- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:119.4-121.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯指出,在带有动词述项的命题中否定词的位置同样影响其量,讨论了三段论中不定否定结论的特称效力,并阐释了亚里士多德通过相反述项证明不定肯定与不定否定可以同时为真的论证。
ταῦτα δὲ οὐ μόνον ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου προτάσεων, ἀλλὰ καὶ ἐπὶ τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου συμβαίνειν ἐροῦμεν, οἷον τῆς ‘τὶς ἄνθρωπος οὐ γεωμετρεῖ’ ἢ ‘οὐ γεωμετρεῖ τις ἄνθρωπος’ καὶ ‘πᾶς ἄνθρωπος οὐ γεωμετρεῖ’ ἢ ‘οὐ γεωμετρεῖ πᾶς ἄνθρωπος’· καὶ γὰρ ἐπὶ τούτων ἡ μὲν πρώτη καὶ ἡ τρίτη ἔτι προφανέστερον τὸν κατηγορούμενον ἔχουσαι1 τὸ αὐτὸ ποσὸν ταῖς ἐξ ἀρχῆς καταφάσεσι φυλάττειν δοκοῦσιν, ἅτε αὐτόθεν τῷ κατηγορουμένῳ τῆς ἀρνήσεως συντεταγμένης καὶ οὐ πάνυ πρὸς ἄλλο τι ἐξακουομένης, αἱ δὲ λοιπαὶ τὰς ἀρνήσεις ἔχουσαι τοὺς ἑπομένους αὐταῖς προσδιορισμοὺς ἀναιρεῖν δοκούσας ἐπὶ τὸ ἀντικείμενον ποσὸν φαίνονται μᾶλλον ἀποκλίνειν. ὥστε καὶ ἐπὶ τῆς ἀδιορίστου ἀποφάσεως τὰ αὐτὰ πάλιν ἐροῦμεν, ἅπερ ἐπὶ τῆς κατὰ μέρος τῆς ἐχούσης τὴν ἄρνησιν μὴ τῷ προσδιορισμῷ συμπλεκομένην ἀλλὰ τῷ κατηγορουμένῳ, καὶ οὐδέτερος τῶν ἐξ ἀρχῆς μάχεσθαι δοξάντων λόγων φαίνεται παντάπασιν ἀπὸ σκοποῦ βάλλων. Ὁ μὲν οὖν λόγος ἡμῖν ἐπιτρέπει παραλαμβάνειν τὴν ἀπροσδιόριστον ἀπόφασιν ἀνθ’ ἑκατέρας τῶν διωρισμένων· οὐ μέντοι φαίνεταί τις τῶν παλαιῶν ἀντὶ τῆς μερικῆς αὐτῇ χρησάμενος, ὡς ἀσαφέστερον ἴσως τοῦτο σημαινούσῃ, καθ’ ὃν καὶ διωρίσαμεν τρόπον, ἐπεὶ καὶ τῶν προσδιωρισμένων ἀποφάσεων αἱ τοῦ ἔστι προτιθεῖσαι τὴν ἄρνησιν τῶν συμπλεκουσῶν αὐτὴν τοῖς προσδιορισμοῖς σπανιώτεραι διὰ τοῦτο παρὰ τοῖς παλαιοῖς. εἰ δὲ τὸ ἐξ ἀδιορίστου καταφατικῆς τῆς ἐλάττονος καὶ καθόλου ἀποφατικῆς τῆς μείζονος συναγόμενον ἀδιόριστον ἀποφατικὸν συμπέρασμα φαίνεται ἀεὶ τῇ κατὰ μέρος, ἀλλ’ οὐ τῇ καθόλου συνᾷδον, οὐ θαυμαστόν· ἀνάγκη γὰρ ἐν τοῖς κατὰ τὸ πρῶτον σχῆμα συμπεράσμασι τὸ κατηγορούμενον κατηγορεῖσθαι κατὰ τοῦ ἐν τῇ ἐλάττονι προτάσει ληφθέντος ὑποκειμένου μὴ μόνον τῷ ὀνόματι καὶ τῷ σημαινομένῳ τοῦ αὐτοῦ μένοντος, ἀλλὰ καὶ τῷ ποσῷ, διότι συμβαίνει καὶ κατὰ τοῦτο τὸ σχῆμα τῷ ποσῷ τῆς ἐλάττονος ἕπεσθαι τὸ ποσὸν τοῦ συμπεράσματος· ὥστε εἰ ἐν ἐκείνῃ δυνάμει εἴληπται τὸ κατηγορούμενον ὡς τινὶ τῶν ὑποκειμένων ὑπάρχον, καὶ ἐν τῷ συμπεράσματι τινὶ αὐτὸ μὴ ὑπάρχειν ῥηθήσεται, ὅπερ φαίνεται σαφέστερον ἐν ταῖς ἐκ μερικῆς καταφατικῆς τῆς ἐλάττονος καὶ καθόλου ἀποφατικῆς τῆς μείζονος συζυγίαις συμπεράσματα συναγούσαις κατὰ μέρος ἀποφατικά, οἷον ‘τὶς ἄνθρωπος δίκαιός ἐστιν, οὐδὲν δίκαιον ἄδικόν ἐστι, τὶς ἄρα ἄνθρωπος ἄδικος οὐκ ἔστιν’, ᾧ ταὐτὸν δύναται κατὰ τὸν προειρημένον τρόπον τὸ ‘ἄνθρωπος ἄδικος οὐκ ἔστιν’· ὡς γὰρ συντόμως εἰπεῖν, ἡ ἀπόφασις ἐν μὲν ταῖς καθ’ ἕκαστα μηδὲ κατὰ φαντασίαν ἐπιδεχομέναις τινὰ κατὰ τὸ ποσὸν διαφορὰν τὸ αὐτὸ ποσὸν ἐξ ἀνάγκης τῇ καταφάσει φυλάττει, ἐν δὲ πάσαις ταῖς καθολικῷ ὑποκειμένῳ χρωμέναις2 καὶ διὰ τοῦτο ἐπαμφοτερίζειν δυναμέναις κατὰ τὸ καθόλου καὶ τὸ κατὰ μέρος, εἰ μὲν κατὰ τὸ ποσὸν ἀντιτεθείη πρὸς τὴν κατάφασιν ἢ κατ’ ἐνέργειαν ἢ κατὰ δύναμιν, ἡ ἀντιφάσκουσα ἔσται, εἰ δὲ κατὰ τὸ ἔστιν ἢ κατ’ ἐνέργειαν πάλιν ἢ κατὰ δύναμιν ἐν τῇ προτάσει περιεχόμενον, οὐκέτι, ἀλλ’ ἐπὶ μὲν τῆς καθόλου ἡ ποτὲ συμψευδομένη, ἐπὶ δὲ τῶν λοιπῶν ἡ συνάδειν δυναμένη. Τούτων οὖν διωρισμένων ἑξῆς ἐπισκεψώμεθα τὰς ἐπιχειρήσεις τοῦ Ἀριστοτέλους, δι’ ὧν ἀξιοῖ κατασκευάζειν ὡς συντρέχουσιν ἀλλήλαις ἐπὶ τῆς ἐνδεχομένης ὕλης αἱ ἀπροσδιόριστοι προτάσεις. δύο μὲν οὖν οὐσῶν τῶν ἐπιχειρήσεων ἡ μὲν ἀπὸ τῶν ἐναντίων ποιεῖται τὴν ἔφοδον τῆς κατασκευῆς, ἡ δὲ ἀπὸ τῶν μὴ ἐναντίων. λαμβάνει δὲ τῶν μὲν ἐναντίων παραδείγματα τό τε καλὸν καὶ τὸ αἰσχρόν, τῶν δὲ μὴ ἐναντίων τὸ γινόμενον καὶ τὸ ὄν· ταῦτα δὲ οὐκ ἐναντία, εἴπερ ὁδὸς ἐπὶ τὸ εἶναι ἡ γένεσις. καὶ τὸ μὲν ἀπὸ τῶν ἐναντίων ἐπιχείρημα προάγεται τόνδε τὸν τρόπον· δύο λαμβάνει καταφάσεις ἀπροσδιορίστους συναληθευούσας ἀλλήλαις κατηγορουμένοις ἐναντίοις χρωμένας τήν τε ‘ἔστιν ἄνθρωπος καλός’ καὶ τὴν ‘ἔστιν ἄνθρωπος αἰσχρός,’ ὧν ἡ μὲν ἀληθὴς διὰ τὸν Νιρέα τυχόν, ἡ δὲ διὰ τὸν Θερσίτην· ἐλέγομεν γὰρ τὰς ἀπροσδιορίστους καταφάσεις ταῖς μερικαῖς καταφάσεσι τὴν αὐτὴν ἀναμφισβητήτως δύναμιν ἔχειν. εἰ οὖν ἅμα ἀληθεῖς ἥ τε ‘τὶς ἄνθρωπος καλός’ καὶ ἡ ‘τὶς ἄνθρωπος αἰσχρός’, δῆλον ὅτι καὶ αἱ ἀπροσδιορίστως λεγόμεναι συναληθεύουσι. τὴν οὖν ἑτέραν τῶν οὕτως εἰλημμένων καταφάσεων δεικνὺς ταὐτὸν φθεγγομένην τῇ τῆς ἑτέρας ἀποφάσει συνάγει ὅτι ἐπὶ τῶν τοιούτων προτάσεων τὴν κατάφασιν συμβαίνει συντρέχειν τῇ ἑαυτῆς ἀποφάσει· τῇ γὰρ ‘ἔστιν ἄνθρωπος αἰσχρός’ συναληθεύει, φησίν, ἡ ‘ἔστιν ἄνθρωπος οὐ καλός’ (ὁ γὰρ ὢν αἰσχρὸς δῆλον ὡς εἴη ἂν οὐ καλός), ἡ δὲ ‘ἔστιν ἄνθρωπος οὐ καλός’ ἡ αὐτή ἐστι τῇ ‘οὐκ ἔστιν ἄνθρωπος καλός’ (ὁ γὰρ ὢν οὐ καλὸς δῆλον ὡς οὐκ ἂν εἴη καλός)· ὥστε τῇ ‘ἔστιν ἄνθρωπος καλός’ καταφάσει ἅμα ἀληθεύσει ἡ ‘οὐκ ἔστιν ἄνθρωπος καλός’ ἀπόφασις.
我们将说,这些情况不仅发生在附加第三要素作为述项的命题中,而且也发生在仅由主项与述项构成的命题中,例如‘某个人不研究几何’或‘不研究几何,某个人’,以及‘每个人都不研究几何’或‘不研究几何,每个人’。因为在这些命题中,第一种和第三种命题由于带有述项,似乎更为显然地保持着与最初肯定命题相同的量,因为否定词直接与述项结合,完全不能针对其他任何成分来听取;而其余的命题由于带有的否定词似乎取消了随其后的限定词,因而显得更倾向于相反的量。因此,在不定否定的情形中,我们也将再次说出与那种否定词不与限定词结合而是与述项结合的特称命题完全相同的话,并且最初似乎相互冲突的双方论述,看来都不曾完全偏离目标。 因此,理性准则固然允许我们用无限定否定来代替两个限定命题中的任一个;然而古代人中看来没有任何人用它来代替特称命题,这或许是因为按照我们所界定的方式,无限定否定表达这一含义时不够明确;因为即使在带有量限定词的否定命题中,将否定词置于‘是’之前的命题,也正是出于这个原因,在古代人那里比将否定词与限定词结合的命题更为罕见。再者,如果从小前提为不定肯定、大前提为全称否定的推论中所引出的不定否定结论,看起来总是与特称否定相符而不是与全称否定相符,这也不足为奇。因为在按照第一格的结论中,述项必然针对小前提中所选取的主项被陈述,而〔该主项〕不仅在名称和含义上保持同一,而且在量上也保持同一,这是因为在这一格式下,结论的量也遵循小前提的量。因此,如果在小前提中述项潜在地被理解为属于主项中的某一个,那么在结论中它也将被说成不属于某一个——这一点在由特称肯定的小前提和全称否定的大前提组合引出特称否定结论的论证中表现得更为清楚,例如‘某个人是正义的,没有任何正义之物是不义的,因此某个人不是不义的’,按照前述方式,‘人不是不义的’与此具有相同的效力。简而言之,在关于个别事物的命题中——这类命题即使在想象中也不容许在量上有任何差异——否定必然与肯定保持相同的量;但在所有使用全称主项并因此能够在全称与特称之间摇摆的命题中,如果否定在量上与肯定相对立(无论现实地还是潜在地),它就将是矛盾对立命题,但如果否定针对命题中所包含的‘是’而对立(再次无论现实地还是潜在地),它就将不再是矛盾对立命题,而是在全称命题中成为有时一同为假的命题,在其余命题中成为能够一同相符的命题。 在这些被界定清楚之后,接下来让我们考察亚里士多德的论证,他正是借由这些论证确立无限定命题在可能质料中是彼此相融的。由于论证共有两条,一条是从相反者出发进行确立,另一条则是从非相反者出发。作为相反者的例子,他选取了美与丑;作为非相反者的例子,他选取了正在生成的与存在着的——这些并不是相反者,既然生成是走向存在的途径。从相反者出发的论证是按照如下方式展开的:他选取了两个使用相反述项而彼此同时为真的无限定肯定命题,即‘人是美的’与‘人是丑的’,其中前者例如因尼柔斯而为真,后者则因忒耳西忒斯而为真;因为我们曾经说过,无限定肯定命题毫无争议地具有与特称肯定命题相同的效力。因此,如果‘某个人是美的’与‘某个人是丑的’同时为真,显然以无限定方式陈述的命题也同时为真。于是,通过表明这样选取的肯定命题之一与另一命题的否定所言相同,他推论出在这样的命题中,肯定恰好与其自身的否定相融。因为他说,与‘人是丑的’同时为真的是‘人是不美的’(因为显然,丑的人应当是不美的),而‘人是不美的’与‘人不是美的’是同一的(因为显然,不美的人应当不会是美的);因此,与肯定命题‘人是美的’相伴随,否定命题‘人不是美的’将同时为真。
- 1.22τὸν κατηγορούμενον ἔχουσαι
分词 ἔχουσαι 为阴性复数主格,修饰主语 ἡ μὲν πρώτη καὶ ἡ τρίτη(第一与第三种命题)。结合后文属格独立结构中否定词直接与述项结合的解释,它指示这两种命题在句法结构上将述项直接置于否定词的作用之下。
- 1.22ὡς γὰρ συντόμως εἰπεῖν, ἡ ἀπόφασις ἐν μὲν ταῖς καθ’ ἕκαστα... ἐν δὲ πάσαις ταῖς καθολικῷ ὑποκειμένῳ χρωμέναις...
由 ὡς γὰρ συντόμως εἰπεῖν(简而言之)引出的长句总结。句子的基本骨架是 ἐν μὲν ταῖς καθ’ ἕκαστα... φυλάττει(在单称命题中……保持相同之量)与 ἐν δὲ πάσαις...(但在所有使用全称主项的命题中……)的对比。在后半部分中嵌套了条件结构:若在量上对立则构成矛盾对立;若针对‘是’对立,则在全称命题中同假,在其余命题中可同时相符。
