- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:121.1-122.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯阐释了基于非相反者(生成与存在)证明无限定命题可以同时为真的第二条论证,通过区分“矛盾对立”这一术语的严格意义与宽泛意义,解决了亚里士多德为何将无限定命题的对立称为矛盾对立的疑难,并最终阐明了无限定否定与全称否定的区别。
δοκεῖ μὲν οὖν, ὅπερ ἔμπροσθεν ἐλέγομεν, πρὸς τὸ καθόλου μᾶλλον ἀποκλίνειν ἡ ἀπὸ τῆς ἀρνήσεως ἀρχομένη ἀδιόριστος ἀπόφασις, ἅτε τῆς ἀρνήσεως προσεχέστερον ἐξακουομένης πρὸς τὸ τίς τὸ κατὰ δύναμιν ἐνυπάρχον ἐν τῇ ἀδιορίστῳ καταφάσει, ἀλλ’ ὁ Ἀριστοτέλης χρῆται καὶ [οὕτως αὐτῇ ὡς ἴσον δυναμένῃ τῇ κατὰ μέρος, ἅτε καὶ κατὰ τοῦτον τὸν τρόπον δυναμένης τῆς ἀρνήσεως μὴ τῷ προσδιορισμῷ ἀλλὰ τῷ κατηγορουμένῳ συμπλέκεσθαι. τὸ δὲ ἀπὸ τῶν μὴ ἐναντίων ἐπιχείρημα τὸν ὅμοιον τρόπον προϊὸν τῷ ἀπὸ τῶν ἐναντίων τοιαύτην ἔχει τὴν δύναμιν· δύο πάλιν λαμβάνει καταφάσεις ἀπροσδιορίστους τήν τε λέγουσαν ‘ἔστιν ἄνθρωπος’ καὶ τὴν λέγουσαν ‘γίνεται ἄνθρωπος’, ὧν ἡ μὲν ἀληθὴς διὰ τὸν ἐνεργείᾳ ὄντα ἡ δὲ διὰ τὸν ἔτι κυόμενον. ἀξιοῖ οὖν τῇ λεγούσῃ ‘γίνεται ἄνθρωπος’ συναληθεύειν τὴν λέγουσαν ‘οὐκ ἔστιν ἄνθρωπος’· ὁ γὰρ γινόμενος ἄνθρωπος οὔπω ἔστιν ἄνθρωπος. εἰ οὖν τῇ μὲν ‘ἔστιν ἄνθρωπος’ ἡ ‘γίνεται ἄνθρωπος’ συναληθεύει, τῇ δὲ ‘γίνεται ἄνθρωπος’ ἡ ‘οὐκ ἔστιν ἄνθρωπος’, δῆλον ὅτι τῇ ‘ἔστιν ἄνθρωπος’ ἡ ‘οὐκ ἔστιν ἄνθρωπος’ συναληθεύσει, ὅπερ ἐξ ἀρχῆς ἡμῖν προέκειτο δεῖξαι. Ἀπορήσειε δ’ ἄν τις πῶς ὅλως ἠξίωσεν ὁ Ἀριστοτέλης τὴν τῶν προτάσεων τούτων ἀντίθεσιν προσαγορεύειν ἀντίφασιν, καίτοι συναληθεύειν αὐτὰς οἰόμενος τὴν δὲ ἀντίφασιν ὁριζόμενος ἐν τοῖς Ἀναλυτικοῖς “ἀντίθεσιν ἧς οὐδὲν μεταξὺ καθ’ αὑτήν”, καὶ ἐν Κατηγορίαις μέντοι, ἐν οἷς διέκρινε τὰ εἴδη τῶν ἀντικειμένων, εἰπὼν ὅτι ὅσα ὡς κατάφασις καὶ ἀπόφασις ἀντίκειται, διαφέρει τῶν κατὰ τὰς ἄλλας ἀντιθέσεις ἀντικειμένων τῷ ἐπὶ μόνων τούτων ἐξ ἀνάγκης τὸ μὲν ἀληθὲς εἶναι τὸ δὲ ψεῦδος·1 πῶς οὖν ὁ ταῦτα πανταχοῦ διοριζόμενος ἐν τούτοις ἠξίωσε τὴν ἀντίθεσιν τῶν συναληθευουσῶν, ὡς αὐτός φησιν, ἀλλήλαις προτάσεων, τῶν ἀπροσδιορίστων λέγω, καλεῖν ἀντίφασιν; προειπὼν γοῦν ὅσαι μὲν οὖν ἀντιφάσεις τῶν καθόλου εἰσὶ καθόλου ἐπήγαγεν ὅσαι δὲ ἐπὶ τῶν καθόλου μὲν μὴ καθόλου δέ, ὡς ἂν καὶ τῆς τούτων ἀντιθέσεως ἀντιφάσεως καλουμένης.2 ῥητέον οὖν πρὸς τὴν ζήτησιν ὡς τὸ ὄνομα τῆς ἀντιφάσεως ποτὲ μὲν παραλαμβάνει ἐπὶ μάχης καταφάσεως καὶ ἀποφάσεως διαιρουσῶν ἀεὶ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ὡς δηλοῖ τά τε ἐν Κατηγορίαις ῥηθέντα καὶ ὁ ἐν τοῖς Ἀναλυτικοῖς ἀποδιδόμενος τῆς ἀντιφάσεως ὅρος, ποτὲ δὲ κοινότερον πᾶσαν ἁπλῶς ἀντίθεσιν καταφάσεως καὶ ἀποφάσεως τῷ αὐτῷ ὑποκειμένῳ καὶ τῷ αὐτῷ κατηγορουμένῳ χρωμένων. δηλοῖ δὲ ἐφεξῆς λέγων ὡς οὐ πᾶσα ἀληθὴς ἢ ψευδὴς ἀντίφασις, ταὐτὸν λέγων τῷ ‘οὐ πάσης ἀντιφάσεως τὸ μὲν τῶν μορίων ἀληθεύειν τὸ δὲ ψεύδεσθαι ἀνάγκη’. εἰ δὲ ἐν Κατηγορίαις ἐλέγετο τῶν ἀντικειμένων καταφάσεων καὶ ἀποφάσεων ἀληθευούσης τῆς ἑτέρας ψεύδεσθαι τὴν λοιπὴν καὶ ψευδομένης ἀληθεύειν, οὔτε προκεῖσθαι φήσομεν κατ’ ἐκείνην τὴν πραγματείαν τὴν περὶ τούτων ἀκριβολογίαν, ἀλλὰ καὶ περὶ μόνων τῶν καθ’ ἕκαστα προτάσεων διειλέχθαι3 τὸν φιλόσοφον ἐν ἐκείνοις τῶν ἀναμφισβητήτως ἀντιφασκουσῶν πρὸς ἀλλήλας κατὰ τὴν κυρίως λεγομένην ἀντίφασιν. μετὰ δέ γε τὰς ἐπιχειρήσεις, δι’ ὧν κατεσκεύασεν ὡς συναληθεύουσιν αἱ ἀπροσδιόριστοι προτάσεις, ἐφιστάνων καὶ αὐτὸς ὡς τισιν ἐνίοτε οὐ δόξει πιθανὰ λέγειν διὰ τὸ τὴν ἀπόφασιν τὴν ἀπροσδιόριστον μὴ δοκεῖν τῇ κατὰ μέρος ἀλλὰ τῇ καθόλου συντρέχειν, τοῖς ἐξαίφνης φησὶν ἀκούουσι (λέγει δὲ τὸ ἐξαίφνης ἀντὶ τοῦ κατὰ πρώτην προσβολὴν καὶ ἀπερισκέπτως καὶ ἀβασανίστως) ἄτοπον εἶναι δόξει τὸ παραδεδομένον περὶ τῶν ἀπροσδιορίστων θεώρημα διὰ τὸ δοκεῖν τὴν ‘οὐκ ἔστιν ἄνθρωπος λευκός’ ἀπροσδιόριστον οὖσαν ἀπόφασιν ταὐτὸν σημαίνειν τῇ ‘οὐδείς ἐστιν ἄνθρωπος λευκός’, ὅπερ εἰ μὲν κατὰ ἀλήθειαν οὕτως εἶχε, τῆς ἀπροσδιορίστου καταφάσεως ἀναμφισβητήτως ἀεὶ συντρεχούσης τῇ μερικῇ καταφάσει, πάντως ἂν διήρουν ἀεὶ τό τε ἀληθὲς καὶ τὸ ψεῦδος αἱ ἀπροσδιόριστοι προτάσεις, ὥσπερ ἡ μερικὴ κατάφασις καὶ ἡ καθόλου ἀπόφασις. νῦν δέ, φησίν, οὔτε ταὐτὸν σημαίνουσιν αἱ εἰρημέναι ἀποφάσεις, ἥ τε ἀπροσδιόριστος καὶ ἡ καθόλου, οὔτε ἅμα ἐξ ἀνάγκης ἀληθεύουσιν, ὡς ἕτερον τοῦτο προστιθεὶς παρὰ τὸ ταὐτὸν σημαίνειν· εἰσὶ γὰρ αἳ ταὐτὸν μὲν οὐ σημαίνουσι προτάσεις ἅμα δέ εἰσιν ἀληθεῖς διὰ τὸ ἕπεσθαι ἀλλήλαις, ὥσπερ ἡ ‘ἀδύνατον εἶναι ἄνθρωπον πτερωτόν’ καὶ ἡ ‘ἀναγκαῖον μὴ εἶναι ἄνθρωπον πτερωτόν’· τούτων δὲ τῆς μὲν καθόλου ἀληθευούσης καὶ ἡ ἀδιόριστος ἀληθής, οὐ μέντοι ἔμπαλιν. ἄχρι τούτων ἡ θεωρία προήχθη τῶν ἀντιθέσεων τῶν ὑπαρχουσῶν ἐν ταῖς προτάσεσι ταῖς γινομέναις ἐκ τῆς διαιρέσεως τοῦ ὑποκειμένου.
因此,正如我们此前所说,从否定词开始的无限定否定命题,似乎更倾向于全称,因为否定词更直接地针对无限定肯定命题中潜在具有的‘某个’而被听取;然而亚里士多德甚至也这样使用它,视其具有与特称命题相等的效力,因为以这种方式否定词同样能够不与限定词结合而是与述项结合。而从非相反者出发的论证,按照与从相反者出发相似的方式展开,具有如下效力:他再次选取了两个无限定肯定命题,即陈述‘人存在’的命题与陈述‘人生成’的命题,其中前者因现实存在者而为真,后者则因尚在胎中孕育者而为真。于是他主张,与陈述‘人生成’的命题同时为真的是陈述‘人不存在’的命题;因为正在生成的人尚未是人。因此,如果与‘人存在’相伴随‘人生成’同时为真,而与‘人生成’相伴随‘人不存在’同时为真,那么显而易见,与‘人存在’相伴随‘人不存在’也将同时为真,这正是我们最初所拟定要证明的。 然而有人可能会感到疑难:亚里士多德既然认为这些命题可以同时为真,究竟凭什么完全赞同把这些命题的对立称为矛盾对立?况且他在《分析论》中将矛盾对立定义为“本身没有任何居间者的对立”,甚至在《范畴篇》中区分相反者的种类时,也曾说过凡作为肯定与否定而对立者,与其他对立形式下的对立物不同,唯独在这些对立物中必然是一者为真而另一者为假。那么,这位处处对这些概念作出规定的人,在当前讨论中究竟凭什么赞同把按照他自己所说能够彼此同时为真的命题——我指无限定命题——的对立称为矛盾对立呢?事实上,他在预先说了“凡全称者的矛盾对立是全称的”之后,便接着说“而凡针对全称者却非全称的”,仿佛这些命题的对立也被称为矛盾对立一样。因此,针对这一探究必须回答说:他有时将矛盾对立这一名称用于始终划分真与假的肯定与否定的冲突,正如《范畴篇》中所言以及《分析论》中所给出的矛盾对立定义所表明的那样;但有时他也以更宽泛的意义,单纯用于使用相同主项和相同述项的肯定与否定的任何对立。他在接下来的表述中指出并非每个矛盾对立都是真的或假的,这表明了这一点,因为这与说“并非每个矛盾对立的肢必然是一者为真而另一者为假”完全是一回事。再者,即使在《范畴篇》中曾说过,在对立的肯定与否定中,一者为真则余下一者为假,一者为假则另一者为真,我们也将说,在那部论著中既未将关于这些问题的严格探讨作为主题,而且哲学家在那几处也仅仅论述了关于个别事物的命题,这些命题按照严格意义上的矛盾对立而言毫无争议地彼此构成矛盾对立。 在他借以确立无限定命题同时为真的论证之后,他自己也注意到,有时由于无限定否定看来并非与特称命题相一致而是与全称命题相一致,在某些人看来他的说法并不具有说服力,于是他说,对猝然听闻者而言(他用“猝然”代替“在初次接触时、未经思考且未经审验地”),关于无限定命题所传授的定理将显得荒谬,因为无限定否定‘人不是白的’看起来与‘没有任何人是白的’表达同一含义;而这一看法如果依真理而言确实如此,既然无限定肯定毫无争议地始终与特称肯定相一致,那么无限定命题就必定始终划分真与假,正如特称肯定与全称否定那样。但他指出,实际上刚才所说的这些否定命题,即无限定否定与全称否定,既不表达同一含义,也并非必然同时为真,他是把这一点作为有别于表达同一含义的另一项内容附加进来的;因为存在着一些命题,它们虽不表达同一含义,却因相互蕴涵而同时为真,就像‘人长着翅膀是不可能的’与‘人必然不长翅膀’一样;而在这些命题中,全称命题若为真,无限定命题亦为真,反之则不然。关于因主项的划分而产生的命题中所存在的对立,考察至此告一段落。
- 1.22τῷ ἐπὶ μόνων τούτων ἐξ ἀνάγκης τὸ μὲν ἀληθὲς εἶναι τὸ δὲ ψεῦδος
与格定冠词引导不定式(τῷ 与不定式 εἶναι),作为动词 διαφέρει 的关系或原因与格:“在唯独于这些对立中必然一者为真而另一者为假的方面”。
- 1.22ὡς ἂν καὶ τῆς τούτων ἀντιθέσεως ἀντιφάσεως καλουμένης
连词 ὡς 与小品词 ἄν 和属格独立结构(τῆς τούτων ἀντιθέσεως ... καλουμένης)相结合的句式,表示主观假定或意图:“仿佛这些命题的对立也被称为矛盾对立一样”。
- 1.22οὔτε προκεῖσθαι φήσομεν ... ἀλλὰ καὶ ... διειλέχθαι
相关句式 οὔτε ... ἀλλὰ καί 统领主动词 φήσομεν 下的两个宾格不定式从句(προκεῖσθαι 与 διειλέχθαι),否定前者(并非以严密探究为目标),并强调肯定后者(仅讨论了个别事物命题)。
