← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§125.16-126.32

单一的肯定与否定以及同音异义词导致的命题复数性

阿摩尼奥斯引述了《解释篇》第8章开头(18a13)的亚里士多德原文,并对此进行注解,阐明单一的肯定和否定究竟是什么,以及当主项或述项使用同音异义词时,命题为何不再是单一的而是多个的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.24#1

" Μία δέ ἐστι κατάφασις καὶ ἀπόφασις ἡ ἓν καθ’ ἑνὸς σημαίνουσα ἢ καθόλου ὄντος καθόλου ἢ μὴ ὁμοίως, οἷον ἔστι πᾶς ἄνθρωπος λευκός — οὐκ ἔστι πᾶς ἄνθρωπος λευκός, ἔστιν ἄνθρωπος λευκός — οὐκ ἔστιν ἄνθρωπος λευκός, οὐδεὶς ἄνθρωπος λευκός — ἔστι τις ἄνθρωπος λευκός, εἰ τὸ λευκὸν ἓν σημαίνει. εἰ δὲ δυοῖν ἓν ὄνομα κεῖται, ἐξ ὧν μή ἐστιν ἕν,1 οὐ μία κατάφασις οὐδὲ ἀπόφασις μία· οἷον εἴ τις θεῖτο ὄνομα ἱμάτιον ἵππῳ καὶ ἀνθρώπῳ, τὸ ἔστιν ἱμάτιον λευκόν, αὕτη οὐ μία κατάφασις οὐδὲ ἀπόφασις μία· οὐδὲν γὰρ διαφέρει τοῦτο εἰπεῖν ἢ ἔστιν ἵππος καὶ ἄνθρωπος λευκός. τοῦτο δὲ οὐδὲν διαφέρει τοῦ εἰπεῖν ἔστιν ἵππος λευκὸς καὶ ἔστιν ἄνθρωπος λευκός. εἰ οὖν αὗται πολλὰ σημαίνουσι καὶ εἰσὶ πολλαί, δῆλον ὅτι καὶ ἡ πρώτη ἢ πολλὰ ἢ οὐδὲν σημαίνει· οὐ γάρ ἐστί τις ἄνθρωπος ἵππος. ὥστε οὐδὲ ἐν ταύταις ἀνάγκη τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ εἶναι ἀντίφασιν." Προειπὼν ὅτι τῇ μιᾷ καταφάσει μία μάχεται ἀπόφασις, τίς ποτέ ἐστιν ἡ μία κατάφασις καὶ ἡ μία ἀπόφασις προστίθησι διὰ τούτων, ἤδη μὲν καὶ διὰ τῶν προλαβόντων παραδοὺς ἡμῖν τὴν περὶ τούτων ἔννοιαν, δι’ ὧν ἔλεγεν “ἔστι δὲ εἷς λόγος ἀποφαντικὸς ἢ ὁ ἓν δηλῶν ἢ ὁ συνδέσμῳ εἷς, πολλοὶ δὲ οἱ πολλὰ καὶ μὴ ἓν ἢ οἱ ἀσύνδετοι”, ἀλλ’ ἐν ἐκείνοις μὲν αἰνιττόμενος τὴν διαφορὰν τοῦ τε ἑνὸς καὶ τῶν πολλῶν λόγων, ἐνταῦθα δὲ μετὰ πλείονος ἐπεξεργασίας τὸ θεώρημα παραδιδούς· μίαν γὰρ εἶναί φησι πρότασιν τὴν ἑνὶ χρωμένην κατὰ τὸ σημαινόμενον ὑποκειμένῳ καὶ ἑνὶ κατηγορουμένῳ, εἴτε καθόλου ὡς καθόλου εἴη εἴτε μὴ ὁμοίως, τοῦτ’ ἔστιν εἴτε μερικὴ εἴτε καὶ ἀπροσδιόριστος ἢ καὶ καθ’ ἕκαστα, εἰ καὶ μὴ τέθεικε τῶν καθ’ ἕκαστα παραδείγματα διὰ τούτων· τὴν γοῦν ‘ἔστιν ἄνθρωπος λευκός’ πρότασιν μίαν εἶναι, εἰ τό τε ἄνθρωπος μίαν τινὰ φύσιν σημαίνει καὶ τὸ λευκὸν μὴ ὁμώνυμον λαμβάνοιμεν ἀλλά τινος ὡρισμένου δηλωτικόν. εἰ δὲ ὁμώνυμον εἴη τὸ ὑποκείμενον ἐν τῇ προτάσει ἢ καὶ τὸ κατηγορούμενον, οὐκέτι μίαν εἶναι τὴν πρότασιν ἀλλὰ τοσαύτας, ὅσα ποτὲ ἂν εἴη τὰ σημαινόμενα ὑπὸ τῆς παραληφθείσης ὁμωνύμου φωνῆς. εἰ γοῦν ὅπερ αὐτός φησιν ὄνομα θείημεν τῷ τε ἀνθρώπῳ καὶ τῷ ἵππῳ τὸ ἱμάτιον, ἔπειτα λέγοιμεν ‘ἱμάτιον λευκόν ἐστιν’, οὐδὲν ἄλλο λέγομεν ἢ ὅτι ‘ἔστιν ἵππος καὶ ἄνθρωπος λευκός’, καὶ ἐνταῦθα μὲν ὁ καί συμπλεκτικὸς σύνδεσμος φαντασίαν παρέχει τοῦ μίαν τὴν πρότασιν εἶναι συνδέειν δοκῶν τὸν ἄνθρωπον καὶ τὸν ἵππον. εἰ δὲ τὸν σύνδεσμον ἀφελόντες εἴπωμεν ‘ἔστιν ἵππος λευκός, ἔστιν ἄνθρωπος λευκός’, οὐδεμία ἔτι φαντασία τοῦ μίαν εἶναι τὴν πρότασιν ὑπολειφθήσεται. εἰ οὖν αἱ οὕτως λεγόμεναι προτάσεις ὁμολογουμένως πολλαί, δῆλον ὅτι καὶ ἡ τὴν αὐτὴν ταύταις ἔχουσα δύναμιν ἡ εἰποῦσα ‘ἔστιν ἱμάτιον λευκόν’, ἣν ἐκάλεσε πρώτην ὡς ἐκ ταύτης μεταβὰς ἐπὶ τὰς διαφόροις ὁμολογουμένως ὑποκειμένοις χρωμένας ἤτοι οὐδὲν ἢ πολλὰ σημαίνει· ἓν μὲν γὰρ σημαίνειν αὐτὴν οὐ δυνατόν, ὡς ἐδήλωσεν ἡ εἰς τὰ σημαινόμενα τῆς ὁμωνύμου φωνῆς, τοῦ ἱματίου λέγω, διαίρεσις. ἐπεὶ δὲ ἀνάγκη πᾶσαν φωνὴν ἢ ἄσημον εἶναι ἢ σημαίνειν τι, καὶ εἰ σημαίνοι, ἢ ἓν σημαίνειν ἢ πολλά, δῆλον ὅτι καὶ ἡ εἰρημένη πρότασις ἡ ‘ἔστιν ἱμάτιον λευκόν’ ἢ τῶν ἀσήμων ἔσται ἢ τῶν σημαντικῶν καὶ ἢ τῶν ἕν τι σημαινουσῶν ἢ τῶν πολλὰ καὶ μὴ ἕν. ἐληλεγμένου τοίνυν τοῦ ἕν τι αὐτὴν σημαίνειν, τὸ ἕτερον τῶν λοιπῶν δύο καταλείπεσθαι ἀνάγκη.2

“单一的肯定和否定是指就单一的事物表示单一的事物,无论主项作为全称按全称方式取,还是不按同样的方式取;例如,‘每个人都是白的’——‘并非每个人都是白的’,‘人是白的’——‘人不是白的’,‘没有任何人是白的’ ——‘某个人是白的’,如果‘白的’表示单一的事物。但如果一个名称被赋予两件不能从中构成单一事物的事物,那就既不是单一的肯定,也不是单一的否定;例如,如果有人把‘衣服’这个名称赋予马和人,那么‘衣服是白的’,这既不是单一的肯定,也不是单一的否定;因为说这句话与说‘马和人是白的’毫无区别。而这与说‘马是白的且人是白的’也毫无区别。因此,如果这些命题表示多件事物且本身是多个命题,那么显而易见,第一个命题也表示多件事物或者什么也不表示;因为没有任何人是马。所以在这些命题中,矛盾对立也同样不必定是一方为真而另一方为假。” 在预先说明了一个否定与一个肯定相对抗之后,他通过这些文句补充说明了单一的肯定和单一的否定究竟是什么。虽然他在前文中已经向我们传授了关于这些概念的认识,在那些地方他说过:“断陈的言说要么是由于表明单一事物而是单一的,要么是由于连接词而是单一的;而多数的言说则是表明多件事物而非单一事物的,或者是无连接词的”;但在那些地方他只是隐晦地指明了单一言说与多数言说之间的差异,而在这里他则以更充分的详述传授了这一论题。因为他说,在含义上使用单一主项和单一述项的命题就是单一的命题,无论它是全称按全称方式取,还是不按同样的方式取(也就是说,无论是特称的、无限定的,还是个别的,即使他没有通过这些文句举出个别命题的例子)。无论如何,‘人是白的’这个命题是单一的,只要‘人’表示某种单一的本性,且我们把‘白的’理解为表明某种确定的事物而非同音异义之物。但如果命题中的主项,甚或是述项是同音异义的,那么命题就不再是单一的,而是被采用的同音异义语音所表示的事物有多少个,命题就有多少个。无论如何,正如他本人所说,如果我们把‘衣服’这个名称赋予人和马,然后说‘衣服是白的’,我们所说的无非就是‘马和人是白的’,而在此处,合取连接词‘和’通过看似把人和马连接起来,提供了一种命题是单一的错觉。但如果去掉连接词,我们说‘马是白的,人是白的’,那么命题是单一的错觉就丝毫不会留存了。因此,如果以这种方式表达的命题公认是多个命题,那么显而易见,与这些具有同等效力的命题,即说了‘衣服是白的’的命题——他称之为‘第一个命题’,因为他是从这个命题过渡到公认使用不同主项的那些命题的——要么什么也不表示,要么表示多件事物;因为表示单一事物是不可能的,正如对于同音异义语音(我指的是‘衣服’)所表示的事物的划分已经表明的那样。既然一切语音必然要么无意义,要么表示某种事物,并且如果表示,就必然要么表示单一事物要么表示多件事物,那么显而易见,上述‘衣服是白的’这个命题也必然要么属于无意义的语音,要么属于有意义的语音,且要么属于表示单一事物的,要么属于表示多件事物而非单一事物的。因此,既然它表示单一事物这一点已被驳倒,那么剩下两项中的一项就必然保留下来。

语法注2 条
  1. 1.24ἐξ ὧν μή ἐστιν ἕν

    关系代词 ὧν 的先行词是 δυοῖν,介词 ἐκ 表示构成成分(从中能够组合构成某种单一事物的成分)。否定词 μή 表明这是一个假定性或普遍性的关系从句(“凡不能从中构成单一事物的任何两件事物”),而非特指现实中具体的两件事物。

  2. 1.24ἐληλεγμένου τοίνυν τοῦ ἕν τι αὐτὴν σημαίνειν, τὸ ἕτερον τῶν λοιπῶν δύο καταλείπεσθαι ἀνάγκη

    前半句 ἐληλεγμένου ... σημαίνειν 是独立属格结构,其中带冠词的不定式短语 τοῦ ἕν τι αὐτὴν σημαίνειν(“它表示单一事物”)作为完成时被动态分词 ἐληλεγμένου 的属格逻辑主语。主句结构为非人称短语 ἀνάγκη[ἐστί]支配带宾格的不定式短语 τὸ ἕτερον ... καταλείπεσθαι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:125.16-126.32