- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:12.15-13.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
安摩尼乌阐明了亚里士多德何以严格地将言辞的真正部分限定于名词与动词,并借助造船比喻及柏拉图《理想国》中言辞与语篇表述的区分,说明副词和连词等仅属于语篇表述的部分,进而反驳了阿芙洛狄西亚的亚历山大将副词视为名词的观点。
Τὰ μὲν οὖν φύσεων ἢ προσώπων ἢ ἐνεργειῶν ἢ παθῶν ἢ ποιᾶς συμπλοκῆς προσώπου πρὸς ἐνέργειαν ἢ πάθος σημαντικὰ πάντα ὁ Ἀριστοτέλης εἰς ὀνόματα διαιρεῖ καὶ ῥήματα, τὰ μὲν κατὰ χρόνον λεγόμενα ἢ κατηγορούμενα ἐν ταῖς προτάσεσι ῥήματα καλῶν, τὰ δὲ ἄνευ χρόνου λεγόμενα ἢ τὴν χρείαν συμπληροῦντα τῶν ὑποκειμένων ὀνόματα· τὰ δέ γε ἐν μηδετέρᾳ τούτων χώρᾳ παραλαμβανόμενα, κἂν ἄλλως προσκέωνται ταῖς προτάσεσι, τὸ ὑπάρχειν ἢ μὴ ὑπάρχειν ἢ πότε ἢ πῶς ἢ ποσάκις ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ σημαίνοντα ἤ τινα ἄλλην αὐτῶν πρὸς ἄλληλα σχέσιν, οὐδὲ κυρίως ἀξιοῖ μέρη τοῦ λόγου καλεῖν· ὥσπερ γὰρ τῆς νεὼς αἱ μέν σανίδες εἰσὶ τὰ κυρίως μέρη, γόμφοι δὲ καὶ λίνον καὶ πίττα συνδέσεως αὐτῶν καὶ τῆς τοῦ ὅλου ἑνώσεως ἕνεκα παραλαμβάνονται, τὸν αὐτὸν τρόπον κἀν τῷ λόγῳ σύνδεσμοι καὶ ἄρθρα καὶ προθέσεις καὶ αὐτὰ τὰ ἐπιρρήματα γόμφων τινῶν χρείαν ἀποπληροῦσι, μέρη δὲ οὐκ ἂν λέγοιντο δικαίως, ἅ γε μὴ δύνανται συντεθέντα καθ’ ἑαυτὰ τέλειον ἐργάσασθαι λόγον. λόγου μὲν οὖν ταῦτα οὐ μέρη, λέξεως δὲ μέρη, ἧς καὶ ὁ λόγος αὐτὸς μέρος, καθάπερ ἐν τοῖς Περὶ ποιητικῆς εἴρηται, καὶ εἰσὶ χρήσιμα πρὸς τὴν παρ’ ἄλληλα ποιὰν σύνθεσίν τε καὶ σύνταξιν τῶν τοῦ λόγου μερῶν, ὥσπερ καὶ ὁ δεσμὸς πρὸς τὴν ἐπίκτητον ἕνωσιν τῶν δεδεμένων καὶ ἡ κόλλα τῶν δι’ αὐτῆς συνεχομένων, ἀλλ’ οὔτε ἐκεῖνα μέρη τῶν δεδεμένων ἢ κεκολλημένων οὔτε σύνδεσμοι ἢ ἄρθρα ἢ προθέσεις ἢ ἐπιρρήματα τοῦ λόγου μόρια. Διαφέρει δὲ ὁ λόγος τῆς λέξεως, ὅτι ὁ μέν ἐστι πλήρωμα προηγουμένως τῶν σημαινουσῶν τὰ πράγματα φωνῶν, ἡ δὲ πασῶν ἁπλῶς τῶν παραλαμβανομένων πρὸς τὴν διάλεκτον. ἔχεις δὲ τοῦ λόγου τὴν πρὸς τὴν λέξιν διαφορὰν καὶ ὑπὸ Πλάτωνος ἐν τῷ τρίτῳ τῆς Πολιτείας παραδεδομένην, ἐν οἷς φησι “τὰ μὲν δὴ λόγων πέρι ἐχέτω τέλος, τὸ δὲ λέξεως μετὰ τοῦτο σκεπτέον, καὶ ἡμῖν ἅ τε λεκτέον καὶ ὡς λεκτέον παντελῶς ἐσκεμμένον ἔσται”. δι’ ὧν δῆλός ἐστι λόγον μὲν τὴν διάνοιαν καλῶν, λέξιν δὲ τὴν ἀπαγγελίαν,1 εἴτε διὰ τῶν ἀναγκαιοτάτων γίνοιτο μερῶν, ὀνόματός τε καὶ ῥήματος, καθ’ ἣν ὁ ἐν προφορᾷ καὶ ἰδίως λεγόμενος θεωρεῖται λόγος, εἴτε καὶ τὰ λοιπὰ μέρη παραλαμβάνοι τοῦ κοινότερον λεγομένου λόγου, ταὐτὸν δὲ εἰπεῖν, τῆς πρὸς κάλλος ἤδη καὶ ποιὰν σύνταξιν ἀποβλεπούσης ἑρμηνείας. Τῷ μὲν οὖν ἀπὸ τῆς Ἀφροδισιάδος ἐξηγητῇ δοκεῖ καὶ τὰ ἐπιρρήματα ὀνόματα εἶναι, καθάπερ καὶ τὰς ἀντωνυμίας καὶ τὴν καλουμένην παρὰ τοῖς γραμματικοῖς προσηγορίαν. οὐ μέντοι φαίνεται τοῦτο λόγον τινὰ ἔχειν, διότι τὰ μὲν τῶν ἐπιρρημάτων οὐδ’ ἂν ὑποπτευθεῖεν ὀνόματα εἶναι, οἷον τὰ τῆς συγκαταθέσεως ἢ τῆς ἀρνήσεως ἢ τῆς ἀπαγορεύσεως ἢ τὰ προταττόμενα τῶν ὅρκων καὶ πλεῖστα ἕτερα, τὰ δὲ τῷ μὲν παρῆχθαι ἀπό τινων ὀνομάτων ἔδοξεν αὐτῷ τὴν αὐτὴν ἔχειν τοῖς ὀνόμασι δύναμιν,2 οἷον τὸ καλῶς καὶ τὸ σαφῶς ἀπὸ τοῦ καλοῦ καὶ τοῦ σαφοῦς, καθάπερ καὶ τὸ δικαίως ἀπὸ τῆς δικαιοσύνης. εἰ δὲ τοῦτο οὕτως ἔχοι, τὸ γαμητέον καὶ τὸ πλευστέον ῥήματα προσαγορεύσομεν, ἀλλ’ οὐκ ὀνόματα, ὡς ἐκ τοῦ δεῖν γαμεῖν ἢ πλεῖν γεγονότα.
因此,凡是表示本性、人物、活动、受动,或是人物与活动或受动的某种结合的事物,亚里士多德都把它们区分为名词与动词;在命题中依照时间被述说或被谓述的,他称为动词;而没有时间被述说或满足主词之需的,他称为名词。然而,对于那些不被置于这两者中任何一处的事物,即使它们以其他方式附加于命题中,表示谓词属于或不属于主词,或是何时、如何、多少次属于,抑或表示它们彼此之间的其他某种关系,他甚至不认为值得严格称为言辞的部分。因为正如船的真正部分是木板,而木栓、麻线与沥青是为了它们的粘合以及整体的统一而被采用的一样,在言辞中,连词、冠词、介词以及副词本身也发挥着某种木栓的作用,而它们不能被公正地称为部分,因为它们独自结合并不能产生完备的言辞。因此,这些并不是言辞的部分,而是语篇表述的部分,而正如在《诗学》中所说的那样,言辞本身也是语篇表述的一部分;它们对于言辞各部分彼此之间的某种结合与编排是有用的,正如绳结之于被缚之物的后天统一,胶水之于借其结合之物一样,但那些既不是被缚之物或被胶合之物的部分,连词、冠词、介词或副词也不是言辞的部分。而言辞与语篇表述的区别在于,前者主要是表示事物的声音的充实,而后者则单纯是为话语所采用的一切声音的充实。你也可以看到由柏拉图在《理想国》第三卷中所传述的言辞相对于语篇表述的区别,他在那里说:“关于言辞的事就到此为止,在此之后必须考察语篇表述,这样对于我们来说,该说什么以及如何说,就都将得到彻底的考察了。”通过这些话显然可知,他把思想称为言辞,把表达称为语篇表述,无论这种表达是通过最必需的部分(即名词与动词)而生成——据此,在发声中且严格意义上所说的言辞得以被考察——,抑或它还采纳了较广义所称的言辞的其余各部分,换言之,即采纳了已经着眼于优美与某种结构编排的表述形式的其余各部分。对来自阿芙洛狄西亚的诠释家而言,副词似乎也是名词,正如代词以及文法学家所谓的通名一样。然而这似乎毫无道理,因为某些副词甚至不会被怀疑是名词,例如表示赞同、拒绝、禁止的副词,或誓言前的副词以及极多其他副词;而另一些副词,由于是从某些名词派生而来的,在他看来似乎具有与名词相同的效力,例如源于“美”与“明晰”的“美地”与“明晰地”,正如源于“正义”的“正义地”。但如果这是对的,我们就要把“应当结婚的”和“应当航行的”称为动词而非名词了,因为它们是由“必须结婚”或“必须航行”产生的。
- 1.1δι’ ὧν δῆλός ἐστι λόγον μὲν τὴν διάνοιαν καλῶν, λέξιν δὲ τὴν ἀπαγγελίαν
δῆλός ἐστι 与分词 καλῶν 连用的人称句式(即“显然他称……”),相当于无人称句式 δῆλόν ἐστιν ὅτι……。
- 1.1τὰ δὲ τῷ μὲν παρῆχθαι ἀπό τινων ὀνομάτων ἔδοξεν αὐτῷ τὴν αὐτὴν ἔχειν τοῖς ὀνόμασι δύναμιν
τὰ δέ(“[副词的]另一些”)为主语,带冠词的完成时与格不定词 τῷ παρῆχθαι 表原因(“因其派生自……”),动词 ἔδοξεν αὐτῷ 支配不定词短语 τὴν αὐτὴν ἔχειν……。
