← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§123.1-124.6

单项肯定与单一矛盾否定之对应

引用亚里士多德在17b38及以后的总结,阿摩尼奥斯从先前的讨论中得出结论:单一肯定只能对应单一矛盾对立的否定,并对涉及主项和述项同一性以及命题划分的措辞进行释义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.23#1

Φανερὸν δὲ ὅτι καὶ μία ἀπόφασις μιᾶς καταφάσεως· τὸ γὰρ αὐτὸ δεῖ ἀποφῆσαι τὴν ἀπόφασιν, ὅπερ κατέφησεν ἡ κατάφασις, καὶ ἀπὸ τοῦ αὐτοῦ, ἢ τῶν καθ’ ἕκαστά τινος ἢ ἀπὸ τῶν καθόλου τινὸς1 ἢ ὡς καθόλου ἢ ὡς μὴ καθόλου, λέγω δὲ οἷον ἔστι Σωκράτης λευκός — οὐκ ἔστι Σωκράτης λευκός. ἐὰν δὲ ἄλλο τι ἢ ἀπ’ ἄλλου τὸ αὐτό, οὐχ ἡ ἀντικειμένη, ἀλλ’ ἔσται ἐκείνης ἑτέρα· τῇ δὲ πᾶς ἄνθρωπος λευκός ἡ οὐ πᾶς ἄνθρωπος λευκός, τῇ δὲ τὶς ἄνθρωπος λευκός ἡ οὐδεὶς ἄνθρωπος λευκός, τῇ δὲ ἔστιν ἄνθρωπος λευκός ἡ οὐκ ἔστιν ἄνθρωπος λευκός. ὅτι μὲν οὖν μιᾷ ἀποφάσει μία κατάφασις ἀντίκειται ἀντιφατικῶς καὶ τίνες εἰσὶν αὗται, εἴρηται, καὶ ὅτι αἱ ἐναντίαι ἄλλαι καὶ τίνες εἰσὶν αὗται, καὶ ὅτι οὐ πᾶσα ἀληθὴς ἢ ψευδὴς ἀντίφασις καὶ διὰ τί καὶ πότε ἀληθὴς ἢ ψευδής. Πάσαις ἐπεξελθὼν ταῖς ἀντιθέσεσι τῶν προτάσεων ὁ Ἀριστοτέλης ὥσπερ πόρισμά τι συνάγει καὶ παραδίδωσιν ἡμῖν διὰ τούτων ὅτι τῇ μιᾷ καταφάσει μίαν μόνην ἀπόφασιν μάχεσθαι δυνατόν, πλείους δὲ μιᾷ ἀδύνατον. πῶς οὖν διὰ τῶν προειρημένων τοῦτο συνάγεσθαι φήσομεν; ἢ ὅτι2 τῇ καθόλου ὡς καθόλου καταφάσει δύο μάχεσθαι ἀποφάσεις ἐδόκουν, ἥ τε καθόλου ὡς καθόλου καὶ ἡ κατὰ μέρος, ὧν ἡ μὲν κατὰ μέρος ὡς ἀντιφάσκουσα τῷ ὄντι πρὸς αὐτήν, ἡ δὲ καθόλου συμψευδομένη αὐτῇ κατὰ τὴν ἐνδεχομένην ὕλην ἐφωρᾶτο. τὸν αὐτὸν δὲ τρόπον καὶ τῇ μερικῇ καταφάσει δύο μὲν ἐδόκουν μάχεσθαι ἀποφάσεις αἱ προειρημέναι, τούτων δὲ ἡ μὲν καθόλου ὄντως ἐμάχετο πρὸς αὐτὴν ὡς ἀεὶ διαιροῦσα μετ’ αὐτῆς τό τε ἀληθὲς καὶ τὸ ψεῦδος, ἡ δὲ μερικὴ συντρέχουσα πρὸς αὐτὴν ἐπὶ τῆς ἐνδεχομένης ὕλης κατελαμβάνετο. τοῦτο οὖν παραδιδοὺς ἡμῖν ὅτι μία ἀπόφασις τῆς μιᾶς καταφάσεως καὶ τὴν αἰτίαν ἐπάγων τοῦ συμβαίνοντος τὸ γὰρ αὐτό φησιν ἀποφῆσαι δεῖ τὴν ἀπόφασιν, ὅπερ κατέφησεν ἡ κατάφασις, καὶ ἀπὸ τοῦ αὐτοῦ. λέγει δὲ τὸ αὐτὸ μὲν τὸ κατηγορούμενον, ἀπὸ δὲ τοῦ αὐτοῦ τοῦ ὑποκειμένου· προείρηται γὰρ πολλάκις ὅτι καὶ ὑποκειμένῳ τῷ αὐτῷ καὶ κατηγορουμένῳ χρῆσθαι ἀνάγκη τὰς ἀντιφατικῶς ἀντικειμένας ἀλλήλαις προτάσεις. εἶτα ὥσπερ ἀναμιμνήσκων ἡμᾶς τῆς γενομένης ἀπὸ τοῦ ὑποκειμένου διαιρέσεως τῶν προτάσεων ἢ τῶν καθ’ ἕκαστά τινος φησιν ἢ ἀπὸ τῶν καθόλου τινὸς ἢ ὡς καθόλου ἢ ὡς μὴ καθόλου. λέγοι δ’ ἂν τὸ μὲν ἢ τῶν καθ’ ἕκαστα περὶ τῆς ἀντιθέσεως τῶν καθ’ ἕκαστα δηλονότι προτάσεων, τὸ δὲ ἢ ἀπὸ τῶν καθόλου τινὸς περὶ πασῶν ἁπλῶς τῶν καθολικῷ ὑποκειμένῳ χρωμένων, καὶ τούτου τὸ μὲν ἢ ὡς καθόλου περὶ τῶν προσδιωρισμένων τὸ δὲ ἢ ὡς μὴ καθόλου περὶ τῶν ἀπροσδιορίστων.

“同样显而易见的是,一个否定针对一个肯定;因为否定必须否定肯定所肯定的同一事物,并且从同一事物出发否定,或者从某个个别事物出发,或者从某个全称事物出发,或者以全称方式或者不以全称方式;我所指的是,例如‘苏格拉底是白的’——‘苏格拉底不是白的’。但如果[否定]某种别的事物,或者从别的事物出发[否定]同一事物,它就不是对立的否定,而是与那个否定不同的另一个否定。与‘每个人都是白的’相对立的是‘并非每个人都是白的’,与‘某个人是白的’相对立的是‘没有任何人是白的’,与‘人是白的’相对立的是‘人不是白的’。因此,一个肯定在矛盾对立的意义上与一个否定相对立,且这些命题是哪些,已经被陈述了;相反的命题是另一些命题,且这些是哪些,已经被陈述了;并非每个矛盾对立都是真的或假的,以及为什么如此,何时是真的或假的,也都已经被陈述了。” 在逐一考察了命题的所有对立之后,亚里士多德通过这些表述,宛如推导出一个系论那样向我们传授道:对一个肯定而言,只可能有一个否定与之冲突,而多个否定对一个肯定冲突是不可能的。那么,我们将如何说这是从先前的论述中推导出来的呢?难道不是因为,与全称的全称肯定相对立,原本似乎有两个否定在与之冲突,即全称的全称否定与特称否定,其中特称否定被发现真实地与它相矛盾,而全称否定在偶真质料中被察觉到与它一同为假?以同样的方式,与特称肯定相对立,先前提到的那两个否定原本也似乎在与之冲突,但其中全称否定因始终与它划分真与假而真实地与它冲突,特称否定则在偶真质料中被判定为与它相融。因此,在向我们传授一个肯定只有一个否定这一要点,并附加上发生此种情况的原因时,他说:“因为否定必须否定肯定所肯定的同一事物,并且从同一事物出发否定”。他所谓的“同一事物”是指述项,而“从同一事物出发”是指主项;因为此前已多次说过,彼此构成矛盾对立的命题必须使用相同的主项和相同的述项。接着,仿佛是为了提醒我们从主项出发对命题所作的划分,他说:“或者从某个个别事物出发,或者从某个全称事物出发,或者以全称方式或者不以全称方式”。他所说的“或者从某个个别事物出发”,显然是指个别命题的对立;而“或者从某个全称事物出发”,是指一般而言使用全称主项的一切命题;在这之中,“或者以全称方式”是指带有限定词的命题,而“或者不以全称方式”是指无限定命题。

语法注2 条
  1. 1.23ἢ τῶν καθ’ ἕκαστά τινος ἢ ἀπὸ τῶν καθόλου τινὸς

    紧接前置词短语 ἀπὸ τοῦ αὐτοῦ,前置词 ἀπό 在第一项(ἢ τῶν καθ’ ἕκαστά τινος)中被省略而仅留属格,而在第二项(ἢ ἀπὸ τῶν καθόλου τινὸς)中显现。两项在句法上平行,均受 ἀπό 的含义管辖。

  2. 1.23ἢ ὅτι

    用于引出对前述自问句(πῶς οὖν... φήσομεν;)的回答或试探性解答。在古典希腊语及注疏中,ἢ ὅτι 常用作“难道不是因为……”来提出解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:123.1-124.6