὑφέσει τοῖς καὶ τούτου μετέχειν ποτὲ πεφυκόσιν
主语 ὅπερ παρὰ φύσιν 引导一个解释性的插入关系从句,指涉前文的“违反本性的活动”(τὰς παρὰ φύσιν)。动词 συνεισῆλθε 支配与格 τῇ... ὑφέσει(“伴随着退落”),以及表示相关对象的与格分词短语 τοῖς... πεφυκόσιν(“在具有……本性者中”)。
