- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:124.6-125.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯结合具体例证解释了为何在肯定与否定中主项或述项的不同不能构成真正的矛盾对立,并注解了其余命题的例子以及亚里士多德对第七章末尾的总结性语句。
εἶτα τῶν καθ’ ἕκαστα παραδείγματα παραθέμενος διὰ τοῦ οἷον ἔστι Σωκράτης λευκός — οὐκ ἔστι Σωκράτης λευκός, πρὶν τὰ τῶν ἄλλων προτάσεων παραδείγματα ἐπαγαγεῖν, ἐξηγεῖται πρὸς τίνος διάκρισιν εἴρηται τὸ δεῖν τὸ αὐτὸ ἀποφῆσαι τὴν ἀπόφασιν, ὅπερ κατέφησεν ἡ κατάφασις, καί φησιν ἐὰν δὲ ἄλλο τι ἢ ἀπ’ ἄλλου τὸ αὐτό, οὐχ ἡ ἀντικειμένη, ἀλλ’ ἔσται ἐκείνης ἑτέρα, τοῦτο δέ ἐστιν ἐὰν ἄλλο τι ἀποφήσῃ ἡ ἀπόφασις κατηγορούμενον καὶ μὴ ὃ κατέφησεν ἡ κατάφασις,1 οἷον τῆς καταφάσεως εἰπούσης ‘ἄνθρωπος λευκός ἐστιν’ ἡ ἀπόφασις εἰ εἴποι ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν’, οὐκ ἔσται αὕτη τῆς εἰρημένης καταφάσεως ἡ ἀπόφασις, ἀλλ’ ἑτέρα παρ’ ἐκείνην· ἡ μὲν γὰρ ἀπόφασις αὐτῆς ἔσται ἡ ‘ἄνθρωπος λευκὸς οὐκ ἔστιν’, ἡ δὲ ‘ἄνθρωπος δίκαιος οὐκ ἔστι’ κατὰ τὸ κατηγορούμενον διαφέρει τῆς ‘ἄνθρωπος λευκὸς οὐκ ἔστιν’. ὁμοίως δὲ κἂν ἀπὸ ἑτέρου τινὸς ὑποκειμένου ἀποφήσῃ τὸ κατηγορούμενον ἡ ἀπόφασις καὶ μὴ ἀπ’ ἐκείνου, οὗ κατέφησεν αὐτὸ ἡ κατάφασις, οὐκ ἔσται πάλιν αὕτη τῆς καταφάσεως ἐκείνης ἀπόφασις· τῆς γὰρ ‘ἄνθρωπος περιπατεῖ’ τίς ἂν ὑποπτεύσειεν ἀπόφασιν εἶναι τὴν ‘ἵππος οὐ περιπατεῖ’; δῆλον γὰρ ὅτι ἡ μὲν ὄντως οὖσα ἀπόφασις τῆς ‘ἄνθρωπος περιπατεῖ’ ἐστὶν ἡ ‘ἄνθρωπος οὐ περιπατεῖ’, ἡ δὲ ‘ἵππος οὐ περιπατεῖ’ ἐξήλλακται αὐτῆς κατὰ τὸν ὑποκείμενον ὅρον. ταῦτα διὰ μέσου εἰπὼν προστίθησι τὰ λοιπὰ τῶν προτάσεων παραδείγματα λέγων τῇ δὲ ‘πᾶς ἄνθρωπος λευκός’ (ἀντίκειται δηλονότι, τοῦτο γὰρ ἔξωθεν δεῖ προσυπακούειν)2 ἡ ‘οὐ πᾶς ἄνθρωπος λευκός’, τῇ δὲ ‘τίς ἄνθρωπος λευκός’ ἡ ‘οὐδεὶς ἄνθρωπος λευκός’, τῇ δὲ ‘ἔστιν ἄνθρωπος λευκός’ ἡ ‘οὐκ ἔστιν ἄνθρωπος λευκός’, ὧν δηλονότι αἱ μέν εἰσι προσδιωρισμέναι αἱ δὲ ἀπροσδιόριστοι. εἶτα συμπεραινόμενος τὰ διὰ τοῦ πορίσματος εἰρημένα φησὶν ὅτι μὲν οὖν μιᾷ ἀποφάσει μία κατάφασις ἀντίκειται ἀντιφατικῶς καὶ τίνες εἰσὶν αὗται, εἴρηται· πᾶσι γὰρ ἐπεξῆλθε τοῖς εἴδεσι τῶν προτάσεων τῶν τε καθ’ ἕκαστα καὶ τῶν προσδιωρισμένων καὶ ἔτι τῶν ἀπροσδιορίστων, καὶ ἐπὶ πασῶν ἔδειξε τοῦτο συμβαῖνον. καὶ τὰ λοιπὰ δὲ τῶν εἰρημένων περὶ τῶν ἐν ταῖς προτάσεσιν ἀντιθέσεων συμπεραινόμενος ἐπήγαγε καὶ ὅτι αἱ ἐναντίαι ἄλλαι (λέγει δὲ ἄλλαι παρὰ τὰς ἀντιφατικῶς ἀντικειμένας δηλονότι) καὶ τίνες εἰσὶν αὗται (κατὰ κοινοῦ καὶ ἐνταῦθα καὶ ἐπὶ τῶν ἐφεξῆς ῥηθησομένων ὑπακουομένου τοῦ εἴρηται)3 καὶ ὅτι οὐ πᾶσα ἀληθὴς ἢ ψευδὴς ἀντίφασις. τοῦτο δὲ τί αὐτῷ σημαίνει, φθάσαντες εἴπομεν, ὅτι τῆς κοινότερον λεγομένης ἀντιφάσεως καὶ σημαινούσης τὴν τυχοῦσαν ἀντίθεσιν τῆς καταφάσεως πρὸς τὴν ἀπόφασιν τῶν τοῖς αὐτοῖς ὅροις χρωμένων οὐ πάντως φησὶ τὰ μόρια διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος.4 εἴρηται δὲ τοῦτο τῶν ἀπροσδιορίστων προτάσεων χάριν, ἃς ἠξίου συναληθεύειν ἐπὶ τῆς ἐνδεχομένης ὕλης διὰ τὸ συμφθέγγεσθαι αὐτὰς ταῖς μερικαῖς προτάσεσιν, ὅπερ σημαίνει αὐτῷ τὸ καὶ διὰ τί. καὶ τὸ πότε δὲ ἀληθὴς ἢ ψευδὴς περὶ τῶν ἀπροσδιορίστων προτάσεων καὶ αὐτὸ λέγεται· κατὰ γὰρ τὰς λοιπὰς τῶν ὑλῶν παρὰ τὴν ἐνδεχομένην, λέγω δὴ τήν τε ἀναγκαίαν καὶ τὴν ἀδύνατον, διαιροῦσι καὶ αὗται τὸ ἀληθὲς καὶ τὸ ψεῦδος.
接着,在通过“例如‘苏格拉底是白的’——‘苏格拉底不是白的’”列举了个别命题的例子之后,在引入其他命题的例子之前,他解释了说否定必须否定肯定所肯定的同一事物是针对何种区别而言的,并且说:“但如果[否定]某种别的事物,或者从别的事物出发[否定]同一事物,它就不是对立的否定,而是与那个否定不同的另一个否定”。而这意味着:如果否定否定了另一个述项,而非肯定所肯定的那个述项——正如在肯定说“人是白的”时,否定如果说“人不是公正的”——这不会是上述肯定的否定,而是有别于那个否定的另一个否定;因为它的否定将是“人不是白的”,而“人不是公正的”在述项上不同于“人不是白的”。同样地,即使否定从某个其他主项出发否定该述项,而不是从肯定对其做出肯定的那个主项出发,这同样不会是那个肯定的否定;因为有谁会猜想“马不步行”是“人步行”的否定呢?因为显而易见,“人步行”真正存在的否定是“人不步行”,而“马不步行”在主项这一词项上与它相异。在夹插说了这些话之后,他补充了命题的其余例子,说:“与‘每个人都是白的’(显然[对立着],因为必须从外部补充理解这一点)‘并非每个人都是白的’[对立],与‘某个人是白的’‘没有任何人是白的’[对立],与‘人是白的’‘人不是白的’[对立]”;在这些命题中,显然前者是带有限定词的,而后者是无限定的。接着,在总结通过系论所陈述的内容时,他说:“因此,一个肯定与一个否定矛盾对立,且这些命题是哪些,已经被陈述了”;因为他已经逐一考察了命题的所有种类,包括个别的、带有限定词的以及无限定的,并证明了这在所有命题上都会发生。而在总结关于命题中的对立所陈述的其余内容时,他附加上了“相反的命题是另一些命题(显然他是指有别于矛盾对立的命题)”,“且这些是哪些(在此处以及在接下来说到的内容中,都共同补充理解‘已经被陈述了’)”,“并非每个矛盾对立都是真的或假的”。而这对他意味着什么,我们此前已经说过,即:就更宽泛意义上所说的、表示使用相同词项的肯定与否定之间任意对立的矛盾而言,他说其组成部分并非在任何情况下都划分真与假。而陈述这一点是由于无限定命题的缘故,他认为无限定命题在偶真质料中一同为真,这是由于它们与特称命题同调,而这正是“以及为什么如此”对他而言所意味的。并且,“何时是真的或假的”本身也是关于无限定命题而言的;因为根据偶真质料之外的其余质料,我指的是必然质料与不可能质料,它们[无限定命题]也同样划分真与假。
- 1.23ἐὰν ἄλλο τι ἀποφήσῃ ἡ ἀπόφασις κατηγορούμενον καὶ μὴ ὃ κατέφησεν ἡ κατάφασις
ἄλλο τι κατηγορούμενον(“另一个述项”)与 καὶ μὴ ὃ κατέφησεν ἡ κατάφασις(“而非肯定所肯定的那个”)构成并列,二者共同充当动词 ἀποφήσῃ 的宾语。
- 1.23ἀντίκειται δηλονότι, τοῦτο γὰρ ἔξωθεν δεῖ προσυπακούειν
此处理清了亚里士多德原文(17b38)中 τῇ δὲ πᾶς ἄνθρωπος λευκός ἡ οὐ πᾶς ἄνθρωπος λευκός 的句法,指出谓语动词 ἀντίκειται(“对立”)被省略,必须从文句外部补充理解(προσυπακούειν)。
- 1.23κατὰ κοινοῦ καὶ ἐνταῦθα καὶ ἐπὶ τῶν ἐφεξῆς ῥηθησομένων ὑπακουομένου τοῦ εἴρηται
ὑπακουμένου τοῦ εἴρηται 是属格独立结构,从句法上说明在亚里士多德原文 καὶ ὅτι αἱ ἐναντίαι ἄλλαι... 以下各分句中,谓语动词 εἴρηται(“已经被陈述了”)应当被共同(κατὰ κοινοῦ)补充理解。
- 1.23τῆς κοινότερον λεγομένης ἀντιφάσεως καὶ σημαινούσης τὴν τυχοῦσαν ἀντίθεσιν τῆς καταφάσεως πρὸς τὴν ἀπόφασιν τῶν τοῖς αὐτοῖς ὅροις χρωμένων οὐ πάντως φησὶ τὰ μόρια διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος
长属格短语 τῆς κοινότερον λεγομένης ἀντιφάσεως... 作为部分属格修饰后文的 τὰ μόρια(“组成部分”)。尽管存在较长的语序倒置与修饰语穿插,其句式骨架为:“他说宽泛意义上的矛盾对立的组成部分并非在任何情况下都划分真与假”。
