← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§126.32-128.14

通过定义达到的单一性与歧义命题中的真假分割

阿摩尼奥斯确立了‘衣服是白的’是表示多件事物而非什么都不表示,进而解释了当为某个定义的组成部分赋予单一名称时命题可以是单一的,提出了事物是相互分离还是可相互肯定的区分标准,并论证了为何包含同音异义词的矛盾对立不必然分割真假。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.24#2

ἀλλὰ μὴν τὸ μηδὲν σημαίνειν αὐτὴν ἄλογον, εἰ καὶ τοῦ τελείου τῆς διαιρέσεως ἕνεκεν παρείληπται καὶ τοῦτο ἐν τῇ ἐξετάσει τοῦ θεωρήματος. μόνως ἄρα πολλὰ σημαίνει, κἂν δοκῇ κατὰ τὴν φωνὴν μία εἶναι ἡ πρότασις τῷ τὸν ὑποκείμενον ἕνα εἶναι δοκεῖν διὰ τὸ ἓν εἶναι ὄνομα τῶν πλειόνων σημαινομένων,1 οἷον τοῦ ἀνθρώπου καὶ τοῦ ἵππου σημαντικὸν τὸ ἱμάτιον. Τὸ δὲ οὐ γάρ ἐστί τις ἄνθρωπος ἵππος εἰρῆσθαί μοι δοκεῖ διὰ τὸ δύνασθαί ποτε καὶ τὰς οὕτω λαμβανομένας προτάσεις μὴ πολλὰ σημαίνειν ἀλλὰ ἕν, ὅταν τοῖς ἔν τινι ὁρισμῷ παραλαμβανομένοις πλείοσι πράγμασι, τῷ τε γένει φημὶ καὶ ταῖς διαφοραῖς, ἕν τις ὄνομα θῇ τὸ τυχόν· κείσθω γὰρ τῷ ζῴῳ τῷ λογικῷ τῷ θνητῷ τῷ νοῦ καὶ ἐπιστήμης δεκτικῷ κοινὸν ὄνομα, ὡς παρέλαβεν ὁ Ἀριστοτέλης, ἱμάτιον· ἆρ’ οὖν ὅταν εἴπωμεν ‘ἔστιν ἱμάτιον λευκόν’, οὐ μίαν ἀλλὰ πολλὰς φήσομεν εἶναι ταύτην τὴν πρότασιν; οὐδαμῶς, ἐπειδὴ ἐκ πάντων, οἷς κεῖται τὸ ἱμάτιον ὄνομα, μία τις φύσις ἡ τοῦ ἀνθρώπου συμπληροῦται καὶ ταὐτόν ἐστι τὸ εἰπεῖν ‘ἔστιν ἱμάτιον λευκόν’ καὶ ‘ἔστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν λευκόν’, τοῦτο δὲ ταὐτὸν τῷ ‘ἔστιν ἄνθρωπος λευκός’. ὥστε οὐκ ἂν λέγοι πλείους προτάσεις ὁ ἕν τι κατηγορῶν τοῦ τιθεμένου ὀνόματος κοινῶς ἅπασι τοῖς συμπληροῦσι τὸν αὐτὸν ὁρισμόν. τίς οὖν ὁ διορισμὸς τῶν πραγμάτων, ἐφ’ ὧν οὐκ ἐνδέχεται τὸ τεθὲν αὐτοῖς ὄνομα μίαν ἐργάσασθαι πρότασιν καὶ ἐφ’ ὧν δυνατόν; ὅτι ἐφ’ ὧν μὲν οὐκ ἐνδέχεται μίαν γενέσθαι τὴν πρότασιν, ταῦτα διακεκρίσθαι ἀλλήλων ἀνάγκη, ὥσπερ ἐπὶ τοῦ ἀνθρώπου καὶ τοῦ ἵππου ἐλέγομεν, ἐφ’ ὧν δὲ δυνατὸν μίαν εἶναι τὴν πρότασιν, ταῦτα ἐνίοτε μὲν καὶ καθόλου πάντως δὲ κατὰ μέρος καταφάσκεσθαι ἀλλήλων ἀνάγκη, οἷον ὡς ἐλέγομεν ἐπὶ τοῦ ζῴου καὶ λογικοῦ καὶ θνητοῦ καὶ πάντων ἁπλῶς τῶν πρὸς συμπλήρωσιν ἑνός τινος ὁρισμοῦ παραλαμβανομένων· τούτων γὰρ ἕκαστον τοῦ τε ὁριστοῦ πράγματος καθόλου κατηγορούμενον καὶ καθ’ ἑκάστου τῶν τὸν αὐτὸν ὁρισμὸν αὐτῷ συμπληρούντων κατὰ μέρος καταφάσκεσθαι ἀνάγκη· ἐπεὶ γὰρ τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου κατηγορεῖται καὶ τὸ λογικὸν ὡσαύτως, δῆλον ὅτι ἀνάγκη ἑκάτερον αὐτῶν τοῦ ἑτέρου κατηγορεῖσθαι κατὰ μέρος· καὶ γὰρ τὶ λογικὸν ζῷον καὶ τὶ ζῷον λογικόν. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ ζῴου καὶ θνητοῦ (καὶ γὰρ τὶ θνητὸν ζῷον καὶ τὶ ζῷον θνητόν) καὶ λογικοῦ καὶ θνητοῦ (καὶ γὰρ τὶ λογικὸν θνητὸν καὶ τὶ θνητὸν λογικόν), εἰ καί τινα τούτων ἀληθῆ εἶναι διὰ τὰ καθόλου συμβαίνει. ταῦτα οὖν αὐτὸς συντόμως ἐνεδείξατο εἰπὼν οὐ γάρ ἐστί τις ἄνθρωπος ἵππος. ὅπως δὲ καὶ τοῦτο τὸ θεώρημα συμβάλλεται πρὸς τὴν τῆς κυρίως λεγομένης ἀντιφάσεως θεωρίαν, διδάσκων ἐπήγαγεν ὥστε οὐδὲ ἐν ταύταις ἀνάγκη τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ εἶναι ἀντίφασιν,2 ταὐτὸν λέγων τῷ ‘ὥστε οὐδὲ ἐν ταῖς τοιαύταις ἀντιφάσεσι ταῖς ὁμωνύμῳ χρωμέναις ὑποκειμένῳ ἢ κατηγορουμένῳ ἀνάγκη τὴν μὲν τῶν προτάσεων ψεύδεσθαι τὴν δὲ ἀληθεύειν’. καὶ τοῦτο εἰκότως, ἐπείπερ οὐδὲν κωλύει τῶν ὑπὸ τῆς ὁμωνύμου φωνῆς σημαινομένων διαφόρων πραγμάτων τὸ μὲν μετέχειν τοῦ κοινῶς αὐτῶν κατηγορηθέντος τὸ δὲ μὴ μετέχειν, ὥσπερ ἐλέγομεν ἐπὶ τοῦ ‘Αἴας ἐμονομάχησεν Ἕκτορι’ καὶ ‘Αἴας οὐκ ἐμονομάχησε’, καὶ ὡς ἐπὶ τοῦ εἰρημένου παραδείγματος τοῦ ‘ἔστιν ἱμάτιον λευκόν’ καὶ ‘οὐκ ἔστιν ἱμάτιον λευκόν’· δυνατὸν γὰρ ἀνθρώπου μέν, εἰ οὕτως ἔτυχεν, ὄντος λευκοῦ ἵππου δὲ μὴ λευκοῦ, ἀμφοτέρας τε ἀληθεύειν τὰς προτάσεις καὶ ἀμφοτέρας ψεύδεσθαι καὶ τὴν μὲν ψεύδεσθαι τὴν δὲ ἀληθεύειν.

然而,说它什么也不表示是不合道理的,即使为了划分的完备性,在探讨该定理时也将这一点采纳了进来。因此,它唯独表示多件事物,哪怕由于多个被表示的事物具有单一的名称(例如作为人与马的表示词的‘衣服’),主项看似是单一的,从而命题在语音上看似是单一的。至于所说的“因为没有任何人是马”,依我之见,之所以这样说,是因为以这种方式被取的命题有时也能够表示的不是多件事物而是一件事物,即当有人对某个定义中所包含的多个事物(我指的是属与种差)赋予任意一个单一名称的时候。因为假定正如亚里士多德所采用的那样,把‘衣服’作为一个共同名称赋予能够接受理智与科学知识的有死理性动物;那么当我们说‘衣服是白的’时,难道我们会说这个命题不是单一的而是多个吗?绝非如此;因为从被赋予‘衣服’这个名称的所有事物中,构成了一种单一的本性,即人的本性,并且说‘衣服是白的’与说‘能够接受理智与科学知识的有死理性动物是白的’是同一的,而这又与‘人是白的’是同一的。所以,把某一件事物述谓于共同赋予构成同一定义之所有事物的名称的人,并没有表达多个命题。那么,赋予它们的名称不可能造成单一命题的事物,与可能造成单一命题的事物,这两者之间的界限是什么呢?这就是:在不可能产生单一命题的事物中,正如我们就人和马所说的那样,它们必然是彼此分离的;而在可能成为单一命题的事物中,正如我们就动物、理性的和有死的,以及简而言之所有为了完成某一单一定义而被采纳的事物所说的那样,它们有时甚至全称地、但在任何情况下必然特称地彼此肯定。因为这些事物中的每一个,在全称地述谓于被定义事物的同时,也必然特称地肯定于与它共同完成同一定义的每一个事物;因为既然动物述谓于每个人,理性的也是如此,那么显而易见,它们每一个都必然特称地述谓于另一个;因为某种理性的[东西]是动物,某种动物是理性的。同样的道理也适用于动物与有死的(因为某种有死的是动物,某种动物是有死的),以及理性的与有死的(因为某种理性的是有死的,某种有死的是理性的),即使其中有些断言由于全称命题而碰巧为真。因此,他本人通过说“因为没有任何人是马”,简要地指明了这些道理。为了说明这一定理如何也有助于对严格意义上的矛盾对立的考察,他接着指出:“所以在这些命题中,矛盾对立也同样不必定是一方为真而另一方为假”,这等于说:“所以在诸如此类使用同音异义主项或述项的矛盾对立中,命题也不必定是一方为假而另一方为真”。这理所当然,因为由同音异义语音所表示的不同事物中,完全不妨碍其中一个分有共同述谓于它们的事物,而另一个则不分有,正如我们就‘埃阿斯与赫克托耳决斗’和‘埃阿斯没有决斗’所说的那样,也正如上述‘衣服是白的’和‘衣服不是白的’的例子那样;因为假定如果人是白的而马不是白的,那么两个命题都为真、两个命题都为假,以及一方为假而另一方为真,都是可能的。

语法注2 条
  1. 1.24τῷ τὸν ὑποκείμενον ἕνα εἶναι δοκεῖν διὰ τὸ ἓν εἶναι ὄνομα τῶν πλειόνων σημαινομένων

    与格冠词结构 τῷ ... δοκεῖν 表示原因,支配不定式的宾格主项 τὸν ὑποκείμενον 及其表语 ἕνα εἶναι。在其内部又嵌套了表示原因的介词短语 διὰ τὸ ... εἶναι,其中 ὄνομα 是主语,ἕν 是表语。整个嵌套结构表达“由于主项看似是单一的(因为多个所指事物的名称是单一的)”。

  2. 1.24ὥστε οὐδὲ ἐν ταύταις ἀνάγκη τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ εἶναι ἀντίφασιν

    引用亚里士多德原文(引理)之处。ἀντίφασιν 是由非人称动词 ἀνάγκη [ἐστί] 支配的“宾格加不定式”结构的主语,而 τὴν μὲν ... τὴν δὲ ... 则充当不定式 εἶναι 的表语部分(“矛盾对立[的命题]一方为真而另一方为假”)。阿摩尼奥斯紧接着用 ταὐτὸν λέγων τῷ ‘ὥστε οὐδὲ ἐν ταῖς τοιαύταις ἀντιφάσεσι ... ἀνάγκη τὴν μὲν τῶν προτάσεων ψεύδεσθαι τὴν δὲ ἀληθεύειν’ 作了转述,明确指出了 τὴν μέν ... τὴν δέ 指代构成矛盾对立的两个命题。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:126.32-128.14