← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§117.10-119.4

否定词的指向与命题中的语序影响

阿摩尼奥斯阐明,在不定否定与特称否定命题中,否定词的指向(关涉主项的限定词还是关涉谓项)依据陈述者的思意可以有两种解读;若将否定词置于句首则更偏向全称含义;并证明同样的句法现象也适用于全称肯定的否定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.22#5

διὸ καὶ συναληθεύειν δύναται τῇ οἰκείᾳ καταφάσει καὶ ἀντιφάσκειν πρὸς αὐτὴν κατ’ ἄλλην ἔννοιαν καὶ ἄλλην, ὡς εἴρηται, τῶν λεγόντων αὐτὴν ὡς καθ’ ἑαυτὴν οὐδεμίαν ὡρισμένην κατὰ τὸ ποσὸν ἔχουσαν δύναμιν. διόπερ ἴσως καὶ ἑκάτερος τῶν μάχεσθαι δοξάντων λόγων πολλαῖς δεδύνηται χρήσασθαι δικαιολογίαις. Ὅτι δὲ ταῦτα ἀληθῶς λέγομεν, μάθοιμεν ἂν ἐκ τοῦ ἰσοσθενεῖν μὲν ὁμολογουμένως τὰς καταφάσεις ἀλλήλαις, τήν τε ἀδιόριστον καὶ τὴν μερικήν, διὰ δὲ τοῦτο καὶ τὰς προτάσεις τὰς προτιθείσας τοῦ ἔστι τοῦ ἐνεργείᾳ ἢ δυνάμει ληφθέντος ἐν αὐταῖς τὸ ἀρνητικὸν μόριον, ἐπὶ δὲ τῆς κατὰ μέρος τὴν οὕτω γινομένην τῇ μὲν φωνῇ δοκοῦσάν πως εἶναι κατάφασιν διὰ τὸ μὴ συμπεπλέχθαι τὴν ἄρνησιν τῷ προσδιορισμῷ, δύναμιν δὲ ἔχουσαν ἀποφάσεως, ὅπερ ἐν τοῖς ἑξῆς σαφέστερον ἐπιδείξομεν, ποτὲ μὲν τῇ καθόλου ποτὲ δὲ τῇ κατὰ μέρος τὸ αὐτὸ δύνασθαι1 διὰ τὸ τὴν ἄρνησιν ἐνδέχεσθαι καὶ πρὸς τὸ τίς ἐξακούεσθαι2 καὶ πρὸς τὸ κατηγορούμενον, καὶ πρὸς μὲν τὸ τίς ἐξακουομένην ταὐτὸν σημαίνειν τῷ οὔτις καὶ οὐδείς, πρὸς δὲ τὸ κατηγορούμενον τῷ οὐ πᾶς· τὸ γὰρ ‘τὶς ἄνθρωπος ἀθάνατος οὐκ ἔστιν’ ἀκούσαντες εἰ τὸ οὐκ ἔστι πρὸς τὸ τίς ἐξακούσαιμεν, τῷ οὐδεὶς ταὐτὸν οἰόμεθα σημαίνειν, ὅπερ σαφέστερον φαίνεται τοῦ οὐκ ἔστι πρὸ τοῦ τίς τιθεμένου ἐν τῷ οὐκ ἔστι θνητῶν ὅστις ἐστ’ ἐλεύθερος, ‘οὐκ ἔστι τις ἄνθρωπος ἀθάνατος’ τοῦ τίς τῷ ἔστι συνεγκλινομένου καὶ τόνον ἴδιον μὴ δέχεσθαι δυναμένου, τὸ δὲ ‘τίς ἄνθρωπος ἐν γήρᾳ οὐ πολιοῦται’ ἢ ‘πενταδάκτυλος οὐκ ἔστιν’ ἀκούσαντες εἰ τὸ οὐκ ἔστι πρὸς τὸ ἐν γήρᾳ μὴ πολιοῦσθαι ἢ μὴ εἶναι πενταδάκτυλον ἐξακούσαιμεν, ὅπερ σαφέστερον συμβαίνει ὑποστιζόντων ἡμῶν ἐν τῷ ‘τὶς ἄνθρωπος’,3 τῷ ‘ἔστι τις μὴ τοιοῦτος’ ταὐτὸν οἰόμεθα σημαίνειν τὴν πρότασιν καὶ τῷ οὐ πᾶς ἔστι τοιοῦτος’, ὡς ἐν τῷ καί τι ἔπος προέηκεν, ὅπερ τ’ ἄρρητον ἄμεινον· τοῦτο γὰρ οὐδὲν διαφέρει τοῦ εἰπεῖν ‘τὶ τῶν εἰρημένων ῥηθῆναι οὐκ ἔδει’. καὶ τὸ μὲν πρότερον κατὰ τὴν ἀδύνατον ὕλην ἀληθῆ ποιεῖν τὴν πρότασιν ἀξιοῦμεν, τὸ δὲ δεύτερον κατὰ μὲν τὴν ἐνδεχομένην καθ’ αὑτὴν ἀληθῆ, κατὰ δὲ τὴν ἀδύνατον διὰ τὴν καθόλου. εἰ δὲ κατὰ μὲν τὴν προτέραν τὸ οὐκ ἔστι πρὸς τὸ ἀθάνατον ἐξακούσαιμεν, κατὰ δὲ τὴν δευτέραν πρὸς τὸ τίς, ἐκείνην μὲν κατὰ μέρος οἰησόμεθα εἶναι καὶ ἀληθῆ διὰ τὴν καθόλου, ἅτε τῆς ὕλης ἀδυνάτου οὔσης, ταύτην δὲ καθόλου καὶ κατὰ τὴν ἐνδεχομένην ὕλην πάντως ψευδῆ. ὥστε καὶ ἐπὶ τῆς ἀποφάσεως τῆς ἀδιορίστου σημαίνεσθαι μὲν ἄμφω ῥητέον τό τε καθόλου καὶ τὸ κατὰ μέρος κατὰ τὰς ἐννοίας, ὡς πλεονάκις εἴρηται, τῶν ἀποφαινομένων, τῆς ἀρνήσεως πάλιν συνταττομένης ἤτοι ὡς πρὸς τὸ τίς τὸ δυνάμει περιεχόμενον ἐν τῇ ἀδιορίστῳ καταφάσει ἢ ὡς πρὸς τὸ κατηγορούμενον, μᾶλλον μέντοι ἀποκλίνειν καὶ ταύτην πρὸς τὸ καθόλου, ὅταν ἀπὸ τῆς ἀρνήσεως ποιώμεθα τὴν ἀρχὴν τῆς ἀποφάσεως, ‘οὐκ ἔστιν ἄνθρωπος πτερωτὸς ἢ δίκαιος’ λέγοντες καὶ ἤτοι ἀληθεύοντες ἢ ψευδόμενοι. διὸ καὶ πάντες ἴσως οἱ τὴν ἀδιόριστον ἀπόφασιν ἀντὶ τῆς καθόλου εἰπόντες τοῦτον τὸν τρόπον αὐτῇ χρησάμενοι φαίνονται, “οὐκ ἔστι κίνησις παρὰ τὰ πράγματα” λέγοντες καὶ “οὐκ ἔστιν αἴσθησις παρὰ τὰς πέντε” καὶ οὐκ ἔστιν οἰκεῖν οἰκίαν ἄνευ κακοῦ καὶ οὐκ ἀγαθὸν πολυκοιρανίη καὶ οὐκ ἔστι θνητῶν ὅστις ἔστ’ ἐλεύθερος. Εἰ δὲ δεῖ κατὰ τὴν αὐτὴν μέθοδον καὶ τὰ περὶ τὴν καθόλου κατάφασιν συμβαίνοντα σκοπεῖν, ἐπειδὴ καὶ μνημονεύσει τοιούτων προτάσεων ἐν τοῖς ἑξῆς ὁ Ἀριστοτέλης, ῥητέον δηλονότι καὶ ἐν ταύτῃ πρὸ τοῦ ἔστι τῆς ἀρνήσεως τιθεμένης καὶ δυναμένης ἢ πρὸς τὸ πᾶς ἐξακούεσθαι ἢ πρὸς τὸ κατηγορούμενον συμβαίνειν τὴν πρότασιν ὡς μὲν ἀναιροῦσαν τὸ πᾶς ταὐτὸν δύνασθαι τῇ κατὰ μέρος ἀποφάσει, ὅπερ σαφέστερον πάλιν φαίνεται κατ’ ἀρχὰς τῆς προτάσεως τιθεμένου τοῦ οὐκ ἔστιν, ὡς ἐν τῷ ‘οὐκ ἔστι πᾶς ἄνθρωπος σοφός’, ὡς δὲ τὸ κατηγορούμενον ἀναιροῦσαν ταὐτὸν δύνασθαι τῇ καθόλου ἀποφάσει ‘πᾶς ἄνθρωπος οὐ σοφός ἐστι’ καὶ ‘σοφὸς οὐκ ἔστιν’, ἃ τῷ μηδένα εἶναι σοφὸν τὸ αὐτὸ δύναται.

因此,[不定否定]既能够与其本己的肯定一同为真,又能够与它构成矛盾对立,正如已经说过的,这是按照陈述它的人各自不同的思意,因为不定否定就其自身而言并不具有在量上被限定的任何效力。正是由于这一原因,原本似乎相互冲突的双方论述,或许也都能够运用诸多合情合理的辩据。 我们所说的这些是真实的,这一点我们可以从下述事实得知:既然公认这些肯定命题――即不定肯定与特称肯定――彼此具有相等的效力,并且因此那些将否定词置于其现实或潜在所选取的‘是’之前的命题也是如此,而在特称命题的情形中,以这种方式生成的命题――因否定词并未与限定词结合,在声音上似乎在某种方式下是肯定,却具有否定的效力(这一点我们在下文中将更明确地展示)――时而具有与全称命题相同的效力,时而具有与特称命题相同的效力,这是因为否定既可以针对‘某个’而被听取,也可以针对谓项而被听取;当它针对‘某个’被听取时,表达与‘没有一个’和‘无人’相同的含义,而针对谓项被听取时,则表达与‘并非每个’相同的含义。因为在听到‘某个人不是不死的’时,如果我们把‘不是’针对‘某个’来听取,我们就会认为它表达与‘无人’相同的含义,这一点在‘不是’被置于‘某个’之前时表现得更为清楚,正如在‘凡人之中不存在自由之人’中,以及在‘不存在某个人是不死的’中,其中‘某个(τίς)’顺从音调附着于‘是(ἔστι)’上而无法接受自身的重音;而在听到‘某个人在老年时不会头发变白’或‘不是五指的’时,如果我们把‘不是’针对在老年时不头发变白或不是五指的来听取――这在我们于‘某个人’处作停顿断句时发生得更为清楚――,我们就会认为该命题表达与‘存在某个不是这样的人’以及‘并非每个人都是这样的’相同的含义,正如在‘并且他说出了某句话,此话不说倒更好’中一样;因为这与说‘所说的事情中的某件本不该被说出’毫无区别。并且在前一种情况下,我们认为该命题在不可能质料中为真,而在第二种情况下,在可能质料中依其自身为真,在不可能质料中则因全称命题而为真。但如果在前一个命题中我们把‘不是’针对‘不死’来听取,而在第二个命题中针对‘某个’来听取,我们就会认为前者是特称命题且因全称命题而为真(因为质料是不可能的),而后者是全称命题且在可能质料中全然为假。 因此,在不定否定的情形中也必须说,正如反复说过的,按照陈述者各自的思意,全称与特称二者都被表达出来,因为否定词再次被配置为要么针对潜在包含在不定肯定中的‘某个’,要么针对谓项;然而,当我们从否定词开始构成否定命题时,例如说‘人不是有翼的或公正的’且所言要么为真要么为假时,这一命题也更偏向于全称。因此,或许所有用不定否定来代替全称否定的人,似乎也都是以这种方式使用它的,正如他们说‘在事物之外不存在运动’,以及‘在五种感觉之外不存在感觉’,以及‘居住在房屋中不能没有祸患’,以及‘多头统治并非善事’,以及‘凡人之中不存在自由之人’。 如果必须按照同样的方法来考察围绕全称肯定所发生的情况――因为亚里士多德在下文中也会提及此类命题――,那么显然应当说:在此命题中,当否定词被置于‘是’之前且既可以针对‘每个’被听取也可以针对谓项被听取时,该命题作为取消‘每个’者,结果具有与特称否定相同的效力(这一点在命题开头放置‘不是’时再次表现得更为清楚,正如在‘并非每个人都是智者’中),而作为取消谓项者,‘每个人都不是智者’和‘不是智者’则具有与全称否定相同的效力,它们与‘没有任何人是智者’具有相同的效力。

语法注3 条
  1. 1.22ἐπὶ δὲ τῆς κατὰ μέρος τὴν οὕτω γινομένην τῇ μὲν φωνῇ δοκοῦσάν πως εἶναι κατάφασιν... ποτὲ μὲν τῇ καθόλου ποτὲ δὲ τῇ κατὰ μέρος τὸ αὐτὸ δύνασθαι

    该句的主干结构是由前文 μάθοιμεν ἂν ἐκ τοῦ 所支配的“宾格加不定式”结构。紧接 ἐπὶ δὲ τῆς κατὰ μέρος [προτάσεως](在特称命题的情形中),宾格短语 τὴν οὕτω γινομένην(以这种方式生成的命题)作不定式的主语,不定式 τὸ αὐτὸ δύνασθαι(能够具有相同的效力)作谓语。夹在其间的两个分词短语(δοκοῦσαν... ἔχουσαν)修饰 τὴν οὕτω γινομένην,随后的介词短语 διὰ τὸ τὴν ἄρνησιν ἐνδέχεσθαι... 说明其具有两种效力的原因。

  2. 1.22ἐξακούεσθαι

    此处的 ἐξακούεσθαι 为被动态,意为“被听取”、“被理解”或“被意会”。它与介词短语 πρὸς τὸ τίς(针对‘某个’)或 πρὸς τὸ κατηγορούμενον(针对谓项)搭配,表示否定词的作用范围在语境中被理解为指向命题中的哪一个成分。

  3. 1.22ὑποστιζόντων ἡμῶν ἐν τῷ ‘τὶς ἄνθρωπος’

    此处为属格独立结构(ὑποστιζόντων ἡμῶν)。动词 ὑποστίζω 指在朗读或书写中作逗号式停顿。在‘某个人’之后作短暂断句停顿,促使听者将否定词 οὐκ 仅理解为修饰随后的谓项部分,而非修饰主项限定词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:117.10-119.4