← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§133.13-134.35

诸神在永恒现在中的确定认知与护佑

阿摩尼乌斯驳斥了诸神对未来的可能之事一无所知或仅具推测性认识的观点,论证在诸神那里一切事物都在单一的永恒“现在”中被确定地知晓并受到护佑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.25#4

Τούτων οὖν κατά τε τὰς κοινὰς καὶ ἀδιαστρόφους τῶν ψυχῶν ἐννοίας ὁμολογουμένων ὄντων καὶ ἐν τῷ δεκάτῳ τῶν Νόμων ἐναργῶς ἀποδεδειγμένων οὔτε ἀγνοεῖν τὰ ἡμέτερα τοὺς θεοὺς δυνατὸν οὔτε ἀόριστον αὐτῶν γνῶσιν ἔχειν, ὥσπερ εἰκάζοντας περὶ τῶν ἐκβησομένων· πρῶτον μὲν γάρ, ὡς ὁ Τίμαιος ἡμᾶς ἐδίδαξε καὶ αὐτὸς ὁ Ἀριστοτέλης θεολογῶν ἀποφαίνεται καὶ πρὸ τούτων ὁ Παρμενίδης οὐχ ὁ παρὰ Πλάτωνι μόνον ἀλλὰ καὶ ὁ ἐν τοῖς οἰκείοις ἔπεσιν, οὐδέν ἐστι παρὰ τοῖς θεοῖς οὔτε παρεληλυθὸς οὔτε μέλλον, εἴ γε τούτων μὲν ἑκάτερον οὐκ ὄν,1 τὸ μὲν οὐκέτι τὸ δὲ οὔπω καὶ τὸ μὲν μεταβεβληκὸς τὸ δὲ πεφυκὸς μεταβάλλειν, τὰ δὲ τοιαῦτα τοῖς ὄντως οὖσι καὶ μεταβολὴν οὐδὲ κατ’ ἐπίνοιαν ἐπιδεχομένοις προσαρμόττειν ἀμήχανον· προηγεῖσθαι γὰρ ἀνάγκη τὸ παντελῶς ἀμετάβλητον τοῦ ὁπωσοῦν μεταβάλλοντος, ἵνα καὶ μένῃ μεταβάλλον. ὥστε ἐπὶ θεῶν ἀρχῆς ἐχόντων πρὸς τὰ ὄντα λόγον τὸ παρεληλυθὸς ἢ τὸ μέλλον θεωρεῖσθαι ἀδύνατον, ἀλλὰ πάντα παρ’ αὐτοῖς ἐν ἑνὶ τῷ νῦν ἐστι τῷ αἰωνίῳ ἱδρυμένα, τῶν χρονικῶν μέτρων ἅμα τῇ ὑποστάσει τοῦ παντὸς ἀναφαινομένων καὶ μόνα μετρούντων τὰ κατὰ χρόνον ἔχοντα ἢ τὴν ὑπόστασιν ἢ τὴν ἐνέργειαν. ὥστε καὶ τὴν εἰκαστικὴν γνῶσιν πόρρω που τῶν θεῶν καὶ ἐν τῇ ἀποπερατώσει τῆς λογικῆς ζωῆς ἀπερρίφθαι ἀναγκαῖον. ἔπειτα πῶς ἂν δόξαιμεν κατὰ βραχὺ γοῦν σωφροσύνης μετέχειν, τῇ γνώσει τῶν θεῶν μηδὲν πλέον ἀξιοῦντες τῆς ἡμετέρας ἀπονέμειν, ἀλλὰ τολμῶντες ἀμφίβολον αὐτὴν καὶ ἀόριστον ὁμολογεῖν; τῆς γὰρ αὐτῆς ἔσται διανοίας, μᾶλλον δὲ ἀνοίας, καὶ τῶν ἀλόγων ζῴων τὴν γνῶσιν παραβάλλειν πρὸς τὴν ἡμετέραν μεταδιδόναι τε κἀκείνοις τῆς ἀντιλήψεως τῶν καθόλου καὶ τῶν νοητῶν. ὅλως δὲ εἰ πᾶσα ἀνάγκη τῶν ὄντων ἁπάντων αἰτίους εἶναι τοὺς θεοὺς ἢ2 προαιτίους, πῶς ἂν ἔχοι λόγον ἢ ἀγνοεῖν αὐτοὺς τὰ οἰκεῖα γεννήματα ἢ τὰ τῶν οἰκείων γεννημάτων ἀποτελέσματα ἢ τὰ ὑπ’ ἐκείνων καθ’ οἷον δήποτε τρόπον γινόμενα, ἢ ὥσπερ οὐδὲν αὐτοῖς προσηκόντων οὐδὲ ἐπ’ αὐτοῖς κειμένων3 ἀμφίβολον ἔχειν τὴν γνῶσιν; Κατ’ οὐδετέραν γὰρ τούτων τῶν ὑποθέσεων ἐπιμελεῖσθαι τοὺς θεοὺς τῶν περὶ ἡμᾶς δυνατὸν κατὰ τὸν τοῖς θεοῖς προσήκοντα τρόπον τῆς προνοίας, τοῦτο δέ ἐστιν ἀπ’ αὐτῆς τῆς οὐσίας τῶν προνοουμένων ποιουμένους αὐτῶν τὴν ἐπιμέλειαν καὶ ὥσπερ ἐκ πρύμνης αὐτὰ διακοσμοῦντας, οὐ τῷ βουλεύεσθαι περὶ αὐτῶν, ὡς οἱ ποιηταὶ λέγουσιν (ἔνδεια γὰρ ἡ βουλὴ φρονήσεως) οὐδὲ τῷ ἄλλοτε ἄλλα βουλεύεσθαι καὶ ποιεῖν (ἀλλότριον γὰρ τοῦτο τῆς μιᾶς καὶ ἁπλῆς καὶ ἀτρέπτου παντάπασιν αὐτῶν ἐνεργείας καὶ μόνοις προσῆκον τοῖς ὑπὸ χρόνου μετρουμένοις καὶ μετὰ προαιρέσεως τὰς ἐνεργείας ποιουμένοις), ἀλλ’ αὐτῷ φασι τῷ εἶναι, καθάπερ ὁ ἥλιος οὐ βουλευόμενος οὐδὲ κινούμενος ἀλλὰ τῷ εἶναι, καὶ εἰ μένων ἐπινοηθείη, πληροῖ τὰ μετέχειν δυνάμενα τοῦ οἰκείου φωτός· οὔτε οὖν τὴν πρόνοιαν αὐτῶν οὕτω γίνεσθαι δυνατὸν οὔτε τὸ εὔχεσθαι καὶ ἱκετεύειν αὐτοὺς ὑπὲρ ὑετοῦ τυχὸν ἢ σωτηρίας καρπῶν ἢ νίκης, ὧν τὴν ἔκβασιν ἀγνοοῦσι, πόρρω ἂν ἐμπληξίας εἴη. εἰ δὲ ταῦτα καὶ ἀδύνατα καὶ οὔτε λέγειν οὔτε διανοεῖσθαι ὅσια καὶ ὑπ’ αὐτῆς ἐλεγχόμενα τῆς πείρας, ὡς αἱ πολύστιχοι τῶν θείων ἐνεργειῶν πραγματεῖαι καὶ τὰ καθ’ ἑκάστην ὡς εἰπεῖν ἡμέραν γινόμενα τοῖς ἐφιστάνειν αὐτοῖς δυναμένοις σημαίνουσι, δῆλον ὅτι καὶ διατάττεσθαι ὑπὸ τῶν θεῶν τὰ ἐνδεχόμενα ῥητέον καὶ ὡρισμένως γινώσκεσθαι αὐτῶν τὴν ἔκβασιν· μᾶλλον γὰρ ἦν εἰκὸς τὰ ἀΐδια τῶν πραγμάτων περιορᾶσθαι ὑπ’ αὐτῶν ἔρημα τῆς ἐπιβαλλούσης αὐτοῖς προνοίας ἢ τὰ ῥευστὴν ἔχοντα φύσιν, εἴπερ ἐκεῖνα μὲν ἀπὸ τῆς ἑαυτῶν φύσεως τὸ ὡρισμένον ἔχει καὶ ἄτρεπτον τοιαύτην θεόθεν τὴν ὑπόστασιν εἰληχότα, τὰ δὲ ἐν γενέσει διὰ τὸ ῥευστὸν τῆς οἰκείας ὕλης ἐν παντοδαπῇ μεταβολῇ φέρεσθαι πεφυκότα οὔτε εἶναι οὔτε συνέχεσθαι καὶ διακοσμεῖσθαι δυνατὸν μὴ πολλῆς τυγχάνοντα τῆς τῶν ἀεὶ ὡσαύτως ἐχόντων δημιουργικῆς τε καὶ προνοητικῆς αἰτίας, οὐ μόνον τῆς ὁλικωτέρας καὶ ἐξῃρημένης ἀλλὰ καί τινος μερικωτέρας καὶ προσεχεστέρας· ὥσπερ καὶ τῶν ἀνθρώπων τοὺς παῖδας ὁρῶμεν πλείονος δεομένους ἐπιμελείας ἢ τοὺς ἄνδρας, καὶ τοὺς ἀνοήτους ἤπερ τοὺς ἔμφρονας.

因此,既然这些事情根据灵魂普遍且未遭歪曲的观念已得到公认,并且在《法律篇》第十卷中已得到清晰的证明,那么诸神既不可能对我们的事情一无所知,也不可能对它们具有不确定的知识,就好像在推测将要发生的结果一样。因为首先,正如《蒂迈欧篇》所教导我们的,亚里士多德自己在谈论神圣事物时所断言的,以及在他们之前巴门尼德不仅在柏拉图著作中而且在其自己的诗篇中所表明的,在诸神那里没有任何过去之物或未来之物;因为这两者的确各自都是非存在——一个不再存在,另一个尚未存在——并且一个已经发生变化,另一个具有变化的本性,而将此类事物附会于真正存在且即便在思索中也不接纳变化之物是不可能的。因为全然不变之物必然先于无论以何种方式变化之物,以便变化之物亦得以留存。因此,对于与存在之物具有始基关系的诸神而言,观察到过去或未来是不可能的,相反,一切事物在他们那里都确立在单一的永恒“现在”之中,时间的度量是随着宇宙的生成而显现的,并且仅度量那些依时间而具有存在或活动之物。因此,推测性的知识必然也远离诸神,而被抛弃在理性生命的末端。其次,如果我们认为在诸神的知识上并不赋予比我们的知识更多的东西,反而敢于承认它是含混而不确定的,那我们怎么能被认为多少具有一点明智呢?因为将无理性动物的知识与我们的知识相比拟,并将对普遍者与可知解者的领悟也分予它们,将属于同样的思维,或者不如说是同样的愚蠢。总的来说,如果诸神完全必然是所有存在之物的原因或始因,那么他们对自己亲生的造物,或者自己亲生造物的结果,或者由它们以无论何种方式产生之物一无所知,或者把它们看作似乎与自己毫不相干且不取决于自己而拥有含混的知识,这怎么能合乎情理呢? 因为根据这两种假定中的任何一种,诸神都不可能按照适合诸神的护佑方式来照管我们的事情;这种方式乃是从被护佑者自身的实质出发来进行照管,并且犹如从船尾来安排它们,而不是像诗人们所说的那样通过对它们进行商量(因为商量乃是明智的匮乏),也不是通过不同时间商量并从事不同的事情(因为这与他们单一、纯粹且全然不可改变的活动格格不入,而仅适合于那些被时间度量且带着抉择从事活动者)。相反,人们说[诸神]正是凭着存在本身[进行照管],正如太阳并非通过商量或运动,而是凭着存在本身,即便设想它静止不动,也能使有能力分有其光芒之物充满其自身的光芒。因此,他们的护佑既不可能那样产生,为了或许是降雨、庄稼的保全或胜利(对其结局他们一无所知)而向他们祈祷与恳求,也绝不会远离疯癫。但如果这些事情既不可能,无论言说还是思想都是不敬的,并且被经验本身所驳斥(正如关于神圣活动的卷帙浩繁的论著以及可以说每天所发生的事向能够关注它们的人所指示的那样),那么显而易见,必须说可能之事也是由诸神所安排的,且其结局也是被确定地知晓的。因为,若说事物中永恒者被他们忽视且缺乏应有的护佑,比起具有流动本性的事物[被忽视],本来反倒是更合乎情理的,如果那些永恒者确实从自身的本性便具有确定与不可改变的特性(从神那里获得了这样的存在),而处于生成中的事物由于其自身质料的流动性具有在各种变化中漂移的本性,除非极大地得到恒常处于同一状态者的造物性与护佑性原因(不仅是更为普遍与超绝的原因,而且是某种更为具体与切近的原因),否则既不可能存在,也不可能被维持和安排;正如在人类中我们看到孩童比成年男子,愚昧者比明智者需要更多的照管一样。

语法注3 条
  1. 1.25εἴ γε τούτων μὲν ἑκάτερον οὐκ ὄν

    在由 εἴ γε 引导的条件从句中省略了谓语动词 ἐστί,代词 ἑκάτερον 作主语,主格分词 οὐκ ὄν 作表语。随后的 τὸ μὲν οὐκέτι 与 τὸ δὲ οὔπω 同样不带动词,作为部分同位语说明 ἑκάτερον 的具体内容。

  2. 1.25μᾶλλον γὰρ ἦν εἰκὸς ... ἢ ...

    不带小词 ἄν 的直陈式未完成过去时(ἦν εἰκός)构成的与事实相反的虚拟表达。表示必然、妥当或可能性(如 ἔδει、εἰκὸς ἦν 等)的非人称短语常用过去直陈式单独表达反事实假设(“本来……反倒是更合乎情理的[但事实并非如此]”)。

  3. 1.25ὥσπερ οὐδὲν αὐτοῖς προσηκόντων οὐδὲ ἐπ’ αὐτοῖς κειμένων

    由连词 ὥσπερ 引导的属格绝对结构。中性复数属格分词(προσηκόντων, κειμένων)指代前文的宾语(τὰ οἰκεῖα γεννήματα 等),表达一种主观假定的状态或理由(“仿佛这些事情全然与他们无关”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:133.13-134.35