← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§131.19-133.12

反驳收割者论辩与基于神圣预知的必然化

阿摩尼奥斯考察了企图取消未来偶然事件并将一切归于必然的两个论辩:首先提出了被称为“收割者论辩”的逻辑诡辩,通过揭示其前提谬误与内在矛盾予以反驳;其次提出了基于神圣预知与护佑的实质论辩,阐明了神圣认识的超越性以及护佑无所不包的本质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.25#3

Τοσαύτην οὖν δύναμιν ἔχοντος τοῦ θεωρήματος πρὸς πάντα ἡμῶν τὸν βίον ἀναγκαῖον ἡγοῦμαι τῶν πάντα ἀναγκάζειν πειρωμένων λόγων τοὺς δοκοῦντας παρέχειν τινὰ τοῖς ἀκούουσιν ἀπορίαν ἐκθέσθαι τε καὶ διαλῦσαι. δύο δὲ τούτων ὄντων, τοῦ μὲν λογικωτέρου τοῦ δὲ πραγματειωδεστέρου, ὁ μὲν λογικώτερος προάγεται ὡς ἐπί τινος ἡμῶν ἐνεργείας, οἷον τῆς κατὰ τὸ θερίζειν, τὸν τρόπον τοῦτον· εἰ θεριεῖς, φησίν, οὐχὶ τάχα μὲν θεριεῖς τάχα δὲ οὐ θεριεῖς, ἀλλὰ πάντως θεριεῖς, καὶ εἰ μὴ θεριεῖς, ὡσαύτως οὐχὶ τάχα μὲν θεριεῖς τάχα δὲ οὐ θεριεῖς, ἀλλὰ πάντως οὐ θεριεῖς· ἀλλὰ μὴν ἐξ ἀνάγκης ἤτοι θεριεῖς ἢ οὐ θεριεῖς· ἀνῄρηται ἄρα τὸ τάχα, εἴπερ μήτε κατὰ τὴν ἀντίθεσιν τοῦ θεριεῖν πρὸς τὸ μὴ θεριεῖν ἔχει χώραν, ἐξ ἀνάγκης τοῦ ἑτέρου τούτων ἐκβαίνοντος, μήτε κατὰ τὸ ἑπόμενον ὁποτεροῦν τῶν ὑποθέσεων·1 τὸ δὲ τάχα ἦν τὸ εἰσφέρον τὸ ἐνδεχόμενον· οἴχεται ἄρα τὸ ἐνδεχόμενον. πρὸς τοῦτον οὖν τὸν λόγον ῥᾴδιον ἀπαντᾶν λέγοντας ὡς ὅταν φάσκητε τὸ ‘εἰ θεριεῖς, οὐχὶ τάχα μὲν θεριεῖς τάχα δὲ οὐ θεριεῖς, ἀλλὰ πάντως θεριεῖς’, πῶς ἀξιοῦτε ὑποτίθεσθαι τὸ θεριεῖν ὡς ἀναγκαῖον ἢ ὡς ἐνδεχόμενον; εἰ μὲν γὰρ ὡς ἐνδεχόμενον, ἔχομεν τὸ ζητούμενον, εἰ δὲ ὡς ἀναγκαῖον, πρῶτον μὲν αὐτὸ αἰτεῖσθε τὸ ἐξ ἀρχῆς ζητούμενον συγχωρεῖσθαι ὑμῖν ὡς ἐναργές, ἔπειτα ἀληθὲς μὲν ἔσται τὸ πάντως θεριεῖν, οὐκέτι μέντοι χώραν ἕξει τὸ λέγειν ‘ἀλλὰ μὴν ἤτοι θεριεῖς ἢ οὐ θεριεῖς’· πῶς γὰρ τοῦ ἑτέρου τούτων ἐκβαίνοντος ἀναγκαίως τοῦ δὲ ἑτέρου δῆλονότι ἀδυνάτου ὄντος χώραν ἔχει τὸ λέγειν ‘ἀλλὰ μὴν ἢ τόδε ἔσται ἢ τόδε’; ὥστε οὐ πρόεισιν αὕτη τέως αὐτοῖς ἡ ἐπιχείρησις. Ὁ δέ γε ἕτερος τῶν λόγων οὕτως ὢν πραγματειώδης καὶ δυσαντίβλεπτος, ὥστε καὶ πολλοὺς τῶν ἐπιστατικωτέρων εἶναι δοκούντων ἀπάγεσθαι πρὸς τὴν ἀναιροῦσαν τὸ ἐνδεχόμενον δόξαν, πρόεισιν ἐκ διαιρέσεως τοιαύτης· οἱ θεοί, φασίν, ἤτοι ὡρισμένως ἴσασι τὴν ἔκβασιν τῶν ἐνδεχομένων ἢ παντάπασιν οὐδεμίαν αὐτῶν ἔχουσιν ἔννοιαν ἢ καθάπερ ἡμεῖς ἀόριστον αὐτῶν ἔχουσι τὴν γνῶσιν. ἀλλ’ ἀγνοεῖν μὲν οὐδὲν τῶν ὄντων αὐτοὺς ἐνδέχεται τὰ πάντα παράγοντάς τε καὶ διακοσμοῦντας νοῦς τε παντελῶς ἀμιγεῖς πρὸς ὕλην ὄντας, μᾶλλον δέ (εἰ χρὴ τὸ ἀκριβέστερον φάναι) καὶ ὑπὲρ τὴν νοερὰν αὐτὴν ἰδιότητα τὴν ὄντως ἑαυτῶν ὕπαρξιν ἱδρυμένους· οὔτε γὰρ αὐτόματον ἐροῦμεν εἶναι τῶν ὄντων τὴν φύσιν τε καὶ τάξιν, οὔτε τοὺς θεοὺς εὔλογον ἢ ἀγνοεῖν ἅπερ παράγουσιν ἢ ὥς τινας ἀφερεπόνους κατολιγωρεῖν τῆς τε γνώσεως αὐτῶν καὶ τῆς διακοσμήσεως· τὸ γὰρ ὑπολαμβάνειν ὡς ἐργώδη τε καὶ ἄσχολον ποιοῦμεν τὸν τῶν θεῶν βίον καὶ ἄμοιρον τῆς τοῖς θεοῖς προσηκούσης ἔμφρονος ῥᾳστώνης, ἐπιμελεῖσθαι τῶν κατὰ μέρος αὐτοὺς ἀποφαινόμενοι, μὴ συνεωρακότων ἐστὶ2 τὴν ὑπεροχὴν τῆς τῶν θεῶν γνώσεώς τε καὶ δυνάμεως πρὸς τὴν ἡμετέραν καὶ διὰ τὴν ἄγνοιαν ταύτην ἀξιούντων ἐκ τῶν περὶ ἡμᾶς τὰ κατὰ τοὺς θεοὺς σταθμᾶσθαι καὶ τὴν ἡμετέραν ἀσθένειαν ἐπ’ ἐκείνους μεταφέρειν, ὡς τοῦ μὲν βασιλέως ἡλίου ἅπαντα ἅμα τὰ ἐν τῷ κόσμῳ καταλάμπειν δυναμένου, πλὴν εἰ μή τισιν ἀντιφράττοι ποτέ τινα τῶν μὴ διαφανῶν ἀλλὰ στερεῶν σωμάτων, τῆς δὲ ἀσωμάτου καὶ παντάπασιν ἀύλου τῶν θεῶν δυνάμεως οὐ δυναμένης3 ἀπαραποδίστως τε καὶ ἀθρόως ἅπασιν ἅμα παρεῖναι τοῖς οὖσιν, οὐδενὸς ἀντιφράττειν αὐτῇ δυναμένου πλὴν τῆς ἡμετέρας ἀνεπιτηδειότητος, οὐδὲ τότε κατὰ ἀλήθειαν τῆς προνοίας τῶν θεῶν παραποδιζομένης ἢ πρὸς τὴν γνῶσιν τῶν καθ’ ἡμᾶς ἢ πρὸς τὴν ἐπιμέλειαν, ἀλλ’ ἡμῶν αὐτῶν παραπλήσια πασχόντων τοῖς ὑπὸ τὸ φῶς τὸ ἡλιακὸν καθεύδουσιν ἢ καὶ μύουσιν· ὥσπερ γὰρ ἐκεῖνοι τῆς μὲν θερμότητος τῆς ἀπὸ τοῦ ἡλίου τοῖς τῇδε παρεχομένης τυγχάνουσι, τῆς δὲ φωτιστικῆς αὐτοῦ δυνάμεως ἑαυτοὺς ἀποστεροῦσι διὰ τὴν οἰκείαν αἵρεσιν ἀλλ’ οὐ διά τινα τοῦ θεοῦ μῆνιν ἀναστέλλοντος ἀπ’ αὐτῶν τὰς οἰκείας ἀκτῖνας· οὕτω καὶ οἱ διά τινα κακοζωίαν ἔξω τῆς προνοίας τῶν θεῶν λεγόμενοι πίπτειν οὐ παντάπασίν εἰσιν αὐτῆς ἔξω· οὐ γὰρ ἄν γένοιτό τις, ὅπερ φησὶν ὁ Ἀθηναῖος ξένος, ἢ οὕτω σμικρὸς ὥστε καταδὺς εἰς τὸ βάθος τῆς γῆς λαθεῖν τὴν ἅπαντα καὶ τὰ σμικρότατα ἐποπτεύουσαν πρόνοιαν, οὐδὲ οὕτως μέγας ὥστε ὑπερπτῆναι τὸν οὐρανὸν καὶ γενέσθαι ἔξω τῆς διακοσμούσης τὰ ὅλα προνοίας, ἀλλὰ τῶν αὐτόθεν νεμουσῶν ἡμῖν τὰ ἀγαθὰ δυνάμεων τῶν θεῶν ἑαυτοὺς ἀποστερήσαντες τυγχάνουσιν ἀναγκαίως τῶν διὰ τιμωρίας καὶ κολάσεως περιαγουσῶν αὐτοὺς εἰς τὸ κατὰ φύσιν.

因此,既然这一定理对我们的整个生活具有如此巨大的意义,我认为在那些企图将一切归于必然的论辩中,有必要把那些似乎给听者带来某种困惑的论辩阐明并予以化解。这之中有两个论辩,一个是较为偏重逻辑的,另一个则是更为实质的。较为偏重逻辑的论辩以我们的某种活动(例如关于收割的活动)为例,按以下方式展开:“如果你将收割,”他说,“你就不是或许收割或许不收割,而是一定会收割;如果你将不收割,同样你也不是或许收割或许不收割,而是一定不收割;然而,出于必然性,你要么收割要么不收割;因此‘或许’便被取消了,因为在收割与不收割的对立中‘或许’没有立足之地(既然其中之一出于必然性而产生),在任一假定的推论中也是如此;而‘或许’正是引入可能性的东西;因此可能性便不复存在了。” 因此,针对这一论辩,我们很容易这样回答:“当你们断言‘如果你将收割,你就不是或许收割或许不收割,而是一定会收割’时,你们要求将收割设定为必然的还是可能的?”因为如果是作为可能的,我们便得到了所寻求之事;如果是作为必然的,首先你们是在乞求把从一开始就在寻求之事作为显明之事准予你们,其次虽然“一定会收割”将是真的,却不再有余地去说“然而你要么收割要么不收割”了;因为当其中之一出于必然性而产生,而另一方显然是不可能的时候,怎么还会有余地去说“然而要么这事将发生要么那事将发生”呢?因此,他们的这一论战尝试暂时无法得逞。 另一方面,另一个论辩是如此实质且难以正视,以至于甚至许多看似更有洞察力的人也被引向了取消可能性的观点,它是从这样的划分展开的:“诸神,”他们说,“要么确定地知道可能之事的结局,要么对它们全然没有任何观念,要么就像我们一样对它们具有不确定的认识。但是,诸神产生万物并安排万物的秩序,且是完全不与质料混合的心智,甚至(若应当更精确地表述)将自己真正的存在确立在心智特性本身之上,他们对任何存在之物有所不知是不可能的。因为我们既不会说存在之物的本性与秩序是自发的,诸神对自己所产生之物一无所知,或者像某些厌恶劳作的人一样玩忽对它们的认识与安排,也是不合情理的。因为若认为我们声称诸神照管个别事物是把诸神的生活变成了辛苦操劳、毫无闲暇且缺乏适合诸神的明智安宁的状态,这种看法属于那些没有看清诸神的认识与能力相对于我们所具有的优越性的人,他们由于这种无知,便认为应当根据关于我们的情况来衡量诸神之事,并将我们的软弱转嫁到他们身上——这正如把太阳之王看作能够同时照亮宇宙中的一切,除非某些不透明而坚固的物体有时遮挡了某些事物,而诸神无形且全然非质料的能力反而不能无阻碍地且一举同时临在于所有存在之物,除了我们自身的不适宜性之外,没有任何东西能够阻挡它;即便在那时,诸神的护佑也并非在真理上于认识我们的事情或照管我们方面受到了阻碍,而是我们自己遭受了类似于在阳光下睡眠或闭眼之人所遭受的情况。因为正如那些人享受着太阳赋予此地之物的热量,却由于自己的选择而非由于神收回自己的光线的某种愤怒使自己丧失了太阳的照亮能力,同样,那些由于某种恶劣生活而被说成跌落到诸神护佑之外的人,也并非完全处于护佑之外。因为正如那位雅典客人所言,任何人都不可能变得如此微小以至于潜入大地深处就能避开审视一切(乃至最微小之物)的护佑,也不可能变得如此巨大以至于飞越天空就能置身于安排宇宙整体的护佑之外;相反,他们在使自己丧失了直接向我们分施善物的诸神能力之后,便必然会遇到那些通过惩戒与惩罚将他们引回顺应本性状态的诸神能力。”

语法注3 条
  1. 1.25ἀνῄρηται ἄρα τὸ τάχα, εἴπερ μήτε κατὰ τὴν ἀντίθεσιν τοῦ θεριεῖν πρὸς τὸ μὴ θεριεῖν ἔχει χώραν, ἐξ ἀνάγκης τοῦ ἑτέρου τούτων ἐκβαίνοντος, μήτε κατὰ τὸ ἑπόμενον ὁποτεροῦν τῶν ὑποθέσεων

    在 εἴπερ 引导的从句中,μήτε ... μήτε ... 并列了否定“或许”之立足之地的两个层面:即在收割与不收割的选言对立中,以及在两个假定的任一后件推论中。独立属格结构 ἐξ ἀνάγκης τοῦ ἑτέρου τούτων ἐκβαίνοντος 作为插入性的说明成分,解释了第一个并列项的理由(“既然其中之一出于必然性而产生”)。

  2. 1.25τὸ γὰρ ὑπολαμβάνειν ὡς ἐργώδη τε καὶ ἄσχολον ποιοῦμεν τὸν τῶν θεῶν βίον ... μὴ συνεωρακότων ἐστὶ

    句子的主语是带冠词不定式短语 τὸ ... ὑπολαμβάνειν(“认为……”),谓语是表示属性/特征的属格结构 μὴ συνεωρακότων ἐστὶ(“属于那些未能看清……的人”)。ὡς 引导的从句充当 ὑπολαμβάνειν 的间接引语宾语,分词短语 ἐπιμελεῖσθαι ... ἀποφαινόμενοι 则表示手段或条件(“通过声称他们照管……”)。

  3. 1.25ὡς τοῦ μὲν βασιλέως ἡλίου ἅπαντα ἅμα τὰ ἐν τῷ κόσμῳ καταλάμπειν δυναμένου ... τῆς δὲ ἀσωμάτου καὶ παντάπασιν ἀύλου τῶν θεῶν δυνάμεως οὐ δυναμένης

    连词 ὡς 引入了论敌的主观假设或不正当看法,支配着由 μέν ... δέ 对比连接的两个独立属格结构:τοῦ μὲν ... ἡλίου ... δυναμένου 与 τῆς δὲ ... δυνάμεως οὐ δυναμένης(“仿佛太阳之王能够……而诸神的能力却不能……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:131.19-133.12