- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:115.17-117.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯维护了不定否定与特称否定效力相等的观点,通过否定词的结合位置以及第一格三段论的推论对此加以论证,并最终调停指出不定否定可依陈述者的意图代指全称否定或特称否定中的任一方。
εἰ δέ τις φαίη κατὰ μόνην τὴν ἀδύνατον ὕλην ἀληθεύειν τὴν ἀδιόριστον ἀπόφασιν παραπλησίως τῇ καθόλου, πρῶτον μὲν αὐτὸ αἰτήσεται τὸ ἐξ ἀρχῆς,1 ἔπειτα πῶς οὐκ ἀποκληρωτικὸν τὸ ἐπὶ μὲν τῆς καταφάσεως τῆς ἀπροσδιορίστου ὁμολογεῖν ὅτι ὁ ὑποκείμενος ταὐτὸν σημαίνων τῷ λεγομένῳ μετὰ τοῦ τίς προσδιορισμοῦ, καὶ μηδενὸς τῶν καθ’ ἕκαστα ἐνεργείᾳ λαμβανομένου, τελείαν τε ποιεῖ τὴν πρότασιν καὶ ἀληθεύουσαν κατὰ τὴν ἐνδεχομένην ὕλην, ἐπὶ δὲ τῆς ἀποφάσεως μηδέτερον τούτων συγχωρεῖν;2 διὰ τί γὰρ ἡ μὲν ‘ἄνθρωπος λευκός ἐστι’ ταὐτὸν δύναται τῇ ‘τὶς ἄνθρωπος λευκός ἐστιν’, ἡ δὲ ‘ἄνθρωπος λευκὸς οὐκ ἔστιν’ οὐ δυνήσεται ταὐτὸν τῇ ‘τὶς ἄνθρωπος λευκὸς οὐκ ἔστι’ σημαινούσῃ ὅτι ἔστιν ἄνθρωπος οὐ λευκός; ὡρισμένα γὰρ ἄτομα προσυπακούειν ταῖς ἀπροσδιορίστοις, ἵνα συναληθεύσωσιν, οὐδαμῶς ἀναγκαῖον, εἰ μὴ καὶ ταῖς κατὰ μέρος. εἰ δὲ λέγοιμεν τὴν μὲν ‘ἔστιν ἄνθρωπος καλός’ ἀληθεύειν διὰ τὸν Νιρέα, τὴν δὲ ‘οὐκ ἔστιν ἄνθρωπος καλός’ διὰ τὸν Θερσίτην, οὔτε ἀτελεῖς διὰ τοῦτο ποιοῦμεν τὰς προτάσεις οὔτε διαφόρους τοὺς ὑποκειμένους, εἰ μὴ μέλλοιμεν τὰ αὐτὰ καὶ ἐπὶ τῶν κατὰ μέρος ἀπορεῖν, ἃς ὁμολογοῦμεν καὶ τελείας εἶναι καὶ συναληθεύειν ἀλλήλαις. διὰ μέντοι τὰ διάφορα μέρη τοῦ ὑποκειμένου φήσομεν αὐτὰς ἀληθεύειν καθάπερ ἐκείνας, οἷον ‘τὶς ἄνθρωπος δίκαιός ἐστι — τὶς ἄνθρωπος δίκαιος οὐκ ἔστιν’. εἰ δὲ ὡς ἄτοπον ἐπιφέροιμεν τὸ μὴ ποιεῖν αὐτὰς οὕτω λαμβανομένας ἀντίφασιν, οὐδὲν ἐροῦμεν ὑπεναντίον τοῖς ὑπὸ τοῦ Ἀριστοτέλους περὶ αὐτῶν λεγομένοις· αὐτὸ γὰρ τοῦτό ἐστι τὸ διὰ τούτων λεγόμενον, ὡς διὰ τὸ ποτὲ συντρέχειν οὐ ποιοῦσι τὴν κυρίως καλουμένην ἀντίφασιν. Ταῦτά τε οὖν ὑπὲρ τοῦ Ἀριστοτέλους μᾶλλον δὲ ὑπὲρ τῆς φαινομένης ἡμῖν ἀληθείας ἀπολογούμενοι λέγομεν καὶ ὅπερ ἐξ ἀρχῆς προεθέμεθα προσεξευποροῦντες πρὸς ἐπίκρισιν τοῦ θεωρήματος, ὅσα ἐπὶ νοῦν ἦλθε δίχα τῶν ἐφ’ ἑκάτερα καταβεβλημένων περὶ αὐτοῦ λόγων, ἐφιστάνειν ἀξιοῦμεν3 πρῶτον μὲν ὅτι τὴν κατὰ μέρος κατάφασιν, ἣν ὁμολογοῦμεν τὴν αὐτὴν ἔχειν δύναμιν τῇ ἀδιορίστῳ, ἀναιρεῖν μὲν ἐπιχειροῦμεν τὸ ἀρνητικὸν μόριον αὐτῇ συμπλέκοντες, τοῦτο δὲ ποιοῦμεν κατὰ δύο τρόπους· ἢ γὰρ τῷ ἔστιν ἢ τῷ προσδιορισμῷ τοῦτο συνείροντες. ἀλλ’ ὅταν μὲν προτάξωμεν αὐτὸ τοῦ προσδιορισμοῦ, τότε ὡς προσδιωρισμένην ἀναιροῦμεν τὴν πρότασιν, ὅταν δὲ τοῦ ἔστιν, ὡς τὸ αὐτὸ δυναμένην τῇ ἀπροσδιορίστῳ, ἐπεὶ καὶ κατὰ μόνον τὸν προσδιορισμὸν ἐπλεόνασεν αὐτῆς ἡ προσδιωρισμένη, τῆς δὲ ἀπροσδιορίστου τὴν ἀπόφασιν κατὰ μόνον τὸ ἔστι γίνεσθαι ἀνάγκη. ἀλλὰ μὴν εἰ ἡ τῷ ἔστι συμπλέκουσα τὴν ἄρνησιν ἀπόφασις κατὰ μέρος ἐστὶν ὥσπερ ἡ πρὸ τοῦ διορισμοῦ αὐτὴν τιθεῖσα καθόλου, καὶ τῆς ἀπροσδιορίστου ἄρα καταφάσεως ἡ ἀπόφασις τὸ αὐτὸ τῇ κατὰ μέρος δυνήσεται. πρὸς δέ γε τούτῳ τὰς ἐν τῷ πρώτῳ σχήματι γινομένας συλλογιστικὰς συμπλοκὰς ἐννοεῖν ἄξιον· εἰ γὰρ ὁμολογοῦμεν τὴν ἀπροσδιόριστον κατάφασιν ταὐτὸν δύνασθαι τῇ κατὰ μέρος καὶ διὰ τοῦτο χείρονα εἶναι κατὰ τὸ ποσὸν ἑκατέρας τῶν καθόλου καὶ τὸ συμπέρασμα δεῖν ἐοικέναι τῇ ἑτέρᾳ τῶν εἰλημμένων ἐν τῷ συλλογισμῷ προτάσεων καὶ ἕπεσθαι πάντως τῇ χείρονι κατά τε τὸ ποσὸν καὶ κατὰ τὸ ποιόν, καὶ ἔτι πρὸς τούτοις τῶν προτάσεων ἀληθῶν οὐσῶν καὶ τῆς συμπλοκῆς αὐτῶν ἀμέμπτως ἐχούσης τὸ συμπέρασμα ἐξ ἀνάγκης ἀληθεύειν, ποῖον ἐροῦμεν συμπέρασμα συνάγεσθαι ἐξ ἀδιορίστου καταφατικῆς τῆς ἐλάττονος καὶ καθόλου ἀποφατικῆς τῆς μείζονος; ἀνάγκη μὲν γὰρ διὰ τὰ προειλημμένα ὁμολογεῖν ὅτι τε ἀπροσδιόριστον ἀποφατικὸν καὶ ἀληθῶν οὐσῶν ἐκείνων ἀληθές· πῶς δὲ δυνατὸν ἀληθεύειν αὐτὸ καθ’ αὑτὸ κατὰ τὴν ἐνδεχομένην ὕλην, εἴπερ τὸ αὐτὸ φθέγγοιτο τῇ καθόλου ἀποφάσει, οἷον ‘ἄνθρωπος δίκαιός ἐστιν, οὐδὲν δίκαιον ἄδικόν ἐστιν, ἄνθρωπος ἄρα ἄδικος οὐκ ἔστιν’; ἆρα τοῦτο τῇ καθόλου συναληθεύειν ἐροῦμεν ἢ τῇ κατὰ μέρος; ἀλλὰ μήπω μηδὲ τῶν προτέρων καταψηφιζώμεθα λόγων ὡς οὐδὲν ἀληθὲς λεγόντων· ἐοίκασι γάρ, εἰ δεῖ τὸ ἐμοὶ φαινόμενον λέγειν, οὐδὲ μάχεσθαι πρὸς τοὺς ὕστερον εἰρημένους, εἴ τις αὐτοῖς ἀδεκάστως διαιτήσειε περιελὼν ἑκατέρων τὸ διατείνεσθαι· ὡς ἡ ἀπόφασις ἡ ἀπροσδιόριστος τῇ ἑτέρᾳ μόνον τῶν προσδιωρισμένων συμφθέγγεται καὶ οὐδέποτε τῇ λοιπῇ·4 μήποτε γὰρ ἀνθ’ ἑκατέρας αὐτὴν παραλαμβάνεσθαι ῥητέον, οὐ κατὰ συμβεβηκὸς οἷον κατὰ τὴν ἀδύνατον ὕλην, καθ’ ἣν καὶ τὰς προσδιωρισμένας ἀποφάσεις συμβαίνει συντρέχειν ἀλλήλαις, ἀλλ’ αὐτόθεν κατὰ τὰς διαφόρους τῶν ἀποφαινομένων ἐννοίας.
如果有人说不定否定仅在不可能质料中与全称否定相仿为真,那么首先,他将是在乞题[乞定初始原则];其次,在不定肯定的情形中,承认主项表达与带有‘某个’这一限定词所表达的相同含义,且在并不现实地选取任何个别事物的情况下,使命题成为完全的并在可能质料中为真,而在否定的情形中这两者都不容许,这怎能不是武断的偏私呢?因为凭什么‘人是白的’与‘某个人是白的’具有相同的效力,而‘人不是白的’却不能与表示‘存在着非白之人’的‘某个人不是白的’具有相同的效力呢?因为为了使它们一同为真而在不定命题中额外意会特定的个体,绝非必然,除非在特称命题中也必须如此。即使我们说‘人是美的’因尼柔斯而为真,‘人不是美的’因忒耳西忒斯而为真,我们也不会因此使命题成为不完全的,也不会使主项成为各异的,除非我们也要在特称命题上提出同样的疑难,而我们承认特称命题既是完全的又彼此一同为真。然而,正如在那些特称命题的情形中一样,我们将说不定命题因主项的相异部分而为真,例如‘某个人是公正的 ― 某个人不是公正的’。如果我们指责它们如此被领会时并不构成矛盾是荒谬的,那么对于亚里士多德关于它们所说的话,我们丝毫没有说出任何相反的意见;因为通过这些文句所表达的正就是这一事实:由于它们有时重合,所以并不构成严格意义上所称的矛盾。 因此,我们说这些是为了为亚里士多德辩护,或者更确切地说是为了为向我们显现的真理辩护;而且正如我们从一开始所提议的那样,为了对这一定理作出裁决而进一步提供论据,提出在双方就此提出的论述之外涌入我们心智的见解,我们认为首先应当指出:我们试图通过将否定词与其结合来取消特称肯定(我们承认它与不定肯定具有相同的效力),而我们是以两种方式来做此事的:或者将否定词与‘是’连系,或者与限定词连系。但是,当我们把它置于限定词之前时,我们取消该命题是将其作为已被限定的命题来取消的;而当我们把它置于‘是’之前时,我们取消它则是将其视为与不定命题具有相同效力的命题,因为已被限定的命题仅在限定词上超过它,而不定命题的否定必然仅在‘是’上生成。然而,如果将否定与‘是’结合的否定命题是特称的,正如将否定置于限定词之前的否定是全称的一样,那么不定肯定的否定也将与特称否定具有相同的效力。 除此以外,值得思考的是在第一格中生成的推论结合。因为如果我们承认不定肯定具有与特称肯定相同的效力,并因此在量上劣于两条全称命题中的每一条;并且结论必须与推论中所选取的命题之一相似,且在量和质上都必然随顺较劣者;再者,在前提为真且其结合无可挑剔时,结论必然为真:那么我们该说从不定肯定的小前提和全称否定的大前提中得出怎样的结论呢?因为依据此前公认的前提,必然要承认该结论是不定否定命题,且在那些前提为真时它也是真的。但是,如果它与全称否定表达相同的内容,它怎能在可能质料中依其自身为真呢?例如‘人是公正的,任何公正的都不是不公正的,因此人不是不公正的’。我们该说这是与全称否定一同为真,还是与特称否定一同为真呢? 然而,我们也尚不可判定先前的论述毫无真实之处。因为依我所见,如果有人能够公正地居中裁决,去除双方各自的执拗主张――即不定否定仅与已被限定的命题中的一方表达相同,而绝不与另一方表达相同――那么先前的论述甚至似乎不会与后来所说的论述相冲突。因为或许应当说,不定否定被用来代替二者中的任一方,这并非如在不可能质料中那样出于偶性(在不可能质料中,已被限定的否定命题之间也恰好彼此重合),而是直接按照陈述者各自不同的思意。
- 1.22αὐτὸ αἰτήσεται τὸ ἐξ ἀρχῆς
惯用搭配,意为“乞定初始原则/乞题”(即逻辑学中的 petitio principii 谬误)。主语承接前文条件从句中的不定代词 τις。
- 1.22πῶς οὐκ ἀποκληρωτικὸν τὸ ἐπὶ μὲν τῆς καταφάσεως τῆς ἀπροσδιορίστου ὁμολογεῖν ... ἐπὶ δὲ τῆς ἀποφάσεως μηδέτερον τούτων συγχωρεῖν
该句的句法骨架为 πῶς οὐκ ἀποκληρωτικόν [ἐστι] τὸ ... ὁμολογεῖν ... συγχωρεῖν。中性冠词 τὸ 引领两个由 μὲν...δέ 对举的不定词短语(ὁμολογεῖν 与 συγχωρεῖν),整体作为全句的主语。ἀποκληρωτικόν 为表语形容词,意为“武断的、凭偏私选择的”。
- 1.22ὅπερ ἐξ ἀρχῆς προεθέμεθα προσεξευποροῦντες πρὸς ἐπίκρισιν τοῦ θεωρήματος, ὅσα ἐπὶ νοῦν ἦλθε δίχα τῶν ἐφ’ ἑκάτερα καταβεβλημένων περὶ αὐτοῦ λόγων, ἐφιστάνειν ἀξιοῦμεν
主句的核心动词短语为 ἐφιστάνειν ἀξιοῦμεν(“我们认为应当指出/提请注意”)。分词短语 ὅπερ ... προσεξευποροῦντες(“正如我们一开始提议的那样……进一步提供论据”)与关系从句 ὅσα ἐπὶ νοῦν ἦλθε(“凡涌入心智的事项”)构成了先导修饰,引出后文 ὅτι 引导的诸项论据。
- 1.22περιελὼν ἑκατέρων τὸ διατείνεσθαι· ὡς ἡ ἀπόφασις ἡ ἀπροσδιόριστος τῇ ἑτέρᾳ μόνον τῶν προσδιωρισμένων συμφθέγγεται καὶ οὐδέποτε τῇ λοιπῇ·
在分词短语 περιελὼν ἑκατέρων τὸ διατείνεσθαι 中,实体化的不定词 τὸ διατείνεσθαι(“固执主张/顽固坚称”)的具体内容由紧随其后的 ὡς 从句(“即不定否定仅与已被限定的命题之一表达相同,而绝不与另一方相同”)作同位语性质的解释说明。
