← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§13.29-15.13

主谓功能与名词动词之外词类的排除

阿摩尼奥斯从副词与动名词在命题中无法作主词或谓述出发,论证它们不能被视作动词或名词,从而确立唯有名词与动词才是严格意义上的言辞部分,并阐释了系词、模态词的逻辑作用以及各语法词类的命名缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#4

οὐ μὴν εὔλογον ἢ ταῦτα ῥήματα ἢ τὰ πρότερα ὀνόματα καλεῖν, ἐπεὶ μήτε ὑποκεῖσθαι μήτε κατηγορεῖσθαί τι τούτων ἐν ταῖς προτάσεσι δυνατόν, ὧν θάτερον ἀνάγκη πάσχειν τό τε ὄνομα καὶ τὸ ῥῆμα· τὸ μὲν γὰρ ‘σαφὲς’ ὄνομα κατηγορούμενον εὑρήσεις ἐν τῷ λόγῳ τῷ λέγοντι ‘τόδε τὸ χωρίον τοῦ Περὶ ἑρμηνείας σαφές ἐστι’, τὸ δέ γε ‘σαφῶς’ οὐκέτι. οὐ μὴν οὐδὲ σύνθετόν τι κατηγορούμενον ἐξ αὐτοῦ τε καὶ τοῦ περὶ οὗ τὸ σαφῶς λέγεται γίνεσθαι φήσομεν,1 οἷον τὸ ‘σαφῶς ἐξηγεῖται’, καθάπερ ἐπὶ τοῦ ‘νεκρὸς ἄνθρωπος’ καὶ ‘κίβδηλος δραχμή’· ἔδει γὰρ οὕτως τῶν τοιούτων καταφάσεων τὰς ἀποφάσεις τὸν αὐτὸν γίνεσθαι τρόπον ταῖς ἁπλοῦν τι κατηγορούμενον ἐχούσαις, ὥσπερ ἐπὶ τῶν τῷ ὄντι συνθέτων κατηγορουμένων συμβαίνει· καθάπερ γὰρ τῆς ‘ὁ τεθνεὼς ἄνθρωπός ἐστι’ καταφάσεως ἀπόφασις τὸ ‘ὁ τεθνεὼς ἄνθρωπος οὐκ ἔστι’ καὶ τῆς ‘ὁ τεθνεὼς νεκρός ἐστι’ τὸ ‘ὁ τεθνεὼς νεκρὸς οὐκ ἔστιν’, οὕτω καὶ τῆς ‘ὁ τεθνεὼς νεκρὸς ἄνθρωπός ἐστιν’ τὸ ‘ὁ τεθνεὼς νεκρὸς ἄνθρωπος οὐκ ἔστιν’. ἐπὶ δέ γε τῶν μετὰ τρόπου προτάσεων ἀλλοιότερον ἀνάγκη γίνεσθαι τὰς ἀποφάσεις, καὶ οὐχ ὥσπερ ἐπὶ τῶν ἄνευ τρόπου προτάσεων· τῆς μὲν γὰρ ‘Σωκράτης βαδίζει’ καταφάσεως ἀπόφασις τὸ ‘Σωκράτης οὐ βαδίζει’, τῆς δέ γε ‘Σωκράτη βαδίσαι δυνατόν’ οὐχ ἡ ‘Σωκράτη μὴ βαδίσαι δυνατόν’ ἀλλ’ ἡ ‘Σωκράτη βαδίσαι οὐ δυνατόν’, ὡς ἐν τῷ τελευταίῳ τμήματι τοῦδε τοῦ βιβλίου σαφέστατα ἡμᾶς ὁ Ἀριστοτέλης διδάξει. Διὸ πανταχοῦ συντίθεσθαι τὸν ἀποφαντικὸν λόγον φησὶν ἐξ ὀνόματος καὶ ῥήματος καὶ διαλύεσθαι εἰς ταῦτα, ὡς ἂν ταῦτα μόνα κυρίως μέρη λόγου προσαγορεύειν ἀξιῶν, τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι τῶν μὲν ἀμέσως κατά τινων κατηγορουμένων,2 μερῶν τότε τῶν προτάσεων γινομένων, ὡς ἐν ταῖς ‘Σωκράτης ἐστί’ ‘Σωκράτης οὐκ ἔστιν’, οὐ παρ’ ἔλαττον τῶν ὑποκειμένων, τῶν δὲ ἐν ταῖς ἐκ τρίτου προσκατηγορουμένου προτάσεσιν ἢ ταῖς μετὰ τρόπου παραλαμβανομένων, προστίθεσθαι τοῖς μέρεσι τῆς προτάσεως ἢ διαιρεῖσθαι ἤ τι τοιοῦτον ὑπομένειν λεγομένων, ὡς ἐν τοῖς προοιμίοις μαθησόμεθα τῶν Ἀναλυτικῶν. ὥστε τὸ μὲν μέρος τῆς ἀποφάνσεως ἢ ὄνομα πάντως ἢ ῥῆμα εἶναι χρή, οὐ μέντοι τὸ ῥῆμα πάντως ἐστὶ τῆς προτάσεως μέρος, ὅταν μὴ αὐτόθεν τοῦ ὑποκειμένου κατηγορῆται ὡς ἐνέργειαν ἢ πάθος ἢ ἁπλῶς ὕπαρξιν ἢ ἀνυπαρξίαν τοῦ ὑποκειμένου σημῆναι ὀφεῖλον, ἀλλ’ ἕνεκα τοῦ συναρμόσαι τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ παραλαμβάνηται. ὅτι δὲ ταῦτα ὀρθῶς λέγομεν, δῆλον καὶ ἐξ αὐτῆς τῆς προσηγορίας τῶν ἄλλων τοῦ λόγου μερῶν λεγομένων περὶ τὸ ὄνομα καὶ τὸ ῥῆμα· τὴν μὲν γὰρ ἀντωνυμίαν ὡς ὄνομα οὖσαν οὐ φύσεών τινων ἀλλὰ προσώπων ἁπλῶς οὕτως ἐπονομάζουσι, καὶ τὴν μετοχὴν ὡς μετέχουσαν ἀμφοτέρων, ὀνόματός τέ φημι καὶ ῥήματος, εἰ καὶ μᾶλλον ἀποκλίνει πρὸς τὴν ἰδιότητα τῶν ῥημάτων χρόνων τινῶν οὖσα δηλωτική, τὸ δὲ ἄρθρον ὡς συναρτώμενον τοῖς ὀνόμασι καὶ τὴν ἀναφορὰν πρὸς ἐκεῖνα ἔχον. περὶ δὲ προθέσεως ἢ ἐπιρρήματος ἢ συνδέσμου τί δεῖ καὶ λέγειν; ὧν τὴν μὲν ὡς ὁμοίως ὀνομάτων τε καὶ ῥημάτων προταττομένην οὕτως ἐπονομάζουσι, τὸ δὲ ὡς τοιῶσδε τοῖς ῥήμασι συμπλεκόμενον, τὸν δὲ ὡς τοὺς ἀπηρτημένους συνδέοντα λόγους. εὑρήσεις δὲ ἔν τισι τὸν Ἀριστοτέλην συγχωρεῖν δοκοῦντα καὶ τὰ πάντα κοινότερον μέρη τοῦ λόγου προσαγορεύοντα, διόπερ ἐν τοῖς ἑξῆς ἐρεῖ τινα τῶν μερῶν τοῦ λόγου σημαντικὰ εἶναι ὡς ὄντων τινῶν καὶ ἀσήμων, εἰ μή τις ἡμῖν φανείη τῆς ῥήσεως ἐκείνης προσεχεστέρα ἐξήγησις οὐδὲν ἐναντίον ἔχουσα τοῖς νῦν εἰρημένοις.

然而,把这些称为动词,或把前述诸项称为名词,都是不合情理的,因为它们中的任何一个都不可能在命题中作主词或作谓述,而名词与动词必然要承受这两者之一。因为你会发现,在表述“《解释篇》的这一段落是明晰的”这句话中,名词“明晰的”被用作谓述,但“明晰地”却不再如此。甚至我们也绝不能说,由“明晰地”自身与其所修饰的对象结合而生成了某种复合谓词,例如“明晰地诠释”,就像在“死人”与“假德拉克马”的情形中那样。因为若是如此,这类肯定命题的否定命题,就必须与具有单一谓述的命题以相同的方式生成,正像在真正复合的谓词上所发生的那样。因为正如肯定命题“死者是人”的否定命题是“死者不是人”,而“死者是尸体”的否定命题是“死者不是尸体”一样,“死者是死人”的否定命题也是“死者不是死人”。但在带有模态的命题中,否定命题必然要以不同的方式生成,而不像在无模态的命题中那样。因为肯定命题“苏格拉底行走”的否定命题固然是“苏格拉底不行走”,但“苏格拉底行走是可能的”的否定命题却不是“苏格拉底不行走是可能的”,而是“苏格拉底行走是不可能的”,正如亚里士多德将在本书的最后一部分极其明晰地教导我们的那样。 因此他主张,断言性言辞在任何情况下都由名词和动词构成,并分解为这两者,这表明他认为唯有这两者才配被称为严格意义上的言辞部分。因为关于“是”与“不是”,在某些情况下它们直接对某些事物作谓述,那时它们便成为命题的部分,正如在“苏格拉底存在”和“苏格拉底不存在”中那样,并不亚于主词;而在另一些情况下,当它们在第三项附加谓述的命题或带有模态的命题中被采用时,它们被说成是附加于命题的诸部分,或是被分离,或是承受某种类似的作用,正如我们将在《分析篇》的开篇中所学到的那样。因此,断言的部分必然或是名词或是动词;然而,动词却并非全然是命题的部分,当它并非直接对主词作谓述以表明主词的活动、受动或端然的存在与不存在,而是为了将谓词与主词结合在一起而被采用的时候。 我们这样说是正确的,这一点从围绕名词与动词所说的其他所谓言辞部分的名称本身也是显然的。因为他们把代词这样命名,是因为它不是表示某些本性而是端然表示人物的名词;把分词这样命名,是因为它分有两者(我是指名词与动词),即便它由于能够表示某些时间而更多地倾向于动词的特性;而把冠词这样命名,是因为它连接于名词并具有对名词的指称。至于介词、副词或连词,又何须多言?在它们之中,介词之所以被这样命名,是因为它同样置于名词和动词之前;副词是因为它以某种方式与动词结合;连词则是因为它连接离散的言辞。不过,你会发现在某些地方亚里士多德似乎作出了让步,较宽泛地把所有这些都称为言辞的部分,正因如此,他在后文中将说言辞的某些部分是有意义的,似乎设定了某些部分是无意义的——除非我们能对那段话找到某种更贴切的解释,而与现在所说的内容毫无相悖之处。

语法注2 条
  1. 1.1οὐ μὴν οὐδὲ σύνθετόν τι κατηγορούμενον ἐξ αὐτοῦ τε καὶ τοῦ περὶ οὗ τὸ σαφῶς λέγεται γίνεσθαι φήσομεν

    οὐ μὴν οὐδέ 引导强调性的递进否定(“甚至也不”)。带不定式的宾格从句(σύνθετόν τι κατηγορούμενον ... γίνεσθαι)充当主动词 φήσομεν 的宾语,介词短语 ἐξ αὐτοῦ τε καὶ τοῦ [πράγματος] περὶ οὗ τὸ σαφῶς λέγεται 包含省略先行词的关系从句,修饰 γίνεσθαι。

  2. 1.1τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι τῶν μὲν ἀμέσως κατά τινων κατηγορουμένων

    τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι 是统摄后文 τῶν μέν 与 τῶν δέ 的主题性部分属格,其后的属格独立结构(τῶν μὲν ... κατηγορουμένων, μερῶν τότε τῶν προτάσεων γινομένων)以分配代词为逻辑主语。此句型先提出属格总体,继而展开部分性分配(μερισμός)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:13.29-15.13