← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§113.21-115.17

不定命题矛盾对立说的驳斥与可能质料

阿摩尼奥斯介绍并驳斥了反对者的论点(后者依据恶劣事物及音调重音主张不定否定等同于全称否定且不定命题构成矛盾对立),进而捍卫亚里士多德的立场,论证不定命题在可能质料中一同为真。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.22#3

ἀλλὰ μὴν τὴν ἀπόφασιν ἐπὶ τούτων ἠξίου τῇ μερικῇ ἀποφάσει διὰ τὴν αὐτὴν αἰτίαν συναληθεύειν· ἀντικείσονται ἄρα καὶ ἐπὶ τῶν κακῶν αἱ ἀπροσδιόριστοι τοῦτον τὸν τρόπον, ὃν ἡ μερικὴ ἀπόφασις πρὸς τὴν καθόλου κατάφασιν. ταύτας δὲ συντρέχειν πρὸς ἀλλήλας ἀδύνατον· ὥστε καὶ οὕτως διαιρήσουσιν ἀεὶ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος αἱ ἀπροσδιόριστοι προτάσεις. εἰ δέ τις ἀξιοίη τὴν ἀπροσδιόριστον ἀπόφασιν ποτὲ μὲν τῇ μερικῇ ἀποφάσει συντρέχειν ποτὲ δὲ τῇ καθόλου (παροξυτόνως μὲν γὰρ λαμβανομένου τοῦ ἔστιν ἐν τῷ ‘ἄνθρωπος δίκαιος οὐκ ἔστι’ ταὐτὸν φθέγγεσθαι τῷ ‘οὐδεὶς ἄνθρωπος δίκαιός ἐστιν’, ὀξυτόνως δὲ τῷ ‘οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι’), πρῶτον μὲν οὐ πείθειν ἀλλὰ νομοθετεῖν ἡμῖν λέγοιτο ἄν, ἔπειτα ῥητέον πρὸς αὐτὸν ὡς οὐκ οἶδεν ἡ Ἑλληνικὴ χρῆσις ἐπὶ τέλους τὸ ἔστιν ὀξυτονούμενον ἢ καὶ ἐν οἵᾳ δήποτε χώρᾳ τῇ ἀρνήσει ὑποτεταγμένον. εἰ οὖν ὁμολογεῖ καὶ αὐτὸς βαρυνομένου τοῦ ἔστι τὴν ἀπροσδιόριστον ἀπόφασιν τῇ καθόλου τὸ αὐτὸ φθέγγεσθαι, ἀεὶ δὲ βαρυτονεῖσθαι αὐτὸ ἀναγκαῖον ἐν ταῖς τοιαύταις προτάσεσι, δῆλον ὅτι συνδραμεῖται τῇ τοῦ καθόλου ἀποφάσει καὶ ἀντίφασιν ποιήσει πρὸς τὴν οἰκείαν κατάφασιν. Ταῦτα μὲν οὖν ὁ τῶν ἀντιφθεγγομένων τῷ Ἀριστοτέλει λόγος. μήποτε δὲ δυνατὸν πρὸς ἕκαστον τῶν ἐπιχειρηθέντων ἀπαντᾶν λέγοντας ὡς1 οὔτε εὔλογον τὴν καθόλου ἀπόφασιν χείρονα λέγειν τῆς κατὰ μέρος, εἴπερ κατὰ μὲν τὸ ποιὸν οὐ διαφέρουσι, κατὰ δὲ τὸ ποσὸν μόνον παραβάλλοντες τὰς προτάσεις πρὸς ἀλλήλας ὁμολογοῦμεν κρείττονα εἶναι τὴν καθόλου τῆς κατὰ μέρος ὡς ὅλην μέρους, οὐ προσποιούμενοι τὰ πράγματα,2 περὶ ὧν ποιοῦνται τοὺς ἀφορισμούς (οὕτω γὰρ οὐκέτι φυλάξομεν τὴν ὑπόθεσιν, λέγω δὲ τὸ περὶ μόνης τῆς κατὰ τὸ ποσὸν διαφορᾶς τῶν προτάσεων ποιήσασθαι τὴν ἐπίκρισιν), οὔτε τὴν κατὰ μέρος ἀπόφασιν ὕπαρξίν τινα καθ’ αὑτήν εἰσάγειν ἐροῦμεν, ἀλλ’ ἀναιρεῖν μόνον τὴν καθόλου κατάφασιν, καὶ οὐδὲν ἧττον ἀποφάσκειν τῆς καθόλου, ἀλλ’ ἐλαττόνων ἐνίοτε μόνον (διὸ καὶ ὑφίεσθαι αὐτῆς λέγεται κατὰ τὸ ποσόν, ὥσπερ καὶ ἡ κατάφασις ἡ κατὰ μέρος ἔχει πρὸς τὴν καθόλου κατάφασιν), οὔτε εἰ φαίνοιτο χρώμενος ὁ Ἀριστοτέλης τῇ ἀπροσδιορίστῳ ἀποφάσει ἀντὶ τῆς καθόλου, θαυμαστὸν οὐδέν· συμφθέγγεται γὰρ αὐτῇ κατὰ τὴν ἀδύνατον ὕλην, ὥσπερ καὶ ἡ κατὰ μέρος. δῆλον δὲ ὅτι κατὰ ταύτην προήγαγεν ὁ φιλόσοφος τὰς εἰρημένας ἀποφάσεις· οὐ γὰρ ἐνδέχεσθαι ἀξιοῖ μηδεμίαν εἶναι κίνησιν παρὰ τὰ κινούμενα πράγματα ἢ μηδεμίαν αἴσθησιν παρὰ τὰς πέντε, ἀλλ’ ἀδύνατον εἶναι. καὶ εἰ φαίνοιντο τῶν παλαιῶν τινες ἐπὶ τῆς ἐνδεχομένης ὕλης οὕτως αὐτῇ καταχρησάμενοι, ὡς ταὐτὸν δυναμένῃ τῇ καθόλου καὶ ἀληθευούσῃ ἐφ’ ὧνπερ ἐκείνη (τοῦτο γάρ ἐστι τὸ ταὐτὸν δύνασθαι), φανερὸν ὅτι οὐκ ἀπαραλλάκτως, ἐπεὶ αὐτόθεν ἀδύνατον αὐτὴν ἀντὶ ἐνδεχομένης εἶναι ὁμολογήσομεν (κατὰ μόνην γὰρ τὴν ἀδύνατον ὕλην ἡ καθόλου ἀποφατικὴ πρότασις ἀληθής, κατὰ δὲ τὴν ἀναγκαίαν καὶ τὴν ἐνδεχομένην, ὅπερ ἔμπροσθεν ἐλέγομεν, ψευδής), ἀλλὰ τῷ τε χρόνῳ ὁριζομένην,3 οἷον ὅτι νῦν οὐκ ἔστιν ἄνθρωπος δίκαιος ἢ σοφός, καὶ ὡς πρὸς τοὺς συνεγνωσμένους ἡμῖν ἢ ἐκ συνουσίας ἢ καὶ ἐξ ἀκοῆς· οὐ γὰρ δὴ περὶ ὧν μηδεμίαν ἔχομεν ἢ ἐκ πείρας ἢ ἐκ μαρτυρίας γνῶσιν, εἰ μὴ τοῦ Κνήμωνος καὶ τοῦ Τίμωνος εἴημεν μισανθρωπότεροι, τολμήσομεν ἀποφαίνεσθαι, ὡς οὐδαμῶς μετεχόντων οὗ πέφυκεν ἡ φύσις ἡ ἀνθρωπεία μετέχειν, ἅτε ὄντος ἐνδεχομένου κατὰ τὴν ὑπόθεσιν. τοῦτο δὲ οὐκ ἔστι ταὐτὸν τῇ καθόλου ἀποφάσει· τὸ γὰρ ὁρίζειν ἢ κατ’ ἐνέργειαν ἢ κατ’ ἐπίνοιαν τὰ ἄτομα, ὧν τὸ κατηγορούμενον ἀποφάσκει, δῆλον ὅτι συγχωρεῖ τινα αὐτὸ ἐν τοῖς λοιποῖς ἐνίοτε ὑπόστασιν ἔχειν. ὅλως τε τοὺς ἀδιόριστον ἀπόφασιν ἀντὶ τῆς καθόλου εἰπόντας καὶ ἀληθῶς ἀποφηναμένους, ὡς οὐκ ἔστιν οἰκεῖν οἰκίαν ἄνευ κακοῦ καὶ οὐκ ἀγαθὸν πολυκοιρανίη, κατὰ ποίαν ὕλην ἐροῦμεν χρήσασθαι τῇ ἀποφάσει; εἰ μὲν γὰρ κατὰ τὴν ἀδύνατον, οὐδὲν πρὸς τὸν λόγον· εἰ δὲ κατὰ τὴν ἐνδεχομένην (δεῖ γὰρ καὶ κατὰ ταύτην, εἴπερ ἀεὶ τὸ αὐτὸ δύνανται), πρῶτον μὲν συμβήσεται μηκέτι ψεύδεσθαι τὰς καθόλου κατὰ τὴν ἐνδεχομένην, καίτοι διὰ τοῦτο προσαγορεύομεν αὐτὰς ἐναντίας, ἔπειτα σαφῶς ὁμολογήσομεν αὐτοὺς ἐκείνους κρατύνειν τὸ παρὰ τοῦ Ἀριστοτέλους λεγόμενον, ὅτι αἱ ἀδιόριστοι κατὰ τὴν ἐνδεχομένην ὕλην συναληθεύουσιν· εἰ γὰρ τῇ ἀποφάσει χρῶνται ὡς ἀληθεῖ, περὶ δὲ τῆς καταφάσεως οὔτε γέγονεν οὔτε γένοιτ’ ἂν ἀμφισβήτησίς τις ὡς οὐ πάντως ἀληθευούσης ἐπὶ τῶν ἐνδεχομένων, ὥσπερ οὐδὲ τῆς κατὰ μέρος, δῆλον ὅτι συναληθεύειν ἀλλήλαις ἀνάγκη τὰς ἀπροσδιορίστους προτάσεις.

然而实际上,他主张在这些情形中否定也出于同样的原因与特称否定一同为真;因此在恶劣事物的情形中,不定命题也将按照特称否定对全称肯定的方式相对立。但这二者彼此重合是不可能的;因此即便如此,不定命题也将总是划分真与假。而且如果有人主张不定否定有时与特称否定重合,有时与全称否定重合(因为在‘人不是公正的’中,当 ἔστιν 被作为倒数第二音节重音领会时,表达与‘没有任何人是公正的’相同的内容,而作为末音节重音时,则表达与‘并非每个人是公正的’相同的内容),那么首先,可以说他不是在说服我们,而是在向我们立定法则;其次,应当对他说,希腊语用法既不知道句末的 ἔστι 带有末音节重音,也不知道在任何位置从属于否定词的 ἔστι 带有末音节重音。因此,如果他自己也承认在 ἔστι 为抑音时不定否定与全称否定表达相同的内容,而在诸如此类的命题中它必然总是抑音,那么显然它将与全称否定相重合,并对其固有的肯定构成矛盾。这些就是反驳亚里士多德之人的论述。 然而,或许可能针对被尝试论证的各点作出回答,指出:第一,说全称否定劣于特称否定是不合理的,因为在质上它们没有差别,而仅在量上彼此比较命题时,我们承认全称否定作为整体之于部分优于特称否定,并不将它们作出限定所关涉的事物牵涉在内(因为那样我们将不再保持前提,我是说,仅就命题在量上的差异进行裁决的前设);第二,我们也不会说特称否定本身引入了某种存在,而只是取消全称肯定,并且否定丝毫不少于全称否定,只是有时对较少的事物进行否定(因此它也被称为在量上逊于全称否定,正如同特称肯定之于全称肯定一样);第三,即使亚里士多德显出用不定否定代替全称否定的情形,也毫不奇怪;因为在不可能质料中,它与全称否定表达相同的内容,正如同特称否定一样。而且显然这位哲学家是在这种质料中引出上述否定的;因为他并非主张在运动着的事物之外有任何运动、或在五种感觉之外有任何感觉是可能的,而是主张这是不可能的。即便古人中的某些人显出在可能质料中如此滥用不定否定,视其具有与全称否定相同的效力,并在全称否定为真的同一事物上为真(因为这就是具有相同效力的意思),显然这并非毫无差别,因为我们将直接承认它属于不可能质料而非可能质料(因为全称否定命题仅在不可能质料中为真,而在必然质料和可能质料中,如我们前文所言,是假的),而是由时间所限定的,例如‘如今人不是公正的’或‘有智慧的’,并且是针对通过交往或传闻而为我们所熟知的人们而言的。因为除非我们比克涅蒙和梯蒙更厌恶人类,否则我们决不敢对那些我们无论从经验还是见证都毫无认知的人们断言,他们绝不分有人性依其本性所应分有的东西,既然按照假设这是可能的。而这与全称否定并不是相同的;因为无论在现实中还是在思索中限定对之否定谓项的个别事物,显然都承认该谓项在其余事物中有时具有某种实存。总体而言,关于那些用不定否定代替全称否定、并真实断言‘治家不能无恶’以及‘多头统治并非善事’的人,我们该说他们是在何种质料中使用了这否定呢?因为如果是在不可能质料中,这与论证无关;但如果是在可能质料中(因为若是它们总是具有相同的效力,就必须在这种质料中也被使用),首先将会得出全称命题在可能质料中不再为假,然而正是因此我们称它们为反对命题;其次,我们将明确承认正是他们自己在坚固亚里士多德所说的话,即不定命题在可能质料中一同为真。因为如果他们将该否定作为真命题使用,而关于肯定命题在可能事物上总是为真一事,既未曾发生也不可能发生任何争论,正如特称肯定一样,那么显然不定命题必然彼此一同为真。

语法注3 条
  1. 1.22μήποτε δὲ δυνατὸν πρὸς ἕκαστον τῶν ἐπιχειρηθέντων ἀπαντᾶν λέγοντας ὡς

    μήποτε 作副词用,表示委婉推测(“或许”、“岂不是”)。阳性宾格复数分词 λέγοντας 作为不定式 ἀπαντᾶν 的逻辑主语,泛指论辩者或注疏者团队(“我们通过指出……来作答”)。

  2. 1.22οὐ προσποιούμενοι τὰ πράγματα

    主格复数分词 προσποιούμενοι 与主句谓语 ὁμολογοῦμεν 中隐含的主语(“我们”)一致。προσποιέομαι 在此意为“牵涉在内”、“附加考虑”,表明纯粹按量比较命题时,不应将论题所涉事物本身的特质附带考虑在内。

  3. 1.22φανερὸν ὅτι οὐκ ἀπαραλλάκτως, ἐπεὶ αὐτόθεν ἀδύνατον αὐτὴν ἀντὶ ἐνδεχομένης εἶναι ὁμολογήσομεν..., ἀλλὰ τῷ τε χρόνῳ ὁριζομένην

    此处包含省略结构。在 οὐκ ἀπαραλλάκτως 之后承接前文 καταχρησάμενοι 省略了相应动词形式。随后的分词 ἀλλὰ τῷ τε χρόνῳ ὁριζομένην 为阴性宾格单数,修饰 αὐτήν(不定否定命题),表明古人即便视其为真,也并非毫无差别地(ἀπαραλλάκτως)使用,而是将其理解为受时间或熟人范围所限定的(ὁριζομένην)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:113.21-115.17